Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων, φησὶ, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων; Ὅτι μὲν οὖν ἐκεῖνα πέπαυται, καὶ ἕτερα ἀντεισενήνεκται, καὶ οὐκ ἔτι λοιπὸν ἀναστήσεται, ἱκανῶς ἐντεῦθεν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν, ὃ πάλαι ἐσπουδάζομεν δεῖξαι, ὅτι καὶ τῆς ἱερωσύνης ὁ τρόπος ἐκεῖνος οὐκ ἔτι φαίνεται, οὐδὲ ἐπανήξει πάλιν, ῥητῶς τοῦτο καὶ σαφῶς ἀπὸ τῶν Γραφῶν αὐτῶν ποιήσωμεν φανερὸν, ὀλίγα πρότερον ὑμῖν προειπόντες, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἀβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Περσίδος ἐγέννησε τὸν Ἰσαὰκ, εἶτα ἐκεῖνος τὸν Ἰακὼβ, ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, ἐξ ὧν ἐγένοντο δέκα καὶ δύο φυλαὶ, μᾶλλον δὲ τρισκαίδεκα· ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ, Ἐφραῒμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν Ἰακὼβ ἐπώνυμος ἦν φυλὴ, τοῦ Ῥουβὶμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Νεφθαλὶμ, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὶν, οὕτως ἐπὶ τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου, Μανασσῆς καὶ Ἐφραῒμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι· καὶ ἐκαλεῖτο φυλὴ ἡ μὲν τοῦ Ἐφραῒμ, ἡ δὲ τοῦ Μανασσῆ.