Εἰ δέ ποτε καὶ συγχωροῦντος τοῦ Θεοῦ ἐπιτύχοιέν τινος θεραπείας, καθάπερ ἄνθρωποι, εἰς δοκιμὴν τὴν σὴν ἡ συγχώρησις γίνεται, οὐκ ἐπειδὴ Θεὸς ἀγνοεῖ, ἀλλ᾽ ἵνα σὺ παιδευθῇς, μηδὲ θεραπευόντων ἀνέχεσθαι τῶν δαιμόνων. Καὶ τί λέγω θεραπείαν σώματος; Εἴ τίς σοι γέενναν ἀπειλεῖ, ὥστε ἀρνήσασθαι τὸν Χριστὸν, μὴ καταδέξῃ· εἴ τις βασιλείαν ἐπαγγέλλοιτο, ὥστε ἀποστῆναι ἀπὸ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀποστράφηθι καὶ μίσησον, καὶ γενοῦ Παύλου μαθητὴς, καὶ ζήλωσον τὰς φωνὰς ἐκείνας, ἃς ἡ μακαρία καὶ γενναία ἀνεβόησε ψυχή. Πέπεισμαι γὰρ, φησὶν, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐκεῖνον οὐκ ἄγγελοι, οὐ δυνάμεις, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσις ἑτέρα χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ σὲ σώματος θεραπεία ἀφίστησι; καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; Καὶ γὰρ καὶ γεέννης φοβερώτερον ἡμῖν τὸν Χριστὸν εἶναι δεῖ, καὶ βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι, ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν· κἂν γὰρ θεραπεύσῃ δαίμων, μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν.