Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ κἂν ἐν αὐτῷ τῷ Σαββάτῳ προσέλθῃς μετὰ πονηροῦ συνειδότος, ἐξέπεσες τῆς κοινωνίας, ἀπῆλθες οὐκ ἐπιτελέσας τὸ πάσχα· ὥσπερ οὖν κἂν σήμερον κοινωνῇς, τὰ ἁμαρτήματα ἀπονιψάμενος, τὸ πάσχα ἐπετέλεσας ἀκριβῶς. Ἐχρῆν τοίνυν τὴν ἀκρίβειαν ταύτην ὑμᾶς καὶ τὴν εὐτονίαν μὴ ἐν τῇ τῶν καιρῶν παρατηρήσει, ἀλλ᾽ ἐν τῇ προσόδῳ φυλάττειν. Καὶ καθάπερ αἱρεῖσθε νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ᾽ ἁμαρτημάτων προσιέναι. Ὅτι γὰρ οὐδεὶς λόγος καιρῶν τῷ Θεῷ καὶ παρατηρήσεως τοιαύτης, ἄκουσον αὐτοῦ δικάζοντος· Πεινῶντά με εἴδετε, φησὶ, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε· καὶ τοῖς ἐξ εὐωνύμων τὰ ἐναντία τούτοις ἐγκαλεῖ. Καὶ πάλιν ἄλλον ἐπεισαγαγὼν ἐπὶ μνησικακίᾳ κολάζει· Πονηρὲ γὰρ, φησὶ, δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Πάλιν τὰς παρθένους, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσι, τοῦ νυμφῶνος ἀπέκλεισεν· ἕτερον, ἐπειδὴ ἔνδυμα γάμου οὐκ ἔχων εἰσῆλθεν, ἀλλὰ ῥυπαρὰ ἠμφίεστο ἱμάτια, πορνείαν καὶ ἀκαθαρσίαν περιβεβλημένος· ὅτι δὲ τῷ δεῖνι μηνὶ καὶ τῷ δεῖνι ἐποίησε τὸ πάσχα, οὐδεὶς ἐκολάσθη ποτὲ οὐδὲ ἐνεκλήθη.