Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ μεθυόντων καὶ εἰς τὴν ἀνάστασιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματική νηστεία και η κατάκριση της μέθης

Η διάκριση μεταξύ σωματικής και πνευματικής νηστείας, η περιγραφή της μέθης ως εκούσιας μανίας και η αποστέρηση των μεθυόντων από τη βασιλεία των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΚΑΤΑ ΜΕΘΥΟΝΤΩΝ, Καὶ εἰς τὴν ἀνάστασιν, λόγος λεχθεὶς τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα. αʹ. Ἀπεθέμεθα τῆς νηστείας τὸ φορτίον, ἀλλὰ μὴ ἀποθώμεθα τῆς νηστείας τὸν καρπόν· ἔστι γὰρ φορτίον ἀποθέσθαι νηστείας, καὶ καρπὸν δρέπεσθαι νηστείας.

Παρῆλθεν ὁ πόνος τῶν ἀγώνων, ἀλλὰ μὴ παρέλθῃ ἡ σπουδὴ τῶν κατορθωμάτων· ἀπῆλθεν ἡ νηστεία, ἀλλὰ μενέτω ἡ εὐλάβεια· μᾶλλον δὲ οὐδὲ ἡ νηστεία ἀπῆλθεν. Ἀλλὰ μὴ φοβηθῆτε· τοῦτο γὰρ εἶπον οὐχὶ ἑτέραν ὑμῖν κηρύσσων Τεσσαρακοστὴν, ἀλλὰ τὴν αὐτὴν ὑμῖν ἀρετὴν καταγγέλλων. Παρῆλθεν ἡ νηστεία ἡ σωματικὴ, ἀλλ᾽ οὐ παρῆλθεν ἡ νηστεία ἡ πνευματική· αὕτη βελτίων ἐκείνης, κἀκείνη διὰ ταύτην ἐγένετο. Ὥσπερ, ὅτε ἐνηστεύετε, ἔλεγον ὑμῖν ὅτι ἔστι νηστεύοντα μὴ νηστεύειν, οὕτω καὶ νῦν λέγω ὅτι ἔστι μὴ νηστεύοντα νηστεύειν. Τάχα αἴνιγμα εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ᾽ ἐγὼ τὴν λύσιν ἐπάγω τῷ ζητήματι· Πῶς ἔστι νηστεύοντα μὴ νηστεύειν;

Ὅταν τις βρωμάτων μὲν ἀπέχηται, ἁμαρτημάτων δὲ μὴ ἀπέχηται. Πῶς ἔστι μὴ νηστεύοντα νηστεύειν; Ὅταν τις τροφῆς μὲν ἀπολαύῃ, ἁμαρτίας δὲ μὴ γεύηται. Αὕτη βελτίων ἐκείνης ἡ νηστεία, οὐ βελτίων δὲ μόνον, ἀλλὰ καὶ κουφοτέρα· ἐπ᾽ ἐκείνης τῆς νηστείας ἀσθένειαν προεβάλλοντο πολλοὶ σωματικὴν, κνησμὸν χαλεπόν. Ψώρας ἐμπέπλησμαι, φησὶν, ἀλουσίαν οὐχ ὑπομένω, ἡ ὑδροποσία με διαφθείρει, λαχάνων ἀπογεύεσθαι οὐ δύναμαι. Πολλὰ τοιαῦτα ἤκουον τότε λεγόντων πολλῶν· ἐπὶ τῆς νηστείας ταύτης οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. Ἀπόλαυε λουτρῶν, μέτεχε τραπέζης, οἰνοποσίᾳ κέχρησο συμμέτρῳ, κἂν κρεῶν ἀπογεύεσθαι μέλλῃς, ὁ κωλύων οὐδείς· πάντων ἀπόλαυσον, μόνον ἁμαρτίας ἀπόστηθι.

Εἶδες πῶς πᾶσιν αὕτη ῥᾳδία ἡ νηστεία; Οὐκ ἔστι σώματος ἀσθένειαν προβάλλεσθαι· τῆς ψυχῆς καθαρόν ἐστι τὸ κατόρθωμα. Ἔστι καὶ μὴ πίνοντα οἶνον, μεθύειν, καὶ πίνοντα οἶνον σωφρονεῖν· καὶ ὅτι ἔστιν ἄνευ οἴνου μέθη, ἄκουσον τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου· καὶ πῶς ἔστιν ἄνευ οἴνου μεθύειν; Ὅταν τὸ ἄκρατον τῶν παθῶν μὴ κεράσῃς εὐσεβεῖ λογισμῷ. Ἔστι καὶ πίνοντα οἶνον μὴ μεθύειν· καὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν τοῦτο ἐπέταξεν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων οὕτως· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἀλλ᾽ ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν, παρατροπὴ λογισμῶν, ἐρημία διανοίας, πενία συνέσεως. Ταῦτα δὲ οὐχ ἡ μέθη ποιεῖ μόνη ἡ ἐξ οἴνου, ἀλλὰ καὶ μέθη ἡ ἐξ ὀργῆς καὶ ἐπιθυμίας ἀτόπου. Καθάπερ γὰρ πυρετὸν μὲν ποιεῖ ἀγρυπνία, ποιεῖ δὲ κόπος, ποιεῖ δὲ ἀθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα· οὕτω καὶ ἐπὶ τούτων· ποιεῖ μὲν οἶνος μέθην, ποιεῖ δὲ ἐπιθυμία, ποιεῖ δὲ χυμὸς διεφθαρμένος, καὶ διάφορος μὲν ἡ ὑπόθεσις, ἓν δὲ τὸ πάθος καὶ τὸ νόσημα. Ἀπεχώμεθα μέθης· οὐ λέγω ἀπεχώμεθα οἴνου, ἀλλ᾽ ἀπεχώμεθα μέθης· οὐκ οἶνος ποιεῖ μέθην· κτίσμα γάρ ἐστι Θεοῦ, Θεοῦ δὲ κτίσμα οὐδὲν ποιεῖ πονηρὸν, ἀλλὰ προαίρεσις πονηρὰ ποιεῖ μέθην.

Καὶ ὅτι ἔστι καὶ ἄλλως μεθύειν οὐχὶ οἴνῳ μόνῳ, ἄκουσον τί φησιν ὁ Παῦλος· Μὴ μεθύσκεσθε οἴνῳ· δεικνὺς ὅτι ἔστι καὶ ἄλλως μεθύσκεσθαι· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Θαυμασίως ἐν βραχεῖ ῥήματι πᾶσαν τῆς μέθης τὴν κατηγορίαν εἶπε. Τί ἐστι, Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία; Ἀσώτους τῶν νέων ἐκείνους καλοῦμεν, τοὺς πατρῷον διαδεξαμένους κλῆρον, καὶ πάντα ἀθρόον ἐκφοροῦντας, καὶ μὴ λογιζομένους, τίνι χρὴ δοῦναι, καὶ πότε δοῦναι, ἀλλ᾽ ἁπλῶς, καὶ ἱμάτια, καὶ χρυσίον, καὶ ἀργύριον, καὶ πάντα τὸν πατρῷον πλοῦτον διανέμοντας εἰς πόρνας καὶ λάγνους. Τοιοῦτόν ἐστιν ἡ μέθη· ὥσπερ ἄσωτον λαβοῦσα νέον τὴν διάνοιαν τῶν μεθυόντων, καὶ αἰχμαλωτίσασα τὸν λογισμὸν, ἅπασαν ἡμῶν τὴν οὐσίαν τῶν νοημάτων ἀπερισκέπτως καὶ χωρίς τινος ἀκριβείας ἐκχέειν καταναγκάζει. Ὁ μεθύων οὐκ οἶδε τί μὲν εἰπεῖν χρὴ, τί δὲ σιγῆσαι, ἀλλ᾽ ἀθύρωτον αὐτοῦ τὸ στόμα διηνεκῶς· μοχλὸς οὐκ ἐπίκειται, οὐδὲ θύρα τοῖς χείλεσιν· ὁ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ ἐν κρίσει, οὐκ οἶδε διαθεῖναι τὸν πλοῦτον τῆς διανοίας, οὐκ οἶδε τὰ μὲν ἀποθέσθαι, τὰ δὲ ἀναλῶσαι, ἀλλὰ πάντα ἐκεῖνα δαπάνη καὶ ἔξοδος. Ἑκούσιος μανία μέθη, προδοσία λογισμῶν· μέθη συμφορὰ καταγελωμένη, νόσημα χλευαζόμενον, δαίμων αὐθαίρετος, καὶ παραφροσύνης χαλεπωτέρα.

βʹ. Βούλει μαθεῖν πῶς ὁ μεθύων καὶ τοῦ δαιμονῶντός ἐστι χείρων; Τὸν δαιμονῶντα πάντες ἐλεοῦμεν, τοῦτον δὲ μισοῦμεν· ἐκείνῳ συναλγοῦμεν, τούτῳ δὲ ὀργιζόμεθα καὶ ἀγανακτοῦμεν. Τί δήποτε; Ἐκείνῳ μὲν ἐπήρεια, τούτῳ δὲ ῥᾳθυμία τὸ πάθος· ἐκείνῳ ἐπιβουλὴ ἐχθρῶν, τούτῳ δὲ ἐπιβουλὴ λογισμῶν· καὶ τοιαῦτα πάσχει τῷ δαιμονῶντι ὁ μεθύων, ὁμοίως περιφέρεται, ὁμοίως ἐξέστηκεν, ὁμοίως καταπίπτει, ὁμοίως διαστρέφει τὰς κόρας, ὁμοίως σπαίρει κείμενος ἐπὶ τῆς γῆς· ἀφρὸν ἐκ τοῦ στόματος προΐεται, καὶ οὕτως ἐκχεῖ σίελον σεσηπότα, καὶ δυσωδίας ἐμπέπλησται τὸ στόμα ἀφορήτου. Φίλοις ἀηδὴς ὁ τοιοῦτος, ἐχθροῖς καταγέλαστος, οἰκέταις εὐκαταφρόνητος, γυναικὶ ἀτερπὴς, πᾶσι φορτικὸς, τῶν ἀλόγων αὐτῶν ἀτερπέστερος.

Τὰ ἄλογα μέχρι τότε πίνει ἕως ἂν διψῇ, καὶ τῇ χρείᾳ τὴν ἐπιθυμίαν ἵστησιν· οὗτος δὲ τῇ ἀκολασίᾳ παρέρχεται τὴν ἐπιθυμίαν, καὶ γέγονε τῶν ἀλόγων ἀλογώτερος· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι νόσημα τοσούτων γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα εἶναι νομίζεται· ἀλλ᾽ ἐν ταῖς τῶν πλουτούντων τραπέζαις ἅμιλλα καὶ ἀγὼν ὑπὲρ τῆς ἀσχημοσύνης γίνεται ταύτης, καὶ φιλονεικοῦσι μειζόνως πρὸς ἀλλήλους, τίς ἑαυτὸν παραδειγματίσει, τίς πλείονα παράσχῃ γέλωτα, τίς μᾶλλον διαλύσει τὰ νεῦρα, τίς μᾶλλον καταλύσει τὴν δύναμιν, τίς τὸν κοινὸν Δεσπότην παροξυνεῖ πλέον· καὶ ἔστιν ἰδεῖν στάδιον καὶ ἅμιλλαν διαβολικήν. Ὁ μεθύων τῶν νεκρῶν ἀθλιώτερος· ἐκεῖνος μὲν γὰρ ἀναίσθητος κεῖται, καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος· οὗτος δὲ πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἐστὶν ἐπιτήδειος· καὶ καθάπερ ἐν μνήματι τῷ σώματι τὴν ψυχὴν κατορύξας, νεκρὸν περιφέρει τὸ σῶμα. Εἶδες πῶς τοῦ δαιμονῶντός ἐστιν ἀθλιώτερος; πῶς τῶν νεκρῶν ἀναισθητότερος; Βούλει τὸ πάντων τούτων μεῖζον εἴπω καὶ χαλεπώτερον; Μεθύων ἄνθρωπος εἰς βασιλείαν οὐρανῶν εἰσελθεῖν οὐ δύναται· τίς ταῦτά φησι; Παῦλος.

Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Ἤκουσας εἰς ποῖον αὐτὸν ἔταξε χορόν; Μετὰ τῶν ἡταιρηκότων, μετὰ τῶν πορνευσάντων, μετὰ τῶν εἰδωλολατρῶν, μετὰ τῶν μοιχῶν, μετὰ τῶν λοιδόρων, μετὰ τῶν πλεονεκτῶν, μετὰ τῶν ἁρπάγων. Τί οὖν, φησίν; ὁ μεθύων καὶ ὁ ἡταιρηκὼς τὸ αὐτό; ὁ μεθύων καὶ ὁ εἰδωλολάτρης τὸ αὐτό; Μή μοι λέγε ταῦτα, ἄνθρωπε· νόμους ἀνέγνων θείους, ἐμὲ τὰς εὐθύνας μὴ ἀπαίτει· Παῦλον ἐρώτησον, καὶ αὐτὸς ἀποκρίνεται. Εἰ μὲν γὰρ σὺν αὐτοῖς ἢ μὴ μετ᾽ αὐτῶν κατατάττεται τῇ κολάσει, οὐκ ἔχω λέγειν· ὅτι δὲ καὶ ὁμοίως τῷ εἰδωλολάτρῃ τῆς βασιλείας τῶν οὐρανῶν ἐκπίπτει, τοῦτο σφόδρα ἂν διισχυρισαίμην· τούτου δὲ ὁμολογουμένου, τί λοιπὸν ἐμὲ εὐθύνας ἀπαιτεῖς τοῦ μέτρου τῆς ἁμαρτίας; Ὅταν γὰρ ἔξω μείνῃ τῶν θυρῶν, ὅταν ἐκπέσῃ τῆς βασιλείας, ὅταν ἔρημος γένηται τῆς σωτηρίας, ὅταν εἰς τὴν κόλασιν αἰώνιον παραπεμφθῇ· τί μοι μέτρα ἁμαρτημάτων καὶ ζυγὰ καὶ στάθμια προτείνεις; Ὄντως, ἀγαπητοὶ, δεινὸν ἡ μέθη καὶ χαλεπὸν πάνυ.