Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ θεάτρων

Ἰωάννης ὁ Χρυσόστομος

Η σκιαγράφηση της αρετής του Αβραάμ

Αναφορά στα πρότυπα των παλαιών δικαίων, η κλήση του Αβραάμ, η φιλοξενία στη Μαμβρή και η ακλόνητη πίστη του για τη γέννηση του Ισαάκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Καὶ γὰρ τοῖς ζωγράφοις ἔθος, ἐπειδὰν μέλλωσιν ἐμφερῆ τινα ἐργάζεσθαι εἰκόνα, καὶ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας τοὺς γράφεσθαι μέλλοντας παρακαθίζουσιν αὐτοῖς, ἵνα τῇ συνεχείᾳ τῆς θεωρίας ἀδιάπτωτον τῆς μορφῆς διασώσωνται τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν καὶ ἡμῖν ζωγραφῆσαι πρόκειται νῦν, οὐχὶ τύπον μορφῆς σωματικῆς, ἀλλὰ ψυχῆς κάλλος, καὶ νοητὴν εὐμορφίαν, καὶ πολιτείαν ἀκμάζουσαν τοῦ δικαίου, καὶ τὸ πρᾶον, καὶ ἥμερον, καὶ μεγαλόψυχον, καὶ τὴν ἄλλην ἅπασαν αὐτοῦ ἀρετὴν, δέον πλείονα τὴν διατριβὴν πρὸς τοῦτον ποιήσασθαι, ἵνα τῇ συνεχείᾳ τῆς τοῦ λόγου διοπτρίσεως τῆς τοῦ ἀρχετύπου ὁμοιότητος μὴ διαμάρτωμεν. Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες. Κἀκείνας μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ᾽ ἀνάγκη διηνεκῶς ἐφ᾽ ἑνὸς ἱδρύσθαι τόπου· ταύτην δὲ ὅπουπερ ἂν θέλῃς περιαγαγεῖν, οὐδὲν τὸ κωλύον. Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ᾽ αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν.

Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.

Λοιπὸν, εἰ δοκεῖ, ἐπὶ τὸ προκείμενον τὸν λόγον χειραγωγήσωμεν. βʹ. Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ᾽ εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ᾽ αὐτὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι᾽ αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φωτίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυσταγωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρηματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάντας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρχαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσεβείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον.

Πολλὰ μὲν οὖν ἀρετῆς καὶ καλοκἀγαθίας παλαιῶν ἀνδρῶν ἀνεγράψατο κατορθώματα, προθεὶς ὥσπερ ὑπογραμμὸν τηλαυγῆ ταῦτα τοῖς ὀψιγόνοις πρὸς μίμησιν. Παιδεύει τοιγαροῦν ἡμᾶς Ἄβελ τῶν ἀφθόνων παρὰ Θεοῦ δωρεῶν πρὸ τῆς χρήσεως ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ προκρίνειν Θεοῦ τιμῆς ἄλογον πάθος γαστρός. Τῷ γὰρ πρεσβυτάτῳ τῶν ὄντων ὁ μακάριος οὗτος Ἄβελ τῶν προβάτων ἔθυε τὰ πρωτότοκα, οὐδὲν μὲν τῶν ὑστάτων εἰς τὴν τοῦ πρώτου προσφέρων λατρείαν, ταῖς δὲ τῶν γενομένων ἀπαρχαῖς τὸν πρῶτον δοξάζων γεννήτορα. Μετ᾽ ἐκεῖνον παιδεύει πρὸς δικαιοσύνην ὁ θαυμάσιος Νῶε, παντὶ παρανομοῦντι κόσμῳ μόνος αὐτὸς ἀκλινῆ φυλάξας ἐν πράξεσιν ἀγαθαῖς τῆς δικαιοσύνης τὴν πλάστιγγα. Μέγα σωφροσύνης τοῖς νέοις πρόκειται παίδευμα Ἰωσὴφ ὁ μακάριος, ἐν νέῳ σώματι λευκὴν ἁγνείας ἀνθήσας πολιὰν, καὶ σχήματι δουλίῳ σαρκὸς ἡδονῶν δεσπότης γενναίως φανείς.

Ἀλλ᾽ οὗτοι μὲν οἱ μακάριοι μερικαί τινες ἴσως ἀγαθῶν ἔργων εἰκόνες εἰσίν· ἑνὸς δὲ πεποίηται μνήμην ἀνδρὸς, Ἀβραὰμ τοῦ προπάτορος, ἐν ἑνὶ μόνῳ προσώπῳ παντὶ τῷ κόσμῳ στήλην ὑψώσας πανάρετον πρὸς μίμησιν.

Τοιγαροῦν πάντες δίκαιοι, πάντες ὅσιοι τὸν πιστὸν Ἀβραὰμ αὐχοῦσι πατέρα, καὶ κλέος περίσεμνον τίθενται τὴν πρὸς αὐτὸν οἰκειότητα. Πιστοῖς μὲν γὰρ διὰ τοῦτον ὁ ζῆλος ὑπάρχει τῆς πίστεως· φιλοξένοις οὗτος φιλοξενίας καθηγητὴς, ἔργοις, οὐ λόγοις τὸ πρακτέον δεικνύς· οἱ θεοσεβείας ἀθληταὶ στεφανηφοροῦσι, τὴν ἀνδρείαν τὴν τούτου ζηλώσαντες· τοῦ ἀρχετύπου τούτου ἐμφερεῖς εἰκόνες πάντες οἱ μεγαλόψυχοι· ἡ πρὸς τοῦτον ἅμιλλα τῶν τοσούτων δικαίων πλῆθος ἤνεγκεν· ἐκ ταύτης τῆς φιλοθέου ῥίζης πάντες ἐβλάστησαν οἱ φιλόχριστοι. Καὶ τί τὸ κατὰ εἶδος ἐπαριθμοῦμαι; Πάντες γὰρ, ὡς ἔπος εἰπεῖν, ὧν λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ἐκ τῆς πιστῆς τοῦ προπάτορος λαμπάδος ἀνήφθησαν· τοσούτους αὐτῷ παῖδας ἀγαθοὺς ὁ κατ᾽ εὐσέβειαν τρόπος ἐφόρησεν. Ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Ὦ μακαρία ψυχὴ, τοσοῦτον πλῆθος κατορθωμάτων ὑφ᾽ ἓν χωρήσασα! Σὺ πάμφορος ἀληθῶς χώρα, σὺ πεδίον πάγκαρπον τῶν κατ᾽ εὐσέβειαν ἔργων, σὺ λειμὼν εὐανθὴς παντοίοις δικαιοσύνης ἄνθεσι βρύων, σὺ καὶ στέφανος εὐπρεπὴς, μέσον ἔχων τῆς πίστεως μαργαρίτην προλάμποντα. Προσέταττεν ὁ Θεός· Ἔξελθε ἐκ τῆς γῆς σου· σὺ δὲ οὐκ ἠμέλησας, ἀλλ᾽ εἴχου τῆς ὁδοῦ, πρὶν τελεσθῆναι τὸ πρόσταγμα.

Προσετίθει τῷ, Ἔξελθε ἐκ τῆς γῆς σου, τὸ, Καὶ ἐκ συγγενείας σου· σὺ δὲ οὐκ ἐθηλύνου τῇ πρὸς τὸ γένος στοργῇ, τοῦ γένους γενεσιουργὸν προτιμῶν. Εἶπεν ὁ Θεὸς, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ τὸ τούτων βαρύτερον, Καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ἀλλ᾽ οὐδὲν ἡγήσω βαρὺ, ὧν προστάσσει Θεός. Οὐκ ἐπέσχε σου τῆς ψυχῆς τὴν προθυμίαν οὐ τιμὴ πατρὸς, οὐ πόθος μητρὸς, οὐ στοργὴ συγγενῶν. Οὐκ ἐνενόησας οἷα ἐπὶ σοὶ θρηνήσει μήτηρ γηραλέα, οἷα ἐπὶ σοὶ κλαύσεται πρεσβύτης πατήρ.

Οὐ γὰρ ᾠήθης δεῖν εἶναι φιλανθρωπότερος τοῦ τὴν κλῆσιν ἐπάγοντος. Ἦν σοι πατὴρ αἰδέσιμος, ἀλλ᾽ οὐχ ὡς πάντων Πατήρ· ἐπόθεις μητέρα, ἀλλὰ θεοσέβειαν μᾶλλον. Οἴκου κατεφρόνησας πατρικοῦ, καὶ πλούτου προγονικοῦ.

Μόνον γὰρ ᾔδεις τῇ ψυχῇ πρέποντα τὸν διὰ πίστεως πλοῦτον, τὸ ἀθάνατον κτῆμα, τὸν ἄσυλον θησαυρόν. Ὢ οἷος ἀστὴρ, ἑωσφόρου φαιδρότερος, ἐξ ἀνατολῶν εἰς Παλαιστίνην ἐξέλαμψας, ἐν ἀφεγγεῖ πολυθεΐας βίῳ φαιδρὰς ἐκλάμψας θεοσεβείας ἀκτῖνας! Σὲ Θεὸς ἀγαθὸν θεοσεβείας γλύκασμα τῇ πικρᾷ καὶ Χαναναίων ἐνέβαλε πολιτείᾳ. Σὺ, καθάπερ ἅλας φιλανθρωπίας, γέγονας πονηροῦ βίου παράρτυμα. Σὺ γαληνὸς πέφηνας φιλοξενίας λιμὴν ἐν μέσῳ κλυδωνίου τῇ τῶν ἀλλοφύλων μισανθρωπίᾳ.

γʹ. Πῶς σου, μακάριε, τὴν φιλάνθρωπον διαγράψω σκηνήν; πῶς οὐ θαυμάσω τὴν δρῦν τὴν καλουμένην Μαμβρῆ, ἣν σὺ τοῖς ἀγαθοῖς τρόποις ἡμέρωσας; Κοινὸν ἦν ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμισθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ᾽ ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ.

Ηὐλίζου δὲ σὺ πανημέριος ὑπὸ τῇ δρυῒ, ἀγαθὸς τοῖς ὁδεύουσι προφαινόμενος ἀναπαύσεως ἄγγελος. Ὤφθη σοι Χριστὸς, ὦ θαυμάσιε, ὑπ᾽ ἀγγέλων δορυφορούμενος δύο, καὶ γέγονας διὰ φιλοξενίας καὶ Θεῷ καὶ ἀγγέλοις ὁμόσκηνος. Ὦ μακαρία σκηνὴ, ἡ Θεὸν μετ᾽ ἀγγέλων δι᾽ οἰκονομίαν χωρήσασα! Ὤφθη σοι Χριστὸς ἐν ἀνθρώπου σχήματι, τῆς θείας αὐτοῦ καὶ σωτηρίου ἐπιδημίας παραφαίνων σοι τὰ μυστήρια· ὅμως οὐκ ἔλαθέ σε τοῦ παρόντος ἡ δόξα διὰ τὸ δουλικὸν σχῆμα. Εἶχες γὰρ ὀφθαλμοὺς ἄλλους, οἷς Δεσπότης γνωρίζεται. Ἐπέγνως τοιγαροῦν μεσίτην Θεοῦ, τὸν ἐν μέσῳ δύο ζώων γνωρίζεσθαι μέλλοντα Υἱόν. Θαυμάζω μέν σου, μακάριε, τὴν περὶ τῶν φανέντων σπουδήν· ἐξὸν γὰρ ἐπιτάξαι θεράποντι καὶ πληρῶσαι τὴν χρείαν προστάγματι, ἔδραμες σὺ εἰς τὰς βόας πρεσβύτης, ἀκμάζοντι πόθῳ παλαιὸν σῶμα στηρίζων. Ἐκοινώνει δέ σοι προθύμως τῶν ἔργων ἡ σύζυγος, καὶ πλήθει ἀζύμων ἄρτων ἐστεφάνου τὴν τράπεζαν· οὐ γὰρ ἀνέμεινε τὴν ζύμωσιν ἡ τῆς φιλοξενίας σπουδή. Πάντα δὲ ἦν φόβου καὶ σεβάσματος τὰ πραττόμενα, οὐχ ὡς ἄνδρας ξενίζοντος, ἀλλ᾽ ὡς Θεῷ θυσίαν προσφέροντος. Καλός σου, μακάριε, διὰ ταῦτα τῆς φιλοξενίας ὁ καρπὸς, καλὴ καὶ τῆς φιλοθεΐας ἡ ἀμοιβή. Λύεται γὰρ παρὰ πάσας ἐλπίδας μήτρας ἐστειρωμένης δεσμὰ, καὶ νεκρὰ πρεσβύτου μέλη πρὸς τέκνου γνησίου σπόρον ἀνθεῖ, καὶ δέχῃ παρὰ μονογενοῦς Θεοῦ περὶ μονογενοῦς υἱοῦ εὐαγγέλια.

Κατὰ τὸν καιρὸν γὰρ, φησὶ, τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.

Πῶς σου κατ᾽ ἀξίαν ἐπαινέσω τὴν πίστιν, πανόλβιε; Οὐ γὰρ διεκρίθης πρὸς τὴν ὑπόσχεσιν, οὐδὲ περὶ ἐπαγγελίαν ἐχώλανας, οὐδὲ κατενόησας τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, οὐδὲ ἀπέβλεψας εἰς τὴν στείρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ᾽ ἐνεδυναμώθης τῇ πίστει, εἰδὼς ὅτι ὃ ἐπήγγελται ὁ Θεὸς, δυνατός ἐστι καὶ πληρῶσαι. Οὐ γὰρ δουλεύει φύσεως πάθεσιν ὁ φύσεως δημιουργὸς, ὅτι οὐχ ὑπόκειται φύσεως ἀνάγκῃ Θεὸς ἐν οἷς ἐργάζεται, πάσης φύσεως ὑπάρχων δημιουργός· ἀκολουθεῖ δὲ πρὸς πᾶν εἶδος μεταβολῆς ἡ φύσις τῷ ἐλευθέρῳ τοῦ πεποιηκότος θελήματι. Τοιγαροῦν οὐκ ἐψεύσθης τῶν ἐλπίδων, μακάριε, ἀλλ᾽ ὀνομάζῃ πατὴρ ἐν προθεσμίᾳ ῥητῇ, ἐν ἡλικίᾳ νεκρᾷ. Καὶ πρῶτον βλέπεις ἐκ Σάῤῥας καρπὸν, καὶ θαυμάζεις πῶς ἐπιῤῥέουσι παρ᾽ ἐλπίδας τῇ γεγηρακυίᾳ τοῦ γάλακτος αἱ πηγαὶ, καὶ μετ᾽ ὀλίγον προσψελλίζεις τῷ τόκῳ, καλεῖν πατέρα διδάσκων τὸ γένημα, ταύτην αἰτῶν παρὰ τοῦ τέκνου τὴν κλῆσιν, ἣν προλαβοῦσα δι᾽ ἐπαγγελίας ἡ χάρις ἐκύρωσε.