Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ θεάτρων

Ἰωάννης ὁ Χρυσόστομος

Οι υποθετικές παρεμβάσεις των δούλων

Η απομάκρυνση των υπηρετών και η εκτενής ρητορική ανάπτυξη των επιχειρημάτων τους προκειμένου να αποτρέψουν την επικείμενη θυσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 6

Πέπονθά τι πρὸς τὴν τῶν ἔργων διήγησιν, ὡς πατήρ. Μόνης γὰρ ἦν τῆς τοῦ Ἀβραὰμ γλώττης, ὡς οἶμαι, ἀδακρυτὶ τὰ γινόμενα διηγήσασθαι, καὶ τοιαύτην δεῖξαι ἐπὶ τῶν λόγων μεγαλοψυχίαν, οἵαν ἐκεῖνος ἐπὶ τῶν ἔργων ἔδειξε τὴν στεῤῥότητα. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ τίμιον τοῦ ἀνδρὸς, ὅτι ὃ ἐκεῖνος εὐσταθῶς εἰργάσατο, τοῦτο ἡμεῖς οὐδὲ τοῖς λόγοις εἰπεῖν ἀπαθῶς ὑπομένομεν. Ἀλλ᾽ ὅμως πειρατέον, κἂν μὴ λίαν ἔτι που τῆς τοῦ προπάτορος ἀρετῆς ἐφικώμεθα, φιλοθεΐας νόμῳ τὰ πάθη νικήσαντας κοινωνῆσαι αὐτῷ τῆς θυσίας, τῷ μέρει τῆς διηγήσεως. Ἀνακαύσας τοίνυν λαμπρὸν ἐπὶ τῷ βωμῷ τὸ πῦρ, σχηματίζει πρὸς τὴν θυσίαν, ἱερείου νόμῳ, τὸν υἱὸν ὁ πατὴρ, τὸν ἀγαπητὸν, τὸν μονογενῆ, καὶ θεὶς ὡς εἰς προσκύνησιν ἐπὶ τὰ γόνατα, ὄπισθε κατὰ τὸν νῶτον περιειλεῖ, τὸ ἐναντίον σχῆμα περιτιθεὶς τῷ παιδί· εἶτα τοῖς οἰκείοις ἀντιστηρίξας γόνασιν ὄπισθεν, καὶ τὴν κόμην πρὸς ἑαυτὸν ἀντανακλάσας, ἀνατείνας τὴν δεξιὰν, τολμᾷ φέρειν ἀφ᾽ ὑψηλοῦ κατὰ τοῦ λαιμοῦ τὴν σφαγήν. Ὢ τόνος φιλοθεΐας! ὢ ψυχῆς ἀνίκητος ἀνδρεία!

Ἔδησε πρὸς σφαγὴν τὸν υἱὸν, καὶ οὐκ ἐλύθησαν τῆς φύσεως οἱ ἁρμοί. Τὸ ξίφος ἐν χερσὶ, καὶ οὐκ ἐνάρκησεν ἡ δεξιά. Τίς ἂν ἤνεγκε παρεστὼς τοῖς γινομένοις; τίς οὐκ ἀνεστράφη; τίς οὐκ ἔφυγε τοῦ πατρὸς γενόμενος συμπαθέστερος; Διὰ τοῦτο τοὺς δούλους ὁ σοφὸς γέρων οὐ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ, ἀλλὰ μακρὰν περιμένειν κελεύει, ἵνα μὴ συμπαθήσαντες τῇ σφαγῇ τοῦ δεσπότου, φιλοθέου γνώμης πρᾶξιν κωλύσωσι. Τίνα γὰρ οἴει παρόντας τοὺς παῖδας λαβεῖν ἔννοιαν περὶ τοῦ δεσπότου, βλέποντας αὐτὸν ἁπλῶς οὕτως ὁρμῶντα πρὸς τὴν τοῦ ἠγαπημένου παιδὸς σφαγήν; τίνας ἂν πρὸς ἑαυτοὺς λόγους εἰπεῖν; Ὢ τῆς δεινῆς ταύτης καὶ ἀπευκταίας συμφορᾶς! Ὁ δεσπότης ἡμῶν τάχα μαίνεται, καὶ οὐ γνωρίζει τὸν περιπόθητον υἱὸν, ἀλλ᾽ ἕν τι τῶν εἰς θυσίαν κατέχειν φαντάζεται, μόσχον ἢ πρόβατον. Προσέλθωμεν τοίνυν τὸ τάχος αὐτῷ· οὐ γὰρ ἀναμένει τὸ πρᾶγμα βραδυτῆτα· κρατήσωμεν τέως τὸ ξίφος, ἐπισχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή.

Μὴ γὰρ ἀκίνδυνον τὸ προσελθεῖν; πῶς φείσεται δούλων, ὁ υἱοῦ μὴ φειδόμενος φιλτάτου; Παρακινδυνεύσωμεν δὲ ὅμως Εὐκλεὴς ἡμῶν ὁ θάνατος, ἂν τύχῃ· ὑπὲρ γὰρ νέου ἔσται δεσπότου. Φθεγξώμεθά τι παρὰ τὸ προσῆκον, ἐπιτιμήσωμεν ὡς μαινομένῳ, εἰ ἄρα καὶ αἴσθοιτο. Τιμῆς ἄξιος ὁ δεσπότης, ἀλλ᾽ ἐν σωφροσύνῃ αἰδοῦς, ἀλλ᾽ οὐκ εἰς θάνατον. Ὑβρισθεὶς ἐν μανίᾳ, χάριν εἴσεται σωφρονήσας, καὶ ὡς εὐεργέτας ἀμείψεται, ὡς σωτῆρας τοῦ τέκνου. Ταῦτα λέγοντες προσέδραμον ἂν εὐθὺς, καὶ πρῶτον μὲν τῆς δεξιᾶς χειρὸς ἐξείλοντο τὸ ξίφος, καὶ τοῦ θανάτου τὸν Ἰσαάκ· ἔπειτα καὶ λόγοις ἂν ἐχρήσαντο, τοῖς μὲν πρὸς νῆψιν ἄγουσι, τοῖς δὲ πρὸς ἑαυτοὺς μᾶλλον τὴν ὁρμὴν τοῦ δεσπότου μετάγουσι, λέγοντες· Ἐπίστησον, δέσποτα, τῇ διανοίᾳ· τὸν υἱὸν ἐν χερσὶν ἔχεις, τὸν ἀγαπητὸν, τὸν τῆς στείρας τόκον, τὸ παρὰ Θεοῦ ὄψιμον δῶρον, τὸν τῆς φιλοξενίας καρπὸν, τὸν ἀντὶ μόσχου μόσχον, δι᾽ ὃν μόνον γενεθλίους ἐτέλεσας ἑορτὰς, καὶ σωτηρίους τῷ Ὑψίστῳ θυσίας προσήνεγκας, ὃν ἐλπίσιν ἀνέθρεψας ὡς βακτηρίαν τοῦ γήρως, δι᾽ ὃν ἔζης ἡδέως, οὗ ὑπερηύχου μὴ ἰδεῖν θάνατον, ἀλλὰ κληρονόμον ἀπολιπεῖν καὶ δεσπότην ἡμέτερον· τοῦτον ἐν χερσὶν ἔχεις. Ἰδὲ τοῦ παιδὸς τὴν μορφὴν, δέσποτα, τὴν σὴν γνώρισον εἰκόνα. Τοιοῦτος γὰρ ἦς καὶ σύ ποτε, ὅτε ἦς νέος. Ἰσαὰκ, φθέγξαι τι καὶ σὺ πρὸς τὸν πατέρα, ὅπως διὰ τῆς φωνῆς γνωρίσῃ τὸ γέννημα.

Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ᾽ ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως. Ἐπόθεις γὰρ αὐτοῦ καὶ πρωΐμους ἰδέσθαι καρποὺς, καὶ τούτοις τέρπεσθαι πάλιν, ὡς ἐπὶ θηλάζοντι τῷ Ἰσαάκ. Ἀλλ᾽ ὢ τῶν ἀπευκταίων συμφορῶν, εἰς οἵας αὐτὸν ἤγαγες ἡμέρας! Ἀντὶ στεφάνων δεσμὰ, ἀντὶ γυναικὸς μάχαιρα. Φαίνεις δὲ καὶ πῦρ, οὐχ ᾧ γήμῃ τις, ἀλλ᾽ ᾧ θάπτεται. Παρίσταται δὲ καὶ ὁ νέος, οὐ παστοῖς ἐστεφανομένος, ἀλλὰ βωμῷ δεδεμένος, καὶ φορῶν οὐκ ἐσθῆτα γαμήλιον, ἀλλὰ σχῆμα θανάσιμον. Οὐ παρέστη δὲ κηδεστὴς γάμου, συνάπτων τὰ διωρισμένα τῷ γένει, ἀλλὰ παρέστη πατὴρ, σφαγῇ χωρίζων τὰ ἡνωμένα τῇ φύσει. Οὕτω περὶ τέκνων μηδὲ Χαναναίων πατέρες βουλεύσαιντο.

Τοιαῦτα μέχρι νῦν τῷ Ὑψίστῳ προσέφερες θύματα; τοιαῦτα προσῆγες ὑπὲρ τῆς σωτηρίας τοῦ τέκνου χαριστήρια; Οὐχὶ κριοὺς καὶ τράγους ἐδιχοτόμεις, ἄλογα ζῶα, τὸν τῶν λογικῶν καὶ ἀλόγων Δεσπότην ἱλασκόμενος; τὸ δὲ νῦν σφάγιον ὁποῖον; Ὢ τῶν ἀνυποίστων κακῶν! Ὅμοιον τῷ ἱερεῖ τὸ ἱερεῖον, συγγενὲς τῷ ἱλασκομένῳ τὸ ἵλασμα· οὐκ ἐκ ποίμνης, ἀλλ᾽ ἐκ φύσεως αὐτῆς τοῦ ἱερέως τὸ θῦμα. Τοιαύτας ὁ Θεὸς οὐ λαμβάνει θυσίας· φιλάνθρωπος γὰρ ὢν, ἄνθρωπον εἰς θυσίαν οὐ δέχεται. Τί σε καλέσομεν ἀπὸ τοῦ νῦν, ὦ δέσποτα; ἱερέα διὰ τὴν θυσίαν, ἢ τεκνοκτόνον διὰ τὸ τέκνον; Ξένος τις οὗτος ἀληθῶς ὁ τῆς θυσίας τρόπος, καὶ οὐδὲ λόγῳ ῥητός.

Πᾶσαι γὰρ αἱ θυσίαι ὑπὲρ σωτηρίας τελοῦνται, ὁ δὲ σὸς υἱὸς διὰ θυσίας ἀπόλλυται. Τί δὲ καὶ καλέσομεν τὸ πραττόμενον; φόνον, ἢ θυσίαν; ἀρὰν, ἢ προσφοράν; ἐμπρησμὸν, ἢ ὁλοκάρπωσιν; Οὕτω γὰρ ἔκθεσμον, οὕτως ἔκνομόν ἐστιν, ὅτι οὐδὲ προσηγορίαν ἔχει προσφορᾶς τὸ γινόμενον. Ὢ, οἷα ἰδεῖν ἠλπίσαμεν, καὶ οἷα νῦν θεώμεθα! Ἠλπίσαμεν αὐτὸν ὑπουργοῦντά σοι πρὸς τὰς θυσίας, λειτουργοῦντα πρὸς τὰς ἱερουργίας· νῦν δὲ, ὢ τῶν ἀνυποίστων κακῶν! οὐ παρέστηκε τῷ ἱερεῖ θῦμα κρατῶν, ἀλλ᾽ αὐτὸς κεῖται δεδεμένος ἀντὶ θύματος· οὐδὲ φωνὴν ἀφίησιν, ὡς ἀμνὸς, ἀλλ᾽ ἄφωνος κεῖται καὶ ἄλαλος, καὶ ἀφελέστερος καὶ προβάτου πρὸς μόνην βλέπει τὴν δεξιὰν, ἣν πολλάκις ὡς φιλοστόργου πατρὸς κατεφίλησε, τάχα δὲ καὶ νῦν, μετὰ τοῦ ξίφους ἐχομένην αὐτὴν ὁρῶν, καταφιλῆσαι θέλει. Πολλαί σοι ποιμναὶ προβάτων, δέσποτα, βοῶν ἀγέλαι πολλαί· ἐκ τούτων πλήρωσον τὴν θυσίαν τῶν θυσίμων, τῶν νενομισμένων, οὐ τῶν ἀθύτων καὶ ἀβρώτων. Πάσας εἰς ἓν ὁλοκάρπωσον, εἰ βούλει, τὰς ἀγέλας· οὐκ ἀντιλέγομεν· ἔννομος γὰρ τῆς θυσίας ταύτης ἡ φιλοτιμία· τὸ δὲ νῦν πραττόμενον πόλεμος μᾶλλον ἢ θυσία, πολιορκία τις, οὐ προσφορά. Ταῦτα γὰρ εὐχόμενοι ὑπομένομεν, ἅπερ εὐχόμεθα μὴ ἰδεῖν πολεμούμενοι· καὶ τοιαῦτα πάσχομεν ἐν θυσίαις, οἷα ἵνα μὴ πάθωμεν εὐχόμεθα. Τὸ νῦν ἔργον ὀλεθριώτερον καὶ πολέμου.

Τάχα γὰρ ἂν ἐφείσατο καὶ πολέμιος, τοῦ νέου τὴν μορφὴν, τὴν ἡλικίαν αὐτοῦ κατελεήσας. Πῶς οἰκήσεις ἔτι τῶν Χαναναίων τὴν χώραν, νικήσας οὕτω καὶ θηρίων ὠμότητα; Τάχα πάντες ἐπιστήσονταί σοι τῶν Χαναναίων οἱ παῖδες, ἀνέλωμεν λέγοντες, τὸν τεκνοκτόνον, μὴ πονηρὸν γένηται παιδοκτονίας παράδειγμα τοῖς ἡμετέροις πατράσιν. Ἔκκοψον δὲ καὶ σὺ τὴν φιλόξενον δρῦν, τὴν φιλάνθρωπον σκηνὴν, ἔμπρησον αὐτὴν, ὡς τὸν παῖδα. Οὐδεὶς γὰρ ἔτι πλησιάσαι σοι τῶν ὁδευόντων τολμήσει, ὕποπτος αὐτοῖς ὑπάρχων, ὁ υἱοῦ μὴ φεισάμενος.

Πῶς οὖν ἡ ἀθλία σε Σάῤῥα, ἡ ἡμετέρα δέσποινα, ἡ σὴ μὲν σύνοικος, ἡ τούτου δὲ μήτηρ, ὄψεται, ἁγιώτερον ἐκ τῆς θυσίας τὸν παῖδα προσδεχομένη; Τί γὰρ νομίζεις παθεῖν αὐτὴν ἔρημον τοῦ τέκνου τὸν πατέρα θεασαμένην;

Οὐχὶ πεσεῖται εἰς γῆν ἀθυμίᾳ λυθεῖσα; οὐ παραχρῆμα κινδυνεύσει πεσοῦσα; οὐκ ἀπολέσεις μετὰ τοῦ υἱοῦ καὶ τὴν σύνοικον; Πῶς οὖν ἄλλον Ἰσαὰκ γεωργήσεις, δέσποτα, πετρωθείσης τῷ θανάτῳ τῆς χώρας; Ὡς εἴθε μηδὲ τὴν ἀρχὴν ἐλύθη τῆς Σάῤῥας ἡ στείρωσις, ἵνα σὺ μήτε πατὴρ, μήτε παιδοκτόνος ἐκλήθης. Ποῖος αἰὼν οὕτω μακρὸς λήθῃ καλύψαι δυνήσεται τὸ πραττόμενον;

Οὐκ ἴσχυσεν ὁ παρελθὼν χρόνος τὸ τῆς ἀδελφοκτονίας ἀπαλεῖψαι μῖσος, ἀλλ᾽ ἔτι καὶ νῦν ψέγεται Κάϊν ὡς μὴ γνωρίσας τὴν φύσιν, καὶ πρόῤῥιζον μὲν ἅπαν αὐτοῦ διὰ κατακλυσμοῦ τὸ γένος ἀπόλωλεν, ἡ δὲ μνήμη τῆς ἀδελφοκτονίας οὐδὲ πλήθει τοσούτων ὑδάτων ἐκπέπλυται.

Παρὰ πολὺ δὲ τεκνοκτόνος ἀδελφοκτόνου βαρύτερον, καὶ τοσοῦτον ὅσον ἀδελφοῦ πατὴρ οἰκειότερος. Τί τοίνυν, δέσποτα, θεοσεβεῖ καὶ θαυμαστῷ βίῳ αἰσχύνην ἐπάγεις ἀθάνατον, οὐ χρόνῳ δυναμένην ἐξαλειφθῆναι, οὐχ ὕδασι.