Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατὰ θεάτρων

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντική παρέμβαση, αφορισμός και η ευθύνη του ποιμνίου

Οδηγίες για την αναζήτηση και την επιστροφή των πεπλανημένων, επιβολή του επιτιμίου του αφορισμού στους αμετανόητους και υπογράμμιση της συνευθύνης όσων ανέχονται σιωπηρά την αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀπὸ τῶν νῦν παρ᾽ ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν τὴν ὀδύνην. Νῦν γοῦν ὁρῶ μεταξὺ τῶν λόγων τούτων τὰ μέτωπα τύπτοντας, καὶ πολλὴν ὑμῖν ἔχω χάριν, ὅτι δῆμος οὕτως ἐστὲ εὔσπλαγχνος. Τάχα δὲ οἶμαι πολλοὺς τῶν μηδὲν ἡμαρτηκότων ταῦτα ποιεῖν, ἀλγοῦντας ὑπὲρ τῶν ἀδελφικῶν τραυμάτων. Διὰ τοῦτο ὀδυνῶμαι καὶ κόπτομαι, ὅτι τοιαύτην ἀγέλην ὁ διάβολος λυμαίνεται. Ἀλλ᾽ εἰ βουληθείητε, ταχέως αὐτοῦ τὴν εἴσοδον ἀποφράξομεν. Πῶς καὶ τίνι τρόπῳ; Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας ἴδοιμεν· εἰ τὰ δίκτυα τῆς διδασκαλίας ἁπλώσαντες περιέλθοιμεν τοὺς θηριαλώτους ζητοῦντες, καὶ ἐξ αὐτῆς τοῦ λέοντος τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσοιμεν. Μὴ γάρ μοι λέγε· Ὀλίγοι εἰσὶν οἱ ἀποβουκολισθέντες. Κἂν δέκα μόνον ὦσιν, οὐχ ἡ τυχοῦσα ζημία· κἂν πέντε, κἂν δύο, κἂν εἷς. Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα διὰ τοῦτο καταλιπὼν πρόβατα, ἐπὶ τὸ ἓν ἔτρεχε, καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ ἐπανήγαγε, καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι᾽ ἐκείνου τὴν ἀποκατάστασιν τοῦ πλανηθέντος ἐπλήρωσε. Μὴ λέγε, ὅτι εἷς ἐστιν· ἀλλ᾽ ἐννόησον, ὅτι ψυχή ἐστι, δι᾽ ἣν τὰ ὁρώμενα πάντα γέγονεν· δι᾽ ἣν νόμοι, καὶ τιμωρίαι, καὶ κολάσεις, καὶ τὰ μυρία θαύματα, καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι· δι᾽ ἣν οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο.

Ἐννόησον ὅση τιμὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς, καὶ μὴ καταφρόνει τῆς σωτηρίας αὐτοῦ, ἀλλ᾽ ἀπελθὼν ἡμῖν ἐπανάγαγε, καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν. Εἰ δὲ μὴ ἀνέχοιτο, μηδὲ ἡμῶν συμβουλευόντων, μηδὲ ὑμῶν παραινούντων, τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν, ᾗ ὁ Θεὸς ἡμῖν ἔδωκεν οὐκ εἰς καθαίρεσιν, ἀλλ᾽ εἰς οἰκοδομήν.

δʹ. Διὰ δὲ τοῦτο προλέγω, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην, οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων, οὐ μεταδώσω μυστηρίων, οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης· ἀλλ᾽ ὥσπερ οἱ ποιμένες τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ὥστε μὴ μεταδοῦναι τοῖς λοιποῖς τῆς νόσου· οὕτω δὴ ἐργάσομαι κἀγώ.

Εἰ γὰρ τὸ παλαιὸν ὁ λεπρὸς ἔξω τῆς παρεμβολῆς ἐκελεύετο καθῆναι, κἂν βασιλεὺς ἦν, ἐξεβάλλετο μετὰ τοῦ διαδήματος, πολλῷ μᾶλλον ἡμεῖς τὸν τὴν ψυχὴν λεπροῦντα ταύτης ἐκβαλοῦμεν τῆς ἱερᾶς παρεμβολῆς. Ὥσπερ γὰρ τὴν ἀρχὴν παραινέσει καὶ συμβολῇ ἐχρησάμην, οὕτω καὶ νῦν μετὰ τοσαύτην παραίνεσιν καὶ διδασκαλίαν ἀνάγκη λοιπὸν καὶ τομὴν ἐπαγαγεῖν. Καὶ γὰρ ἐνιαυτὸν ἔχω λοιπὸν τῆς πόλεως ἐπιβὰς τῆς ὑμετέρας, καὶ οὐ διέλιπον πολλάκις καὶ συνεχῶς ταῦτα ὑμῖν παραινῶν.

Ἐπεὶ οὖν ἐναπέμεινάν τινες τῇ σηπεδόνι, φέρε λοιπὸν τὴν τομὴν ἐπαγάγωμεν. Εἰ γὰρ μὴ σιδήριον ἔχω, ἀλλ᾽ ἔχω λόγον σιδήρου τομώτερον· εἰ καὶ μὴ πῦρ βαστάζω, ἀλλ᾽ ἔστι μοι διδασκαλία πυρὸς θερμοτέρα, εὐτονώτερον δυναμένη καίειν.

Μὴ οὖν καταφρόνει τῆς ἀποφάσεως τῆς ἡμετέρας. Εἰ γὰρ εὐτελεῖς ἡμεῖς καὶ σφόδρα οἰκτροὶ, ἀλλ᾽ ὅμως ἐνεχειρίσθημεν ἀξίαν παρὰ τῆς τοῦ Θεοῦ χάριτος τὴν δυναμένην ταῦτα ἐργάζεσθαι. Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι, ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται, οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας. Εἰ δὲ ἐφρίξατε ταύτην ἀκούσαντες τὴν ἀπόφασιν (καὶ γὰρ ὁρῶ πάντας στυγνάζοντας καὶ συνεσταλμένους ὄντας), μεταβαλλέσθωσαν, καὶ λέλυται τὰ τῆς ἀποφάσεως. Ὥσπερ γὰρ ἐξουσίαν ἐλάβομεν δῆσαι, οὕτως καὶ λῦσαι, καὶ πάλιν ἐπαγαγεῖν. Οὐ γὰρ τοὺς ἀδελφοὺς ἡμῶν ἀποκόψαι βουλόμεθα, ἀλλὰ τὸ ὄνειδος τῆς Ἐκκλησίας ἀποκρούσασθαι. Νῦν μὲν γὰρ καὶ Ἕλληνες ἡμῶν καταγελάσονται, καὶ Ἰουδαῖοι κωμῳδήσουσιν, ὅταν ἁμαρτάνοντας ἑαυτοὺς οὕτως περιορῶμεν. Τότε δὲ καὶ ἐκεῖνοι σφόδρα ἡμᾶς ἐπαινέσουσι, καὶ θαυμάσονται τὴν Ἐκκλησίαν, τῶν παρ᾽ ἡμῖν αἰδεσθέντες νόμων.

Μηδεὶς τοίνυν τῶν ἐπιμενόντων τῇ αὐτῇ πορνείᾳ τῆς ἐκκλησίας ἐπιβαινέτω, ἀλλὰ καὶ ἀφ᾽ ὑμῶν ἐπιτιμάσθω, καὶ κοινὸς ἔστω πολέμιος. Εἴ τις γὰρ, φησὶν, οὐχ ὑπακούσῃ τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Τοῦτο δὲ ποιήσατε· μήτε λόγου μετάδοτε, μήτε εἰς οἰκίαν δέξησθε, μήτε τραπέζης κοινωνήσητε, μήτε εἰσόδου, μήτε ἐξόδου, μήτε ἀγορᾶς· καὶ οὕτω ῥᾳδίως αὐτοὺς ἀνακτησόμεθα.

Καὶ καθάπερ οἱ κυνηγοὶ τὰ δυσάλωτα τῶν θηρίων οὐκ ἐξ ἑνὸς μέρους, ἀλλὰ πάντοθεν ἐλαύνοντες, εἰς τὴν σαγήνην ἐμβάλλουσιν· οὕτω δὴ καὶ ἡμεῖς τοὺς ἐκθηριωθέντας συνελάσωμεν, καὶ ταχέως εἰς τὰ δίκτυα τῆς σωτηρίας ἐμβαλοῦμεν, ἡμεῖς ἐντεῦθεν, ὑμεῖς ἐκεῖθεν. Ἵν᾽ οὖν τοῦτο γένηται, καὶ ὑμεῖς ἡμῖν συναγανακτήσατε, μᾶλλον δὲ ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων ἀλγήσατε, καὶ μικρὸν ἀποστράφητε τούτους τὰ τοιαῦτα νοσοῦντας καὶ παρανομοῦντας τῶν ἀδελφῶν, ἵνα διηνεκῶς αὐτοὺς ἔχητε.

Οὐδὲ γὰρ τὸ τυχὸν ὑμῖν ἐστι κρίμα, εἰ παρίδητε τοσαύτην ἀπώλειαν, ἀλλὰ μεγίστην ἕξετε τιμωρίαν. Εἰ γὰρ ἐν ταῖς τῶν ἀνθρώπων οἰκίαις ἂν ἁλῷ τις τῶν οἰκετῶν ἀργύριον ἢ χρυσίον ὑφελόμενος, οὐκ αὐτὸς κολάζεται μόνον ὁ ἁλοὺς, ἀλλὰ καὶ οἱ συνειδότες καὶ μὴ καταγγείλαντες, πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας. Ἐρεῖ γάρ σοι τηνικαῦτα ὁ Θεός· Ὁρῶν ἀπὸ τοῦ οἴκου τοῦ ἐμοῦ οὐκ ἀργύριον, οὐδὲ χρυσοῦν σκεῦος κλαπὲν, ἀλλὰ σωφροσύνην συληθεῖσαν, καὶ τὸν λαβόντα τὸ σῶμα τὸ τίμιον, καὶ τοιαύτης μετασχόντα θυσίας, ἀπελθόντα εἰς τὸ τοῦ διαβόλου χωρίον, καὶ τοιαῦτα παρανομήσαντα, πῶς ἐσίγησας; πῶς ἤνεγκας; πῶς οὐκ ἀπήγγειλας τῷ ἱερεῖ; καὶ οὐ τὰς τυχούσας ἀπαιτηθήσῃ εὐθύνας. Διά τοι τοῦτο καὶ ἐγὼ, καίτοι γε μέλλων λυπεῖν, οὐδενὸς φείσομαι τῶν ἐπαχθεστέρων. Πολλῷ γὰρ βέλτιον ἐνταῦθα λυπηθέντας ἡμᾶς ἐξελέσθαι τῆς μελλούσης κρίσεως, ἢ ῥήμασι χαρισάμενον μεθ᾽ ὑμῶν κολασθῆναι τότε. Οὐδὲ γὰρ ἀσφαλὲς ἡμῖν, οὐδὲ ἀκίνδυνον, σιγῇ τὰ τοιαῦτα φέρειν Ὑμῶν γὰρ ἕκαστος ὑπὲρ ἑαυτοῦ δώσει τὰς εὐθύνας· ἐγὼ δὲ τῆς ἁπάντων σωτηρίας ὑπεύθυνος. Διὰ δὴ τοῦτο οὐ παύσομαι πάντα ποιῶν καὶ λέγων, κἂν λυπῆσαι δέῃ, κἂν ἐπαχθῆ φανῆναι, κἂν φορτικὸν, ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.