γʹ. Τὸ δὲ αἴτιον, οὐκ ἀνέρχῃ μόνος εἰς τὴν οἰκίαν, ἀλλὰ τὴν πόρνην ἔχων μετὰ σεαυτοῦ, οὐ φανερῶς καὶ δήλως ἀνιοῦσαν· ὅπερ ἦν κουφότερον· ταχέως γὰρ ἂν ἐξήλασεν ἡ γυνή· ἀλλὰ τῇ γνώμῃ, καὶ τῷ συνειδότι ἐγκαθημένην, καὶ ἀνάπτουσαν ἔνδον τὴν Βαβυλωνίαν κάμινον, μᾶλλον δὲ πολλῷ χαλεπωτέραν· οὐ γὰρ στυππίον καὶ νάφθα καὶ πίσσα, ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται, καὶ πάντα ἄνω καὶ κάτω. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις, διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ, σιτία διακρουόμενοι, καὶ ἰατροὺς κακίζοντες, καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες, καὶ κατὰ τῶν διακονούντων λυττῶντες· οὕτω δὴ καὶ οἱ τὴν χαλεπὴν νόσον ταύτην νοσοῦντες, ἀλλοιοῦσι, δυσχεραίνουσι, πάντοτε ἐκείνην βλέποντες. Ὢ χαλεπῶν πραγμάτων. Λύκος μὲν καὶ λέων, καὶ τὰ λοιπὰ θηρία τοξευόμενα φεύγει τὸν κυνηγέτην· ἄνθρωπος δὲ ὁ λογιώτατος τρωθεὶς, περιδιώκει τὴν τρώσασαν, ὥστε πολλῷ χαλεπώτερον βέλος λαβεῖν, καὶ ἐνηδυπαθεῖν τῷ τραύματι· ὅπερ δὴ πάντων ἐστὶ πικρότατον, καὶ τὴν νόσον ἀνίατον ἐργάζεται. Ὁ γὰρ μὴ μισῶν τὸ ἕλκος, μηδὲ ἀπαλλαγῆναι βουλόμενος, πῶς ἂν ἐπιζητήσειε τὸν ἰατρόν; Διὰ ταῦτα ὀδυνῶμαι καὶ διακόπτομαι, ὅτι τοσαύτην λύμην λαμβάνοντες, ἐκεῖθεν κατέρχεσθε, καὶ διὰ μικρὰν ἡδονὴν διηνεκῆ τὴν ὀδύνην ὑπομένετε.