Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Α΄: Προοίμιο, πνευματικός γάμος και ορθόδοξο δόγμα

Εισαγωγή στην πρώτη κατήχηση, η προσέλευση στο φώτισμα ως πνευματικός γάμος, η φιλανθρωπία του Χριστού και η θεμελίωση του τριαδικού δόγματος έναντι των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 16

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ὁμιλίαι κατηχητικαὶ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ πρὸς νεοφωτίστους καὶ εἰς τὴν ἐπιγραφὴν τῶν πράξεων τῶν ἀποστόλων. Κατήχησις πρώτη πρὸς τοὺς μέλλοντας φωτίζεσθαι. Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ὁ παρὼν καιρός· ἰδοὺ γὰρ παραγεγόνασιν ἡμῖν αἱ ποθειναὶ καὶ ἐπέραστοι τῶν πνευματικῶν γάμων ἡμέραι. Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον. Καὶ μὴ νομίσῃ τις ἐναντία εἶναι τὰ εἰρημένα ἀλλ᾽ ἀκουέτω τοῦ μακαρίου Παύλου τοῦ τῆς οἰκουμένης διδασκάλου ἀμφοτέροις τούτοις κεχρημένου τοῖς παραδείγμασι καί ποτε μὲν λέγοντος· «Ἡρμωσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ»· ἀλλαχοῦ δὲ καθάπερ στρατιώταις μέλλουσιν εἰς πόλεμον ἐξιέναι οὕτω τὰ ὅπλα περιτιθέντος καὶ λέγοντος πάλιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου» [...].

Σήμερον χαρὰ γίνεται ἐν οὐράνῳ καὶ ἐπὶ γῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι τοσαύτη γίνεται ἡδονή, ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι, εἰς δὲ τὴν τοῦ Χριστοῦ ποίμνην ἐγγραφῆναι σπου〈δάσαντι πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις καὶ πᾶσι ταῖς ἄνω δυνά〉μεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς.

Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φιλανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει. Καὶ εἰ δοκεῖ, πρῶτον τὰ κατ᾽ αὐτὴν γυμνάσωμεν καὶ ἴδωμεν ἐν τίσιν αὐτὴν οὖσαν καὶ ὅπως αὐτὴν διακειμένην ὁ νυμφίος προσίεται· οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων δεσπότου δειχθήσεται τὸ ἄπειρον τῆς φιλανθρωπίας. Οὐδὲ γὰρ τῆς εὐμορφίας αὐτῆς οὐδὲ τοῦ κάλλους ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν προσήκατο ἀλλὰ δυσειδῆ μᾶλ〈λον〉 καὶ ἄμορφον καὶ αἰ〈σχρὰν καὶ παν〉ταχόθεν 〈καὶ ῥυπαρὰν〉 καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην, οὕτως εἰς τὴν νυμφῶνα εἰσήγαγεν.

Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων παρ᾽ ἡμῶν, εἰς σωματικὴν παχύτητα καταπιπτέτω· περὶ γὰρ ψυχῆς ἡμῖν ὁ λόγος καὶ τῆς ταύτης σωτηρίας. Οὐδὲ γὰρ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ ὁ μακάριος Παῦλος, ἡνίκα ἔλεγεν· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν ᾐνίξατο ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς ἐκείνας, καθάπερ τινὰ παρθένον ἁγνὴν ἥρμοσε τῷ Χριστῷ.

Ταῦτα τοίνυν ἀκριβῶς εἰδότες, μάθωμεν σαφῶς τὴν προτέραν αὐτῆς ἀμορφίαν ἵνα θαυμάσωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν. Τί γὰρ ἂν εἴη ταύτης δυσειδέστερον, τῆς τὴν οἰκείαν προεδρίαν καταλιπούσης καὶ τῆς ἄνωθεν εὐγενείας ἐπιλαθομένης, τῆς περὶ λίθους καὶ ξύλα καὶ τὰ ἄλογα καὶ τὰ τούτων ἀτιμότερα τὴν θεραπείαν ἐπιδεικνυμένης καὶ ὑπὸ τῆς κνίσης καὶ τοῦ λύθρου τοῦ αἵματος καὶ τοῦ καπνοῦ τὴν ἀμορφίαν ἐπιτεινούσης; Ἐντεῦθεν γὰρ λοιπὸν καὶ ὁ ποικίλος τῶν ἡδονῶν ἑσμός, οἱ κῶμοι, αἱ μέθαι, αἱ ἀσέλγειαι, πάντα τὰ αἰσχρὰ ἐπιτηδεύματα οἷς καὶ οἱ ὑπ᾽ αὐτῶν θεραπευόμενοι δαίμονες χαίρουσιν.

Ἀλλὰ ταύτην τὴν οὕτω διακειμένην καὶ εἰς αὐτὴν τὴν ἄβυσσον ὡς εἰπεῖν τῆς κακίας κατενεχθεῖσαν ἰδὼν ὁ ἀγαθὸς δεσπότης γυμνὴν καὶ ἀσχημονοῦσαν, καὶ μήτε τὴν ἀμορφίαν λογισάμενος, μήτε τῆς πενίας τὴν ὑπερβολήν, μήτε τῶν κακῶν τὸ μέγεθος, δεικνὺς τὴν ὑπερβάλλουσαν ἑαυτοῦ φιλανθρωπίαν, προσεδέξατο. Καὶ διὰ τοῦ προφήτου τὴν τοιαύτην διάθεσιν δηλοῖ λέγων· «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Σκόπει πῶς ἐξ αὐτῶν τῶν προοιμίων τὴν οἰκείαν ἀγαθότητα ἐμφαίνει, θυγατέρα καλέσαι καταξιώσας τὴν οὕτως ἀποσκιρτήσασαν καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ἐκδεδωκυῖαν ἑαυτήν· καὶ οὐ τοῦτο μόνον ἀλλ᾽ ὅτι οὐδὲ εὐθύνας ἀπαιτεῖ τῶν πεπλημμελημένων οὐδὲ δίκας εἰσπράττεται ἀλλὰ μόνον παραινεῖ καὶ προτρέπεται ὑποθεῖναι τὴν ἀκοὴν καὶ τὴν παραίνεσιν δέξασθαι καὶ τὴν νουθεσίαν καὶ παρεγγυᾷ λήθην ποιήσασθαι τῶν ἐργασμένων.

Εἶδες φιλανθρωπίαν ἄφατον; Εἶδες κηδεμονίας ὑπερβολήν; Ταῦτα γὰρ ὁ μακάριος Δαβὶδ ὡς πρὸς πᾶσαν τὴν οἰκουμένην κακῶς διακειμένην τότε ἐφθέγγετο· καὶ ἡμᾶς δὲ νῦν εὔκαιρον πρὸς τοὺς ἐπιποθήσαντας τὸν τοῦ Χριστοῦ ζυγὸν καὶ εἰς τὴν πνευματικὴν ταύτην στρατολογίαν ἐπιδραμόντας ταῦτα βοᾶν καὶ λέγειν πρὸς ἕκαστον τῶν ἐνταῦθα παρόντων, μικρὸν ὑπαλλάξαντας τὸ προφητικὸν λόγιον· «Ἐπιλάθεσθε, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, τῶν προτέρων ἁπάντων, λήθην ποιήσασθε τῶν πονηρῶν ἐπιτηδευμάτων· ἀκούσατε καὶ κλίνατε τὸ οὖς ὑμῶν καὶ δέξασθε τὴν ἀρίστην ταύτην νουθεσίαν. »Ἄκουσον, φησίν, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.» Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Τῷ γὰρ λέγειν «ἐπιλάθου τοῦ λαοῦ σου», τὴν εἰδωλολατρείαν καὶ τὴν πλάνην εἶπεν αἰνιττόμενος καὶ τὴν πρὸς τοὺς δαίμονας θεραπείαν· «καὶ τοῦ οἴκου, φησί, τοῦ πατρός σου» τουτέστι τῆς προτέρας ἀναστροφῆς ἐπιλάθου, τῆς εἰς ταύτην σε τὴν ἀσχημοσύνην ἀγαγούσης.

Ἐκείνων ἁπάντων λήθην ποίησαι καὶ πᾶσαν ἐκείνην τὴν πρόληψιν ἔκβαλε τῆς διανοίας τῆς σῆς· ἐὰν γὰρ τοῦτο ποιήσῃς μόνον καὶ ἀποστῇς τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, τουτέστι τῆς παλαιᾶς ζύμης καὶ τῆς κακίας ἐν ᾖ κατεδαπανήθης καὶ κατηνάλωσάς σου τὴν τῆς ψυχῆς ὥραν μετὰ τῆς τοῦ σώματος, ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Ὁρᾷς, ἀγαπητέ, ὅτι περὶ ψυχῆς ἐστιν ὁ λόγος; Σώματος γὰρ ἀμορφία φυσικὴ οὐκ ἂν εἰς εὐμορφίαν μετασταίη ποτέ, ἐπειδὴ τὰ τῆς φύσεως ἀκίνητα καὶ ἀμετάθετα εἶναι προσέταξεν ὁ δεσπότης. Ἐπὶ δὲ τῆς ψυχῆς τοῦτο εὔκολον καὶ σφόδρα ῥᾴδιον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ προαιρέσεώς ἐστι τὸ πᾶν καὶ οὐ φύσεως· διὸ καὶ δυνατὸν καὶ τὴν ἄμορφον καὶ σφόδρα δυσειδῆ ἀθρόον βουληθεῖσαν μεταβαλέσθαι καὶ εἰς τὴν ἄκραν εὐμορφίαν ἐπανελθεῖν καὶ εὔμορφον πάλιν γενέσθαι καὶ εὐειδῆ, ὥσπερ πάλιν ῥᾳθυμήσασαν εἰς τὴν ἐσχάτην δυσείδειαν κατενεχθῆναι. «Ἐπιθυμήσει οὖν ὁ βασιλεὺς τοῦ κάλλους σου», ἐὰν ἐκείνων τῶν προτέρων ἐπιλάθῃ τοῦ λαοῦ σου, λέγει, καὶ τοῦ οἴκου τοῦ πατρός σου.

Εἶδες ἀγαθότητα δεσπότου; Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινόμενα. Καὶ γὰρ ἐπὶ τοῦ γάμου τούτου τοῦ αἰσθητοῦ οὐκ ἄλλως δυνατὸν τὴν ἀπειρόγαμον ἀνδρὶ συναφθῆναι μὴ τῶν τεκόντων καὶ θρεψαμένων ἐπιλαθομένην καὶ μεταστήσασαν ὁλόκληρον αὐτῆς τὴν γνώμην πρὸς τὸν μέλλοντα αὐτῇ συζεύγνυσθαι νυμφίον. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς τοῦτον τὸν λόγον ἐμπεσὼν μυστήριον τὸ πρᾶγμα ἐκάλεσεν· εἰπὼν γάρ· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» καὶ τὴν δύναμιν ἐννοήσας τοῦ γινομένου καὶ ἐκπλαγεὶς ἀνεβόησε λέγων· «Τὸ μυστήριον τοῦτο μέγα ἐστί.»

Καὶ γάρ ἐστι μέγα ὡς ἀληθῶς· ποῖος γὰρ λογισμὸς ἀνθρώπινος καταλαβεῖν δυνήσεται τοῦ γινομένου τὴν φύσιν, ὅταν γάρ τις ἐννοήσῃ ὅτι ἡ γαλακτοτροφηθεῖσα καὶ θαλαμευομένη κόρη καὶ τοσαύτης παρὰ τῶν τεκόντων ἐπιμελείας καὶ ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων ἐπιλανθάνεται τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων ἁπαξαπλῶς καὶ πᾶσαν αὐτῆς τὴν γνώμην μεθίστησι πρὸς ἐκεῖνον ὃν οὐδέποτε ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν γίνεται τῶν πραγμάτων ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν.

Καὶ τοῦτο αὐτὸ προφητικοῖς ὀφθαλμοῖς προορῶν ὁ πρωτόπλαστος ἔλεγεν· «Αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸ αὐτὸ ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνδρὸς ὅτι κἀκεῖνος τῶν γεννησαμένων ἐπιλαθόμενος καὶ τοῦ οἴκου τοῦ πατρικοῦ ἑνοῖ καὶ προσκολλᾷ ἑαυτὸν τῇ κατὰ τὴν ἑσπέραν ἐκείνην αὐτῷ συναπτομένῃ. Καὶ ἵνα δείξῃ ἡμῖν ἡ θεία γραφὴ τῆς συνηθείας τὴν ἀκρίβειαν, οὐκ εἶπεν ὅτι ἑνωθήσεται τῇ γυναικί, ἀλλὰ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη ἀλλὰ προσέθηκε· «Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν μαρτυρίαν ταύτην παράγων ἔλεγεν· «Ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία.» Τοσαύτη, φησί, γίνεται ἡ ἕνωσις καὶ ἡ συνάφεια ὡς τοὺς δύο μίαν εἶναι σάρκα.

Εἰπέ μοι, ποῖος λογισμὸς τοῦτο εὑρεῖν δυνήσεται, ποία διάνοια ἐφικέσθαι τοῦ γινομένου; Οὐ καλῶς ἔλεγεν ὁ μακάριος οὗτος ὁ τῆς οἰκουμένης διδάσκαλος ὅτι μυστήριόν ἐστι; Καὶ οὐχ ἁπλῶς εἶπεν μυστήριον ἀλλά· «Τὸ μυστήριον τοῦτο μέγα ἐστίν.» Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν πραγμάτων μυστήριον καὶ μέγα μυστήριόν ἐστι, τί ἄν τις εἴποι κατ᾽ ἀξίαν ἐπὶ τοῦ πνευματικοῦ τούτου γάμου; Ὅρα δὲ λοιπὸν ἀκριβῶς πῶς ἐπειδὴ πάντα πνευματικά ἐστι τὰ ἐνταῦθα, ἀπεναντίας τοῖς αἰσθητοῖς ἐπιτελεῖται τὰ γινόμενα. Ἐπὶ μὲν γὰρ τοῦ γάμου τοῦ αἰσθητοῦ οὐκ ἄν τίς ποτε καταδέξοιτο ἀγαγέσθαι πρότερόν τινα εἰς γυναῖκα μὴ τὴν εὐμορφίαν αὐτῆς περιεργασάμενος καὶ τοῦ σώματος τὴν ὥραν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ πρὸ τούτων τῶν χρημάτων τὴν εὐπορίαν.

Ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Διὰ τί; Ἐπειδὴ πνευματικά ἐστι τὰ τελούμενα καὶ ὁ νυμφίος ὁ ἡμέτερος ἀπὸ φιλανθρωπίας ὁρμώμενος ἐπιτρέχει τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Κἂν γὰρ ἄμορφος ᾖ τις, κἂν αἰσχρὸς ὀφθῆναι, κἂν πένης πενίαν τὴν ἐσχάτην, κἂν ἀγένης, κἂν δοῦλος, κἂν ἀπερριμμένος, κἂν λώβην σώματος ἔχων, κἂν φορτία ἁμαρτημάτων ἐπιφερόμενος, οὐδὲν ἀκριβολογεῖται οὐδὲ περιεργάζεται οὐδὲ εὐθύνας ἀπαιτεῖ· δωρεὰ γάρ ἐστι καὶ φιλοτιμία καὶ χάρις δεσποτικὴ καὶ ἓν μόνον ἐπιζητεῖ παρ᾽ ἡμῶν, τὴν λήθην τῶν παρελθόντων καὶ τὴν μετὰ ταῦτα εὐγνωμοσύνην.

Εἶδες χάριτος ὑπερβολήν; Εἶδες οἵῳ νυμφίῳ ἁρμόζονται οἱ τῇ κλήσει πειθόμενοι; Ἀλλ᾽ ἴδωμεν εἰ δοκεῖ καὶ τὰ ἑξῆς τούτου τοῦ γάμου τοῦ πνευματικοῦ. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν γάμων προικῷα συντελεῖται γραμματεῖα καὶ ἕδνα δίδοται καὶ τὰ μὲν ὁ ἀνὴρ προσάγει, τὰ δὲ ἡ μέλλουσα συνάπτεσθαι, εἰκότως καὶ ἐνταῦθα τοιοῦτόν τι γίνεσθαι ἐχρῆν.

Δεῖ γὰρ ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ θειότερα καὶ πνευματικὰ μετάγειν τὴν διάνοιαν. Τίνα οὖν ἐστιν ἐνταῦθα τὰ προικῷα γραμματεῖα; Τί δὲ ἕτερον ἀλλ᾽ ἢ ὑπακοὴ καὶ αἱ συνθῆκαι αἱ μέλλουσαι πρὸς τὸν νυμφίον συντελεῖσθαι. Καὶ τίνα τὰ ἕδνα ἅπερ ὁ νυμφίος πρὸ τῶν γάμων προσάγει; Ἄκουε τοῦ μακαρίου Παύλου τοῦτο δεικνύντος ἡμῖν καὶ λέγοντος οὕτως· «Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.» Εἶδες ἕδνων μέγεθος; Εἶδες ἀγάπης ὑπερβολὴν ἄφατον; «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς.» Τοῦτο οὐκ ἄν τίς ποτε ποιῆσαι κατεδέξατο, τὸ αἷμα ἐκχεῖν ὑπὲρ τῆς μελλούσης αὐτῷ συνάπτεσθαι.

Ἀλλ᾽ ὁ φιλάνθρωπος δεσπότης τὴν οἰκείαν μιμούμενος ἀγαθότητα, τοῦτο τὸ μέγα καὶ παράδοξον διὰ τὴν περὶ αὐτὴν κηδεμονίαν κατεδέξατο, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ταύτην ἁγιάσῃ, ἵνα καθαρίσας τῷ λουτρῷ τοῦ βαπτίσματος παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν. Διὰ τοῦτο τὸ αἷμα ἐξέχεε καὶ σταυρὸν ὑπέμεινεν ἵνα καὶ ἡμῖν διὰ τούτου τὸν ἁγιασμὸν χαρίσηται καὶ καθαρίσῃ ἡμᾶς διὰ τῆς τοῦ λουτροῦ ἀναγεννήσεως καὶ τοὺς πρότερον ἠτιμωμένους καὶ μηδεμίαν παρρησίαν δυναμένους ἔχειν παραστήσῃ ἑαυτῷ ἐνδόξους μὴ ἔχοντας σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.

Ὁρᾷς πῶς διὰ τοῦ εἰπεῖν· «Καθαρίσει καὶ παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἐδίδαξεν ἡμᾶς τὴν ἀκαθαρσίαν ἐν ᾗ πρότερον ἐτύγχανεν οὖσα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, μὴ πρὸς τὸ μέγεθος τῶν οἰκείων ἐφορᾶτε κακῶν μηδὲ τὴν ὑπερβολὴν τῶν ἡμαρτημένων ὑμῖν λογίσησθε· μᾶλλον δὲ, ταῦτα μετ᾽ ἀκριβείας ἀναλογισάμενοι, μηδὲ οὕτως ἐνδοιάσητε ἀλλ᾽ εἰδότες τοῦ δεσπότου τὸ φιλότιμον, τῆς χάριτος τὴν ὑπερβολήν, τῆς δωρεᾶς τὸ μέγεθος, ὅσοι κατηξιώθητε ἐνταῦθα πολιτογραφηθῆναι, μετὰ πολλῆς τῆς εὐγνωμοσύνης προσέλθετε καὶ πάντων τῶν ἤδη προπεπραγμένων ὑμῖν ἀποστάντες ὁλοκλήρῳ τῇ διανοίᾳ τὴν μετάστασιν ἐπιδείξασθε.

Καὶ ἐπειδὴ ἔγνωτε καλῶς οἵους ὑμᾶς ὄντας καὶ ὅπως διακειμένους ὁ δεσπότης προσίεται, οὐ δίκας ἀπαιτῶν τῶν πλημμεληθέντων οὐδὲ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν ποιούμενος, καὶ αὐτοὶ τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκατε οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τῇ διανοίᾳ τὰς πρὸς αὐτὸν ὁμολογίας βεβαιοῦντες. «Καρδίᾳ γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Δεῖ γὰρ καὶ τὴν διάνοιαν ἐστηρίχθαι βεβαίως ἐν τῇ εὐσεβεῖ πίστει καὶ τὴν γλῶτταν διὰ τῆς ὁμολογίας κηρύττειν τὸ πεπηγὸς τῆς διανοίας.

Ἐπεὶ οὖν ὁ θεμέλιος τῆς εὐσεβείας ἡ πίστις ἐστί, φέρε μικρὰ περὶ ταύτης ὑμῖν διαλεχθῶμεν ἵνα τὸν θεμέλιον ἀρραγῆ καταβαλόμενοι, οὕτω λοιπὸν μετὰ ἀσφαλείας τὴν πᾶσαν οἰκοδομὴν ποιησώμεθα. Προσήκει τοίνυν τοὺς εἰς τὸ ἴδιον τοῦτο τὸ πνευματικὸν ἀπογραψαμένους πιστεύειν εἰς τὸν τῶν ὅλων Θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πάντων αἴτιον, τὸν ἄφραστον, τὸν ἀπερινόητον, τὸν οὔτε λόγῳ οὔτε διανοίᾳ ἑρμηνευθῆναι δυνάμενον, τὸν φιλανθρωπίᾳ καὶ ἀγαθότητι τὰ πάντα συστησάμενον.

Καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κατὰ πάντα ὅμοιον καὶ ἴσον τῷ Πατρὶ καὶ ἀπαράλλακτον ἔχοντα τὴν πρὸς αὐτὸν ὁμοιότητα, τὸν ὁμοούσιον καὶ ἐν ἰδίᾳ ὑποστάσει γνωριζόμενον, τὸν ἀρρήτως ἐξ αὐτοῦ προελθόντα, τὸν χρόνων ἀνώτερον καὶ τῶν αἰώνων ἁπάντων δημιουργόν, ἐν ὑστέροις δὲ καιροῖς διὰ τὴν ἡμετέραν σωτηρίαν μορφὴν δούλου ἀναλαβόντα καὶ ἄνθρωπον γενόμενον καὶ συναναστραφέντα τῇ ἀνθρωπίνῃ φύσει, καὶ σταυρωθέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα.

Δεῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς διαβολικαῖς, ἀλλ᾽ ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ᾽ αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ» καὶ διὰ πάντων δείκνυσιν ὅτι τὴν ἴσην ἔχει τῷ Πατρὶ δύναμιν. Ἄν τε Σαβέλλιος ἑτέρωθεν διαφθείρειν βούληται τὰ ὑγιῆ δόγματα συναλείφων τὰς ὑποστάσεις, κἀκείνῳ τὰς ἀκοὰς ἀποτείχισον, ἀγαπητέ, διδάσκων ὡς ἡ μὲν οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία, τρεῖς δὲ αἱ ὑποστάσεις· οὔτε γὰρ ὁ Πατὴρ υἱὸς ἂν δύναιτο λέγεσθαι, οὔτε ὁ Υἱὸς πατήρ, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρὰ τοῦτο, ἀλλ᾽ ἕκαστος ἐν τῇ ἰδίᾳ μένων ὑποστάσει τὴν ἴσην δύναμιν κέκτηται.

Δεῖ γὰρ καὶ τοῦτο πεπηγέναι ἐν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς ἀξίας ἐστί, καθὼς καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Εἶδες ὁμολογίαν ἀπηρτισμένην; Εἶδες διδασκαλίαν μηδεμίαν ἀμφιβολίαν ἔχουσαν; Μὴ σέ τις λοιπὸν ταραττέτω, τὰς ἐκ τῶν οἰκείων λογισμῶν ζητήσεις ἐπεισφέρων τοῖς τῆς ἐκκλησίας δόγμασι καὶ τὰ ὀρθὰ καὶ ὑγιῆ δόγματα ἐπιθολοῦν βουλόμενος.

Ἀλλὰ φεῦγε τῶν τοιούτων τὰς συνουσίας ὡς τῶν φαρμάκων τὰ δηλητήρια. Καὶ γὰρ ἐκείνων οὗτοι χαλεπώτεροι· ἐκεῖνα μὲν γὰρ μέχρι τοῦ σώματος ἵστησι τὴν βλάβην, οὗτοι δὲ αὐτῇ τῇ σωτηρίᾳ τῆς ψυχῆς λυμαίνονται. Διὸ προσήκει ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων φεύγειν αὐτῶν τὰς τοιαύτας διαλέξεις καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε τοῦ χρόνου προϊόντος, καλῶς φραξάμενοι καθάπερ ὅπλοις τισὶ πνευματικοῖς ταῖς παρὰ τῆς θείας γραφῆς μαρτυρίαις, ἐπιστομίζειν αὐτῶν τὴν ἀναίσχυντον γλῶτταν.

Καὶ περὶ μὲν τὰ δόγματα τῆς ἐκκλησίας τοσαύτην ὑμᾶς βουλόμεθα τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι καὶ ταῦτα ἐμπεπηγότα ἔχειν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ. Ἐπειδὴ δὲ προσήκει τοὺς τοιαύτην ἐπιδεικνυμένους πίστιν καὶ διὰ τῆς τῶν ἔργων πολιτείας διαλάμπειν, ἀναγκαῖον καὶ περὶ τούτου διδάξαι τοὺς μέλλοντας τῆς βασιλικῆς ἀξιοῦσθαι δωρεᾶς ἵνα εἰδέναι ἔχητε ὡς οὐδέν ἐστιν οὕτως ἁμάρτημα ὃ νικῆσαι δύναται τὴν φιλοτιμίαν τοῦ δεσπότου. Ἀλλὰ κἄν τε πόρνος ᾖ τις, κἄν τε μοιχός, κἄν τε μαλακός, κἄν τε ἀρσενοκοίτης, κἄν τε ἡταιρηκώς, κἄν τε ἅρπαξ, κἄν τε πλεονέκτης, κἄν τε μέθυσος, κἄν τε εἰδωλολάτρης, τοσαύτη τῆς δωρεᾶς ἡ δύναμις καὶ τοῦ δεσπότου ἡ φιλανθρωπία ὡς ἁπάντων τούτων ἀφανισμὸν ἐργάσασθαι καὶ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερον ἀποδεικνύειν τὸν γνώμην μόνον εὐγνώμονα ἐπιδειξάμενον.