Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Δ΄: Διαφύλαξη του βαπτισματικού ενδύματος και πνευματική εγρήγορση

Προτροπές για τη διατήρηση της καθαρότητας του πνευματικού ενδύματος, την προσοχή στον λόγο και τη σταύρωση των σαρκικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 16

Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος ὁ μιμητὴς τοῦ Χριστοῦ, ὁ τῆς ἀρίστης πολιτείας διδάσκαλος, ὁ πανταχοῦ περιτρέχων καὶ πάντα ποιῶν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔγραφε λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ παραινῶν καὶ λέγων· Ἀπέθου τὸ παλαιὸν ἔνδυμα, ἔλαβες τὸ καινὸν καὶ τοσαύτην ἔχον τὴν φαιδρότητα ὡς αὐταῖς ἀντιλάμπειν ταῖς ἀκτῖσι ταῖς ἡλιακαῖς· σκόπει ὅπως ἐπὶ τῆς αὐτῆς φαιδρότητος διατηρῇς τοῦ ἐνδύματος τὸ κάλλος. Ἕως γὰρ ἂν βλέπῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἀπαστράπτον ἡμῶν τοῦτο τὸ ἔνδυμα τὸ πνευματικόν, οὐ τολμᾷ οὐδὲ πλησίον στῆναι, οὕτω δέδοικεν αὐτοῦ τὴν φαιδρότητα.

Ἀποτυφλοῖ γὰρ αὐτοῦ τὰς ὄψεις ἡ ἀστραπὴ ἡ ἐντεῦθεν ἐκπηδῶσα. Διό, παρακαλῶ, ἤδη ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων πολὺν τὸν ἀγῶνα, πολλὴν τὴν φαιδρότητα ἐπιδείξασθε, διὰ πάντων τοῦ ἐνδύματος τούτου τὸ κάλλος λαμπρότερον καὶ φαιδρότερον κατασκευάζοντες καὶ μήτε λόγος τῆς γλώττης ἁπλῶς καὶ εἰκῇ προπηδάτω, ἀλλὰ πρότερον σκοπῶμεν εἴ τι χρήσιμον ἔχει καὶ εἴ τινα οἰκοδομὴν τοῖς ἀκούουσι παρέχειν δύναται καὶ τότε μετὰ πολλοῦ τοῦ δέους τὰ ῥήματα προφέρωμεν, ὡσανεί τινος ἑστῶτος καὶ ταῦτα γραφῇ παραδιδόντος, μνημονεύοντες τοῦ παρὰ τοῦ Κυρίου εἰρημένου· «Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.» Μήτε διάλεξις τοίνυν βιωτικὴ καὶ ἀνόνητος καὶ μηδὲν κέρδος ἔχουσα παρ᾽ ἡμῶν γινέσθω· καινὴν γὰρ εἱλόμεθα λοιπὸν πολιτείαν καὶ ἐξηλλαγμένην καὶ προσήκει ἡμᾶς ἀκόλουθα τῇ πολιτείᾳ διαπράττεσθαι ἵνα μὴ ταύτης ἀνάξιοι γενώμεθα. Οὐχ ὁρᾶτε ἐν τοῖς βιωτικοῖς ἀξιώμασι πῶς οἱ εἰς τὴν παρ᾽ αὐτοῖς λεγομένην σύγκλητον τελεῖν σπουδάζοντες ὑπὸ τῶν νόμων τῶν ἀνθρωπίνων κωλύονταί τινα διαπράττεσθαι τῶν τοῖς ἄλλοις ἀνθρώποις μετὰ ἀδείας συγκεχωρημένων;

Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς οἵ τε νῦν μεμυημένοι καὶ οἱ πάλαι ταύτης τῆς χάριτος ἀξιωθέντες δίκαιοι ἂν εἴημεν, εἰς τὴν σύγκλητον τὴν πνευματικὴν ἅπαξ ἀπογραψάμενοι, μὴ τὰ αὐτὰ τοῖς ἄλλοις μετιέναι· ἀλλὰ καὶ γλώττης ἀκρίβειαν καὶ διανοίας καθαρότητα ἐπιδείκνυσθαι καὶ ἕκαστον ἡμῶν τῶν μελῶν παιδαγωγεῖν μηδὲν ἔργον μεταχειρίζειν ὃ μὴ πολὺ τὸ κέρδος τῇ ψυχῇ πραγματεύεται.

Οἷόν τι λέγω; Τὴν γλῶτταν εἰς ὕμνους μόνον καὶ δοξολογίαν καὶ ἀνάγνωσιν τῶν θείων λογίων καὶ διαλέξεις πνευματικὰς ἀπασχολεῖν· «Εἴ τις γὰρ λόγος, φησίν, ἀγαθὸς πρὸς οἰκοδομὴν ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ᾧ ἐσφραγίσθητε.» Εἴδετε ὅτι τὸ μὴ ταῦτα ποιεῖν εἰς λύπην τοῦ ἁγίου Πνεύματος συντείνει; Διὰ τοῦτο, παρακαλῶ, σπουδάζωμεν μηδὲν τῶν λυπούντων τὸ Πνεῦμα τὸ ἅγιον διαπράττεσθαι ἀλλὰ κἂν προϊέναι δέῃ, μὴ τὰ ἐπιβλαβῆ συνέδρια ἐπιδιώκωμεν μηδὲ τοὺς συλλόγους τοὺς ἀνοήτους καὶ φλυαρίας γέμοντας ἀλλὰ πρὸ πάντων τῆς τοῦ Θεοῦ ἐκκλησίας καὶ τῶν εὐκτηρίων οἴκων μηδὲν ἡμῖν ἔστω προτιμότερον καὶ τῶν συλλόγων τῶν πνευματικὰς ἐχόντων διαλέξεις.

Καὶ ἕκαστον τῶν παρ᾽ ἡμῶν γινομένων πολλῆς μετεχέτω τῆς κοσμιότητος. «Στολισμὸς γάρ, φησίν, ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.» Τῆς γὰρ ἐν τῇ ψυχῇ καταστάσεως εἰκὼν ἂν γένοιτο σαφὴς ἡ ἔξωθεν ὄψις, καὶ ἡ τῶν μελῶν κίνησις ἐκείνης μάλιστα δείκνυσι τὴν εὐμορφίαν. Κἂν βαδίζωμεν ἐπὶ τῆς ἀγορᾶς, τοιαύτη ἡμῶν ἔστω ἡ πρόοδος, τοσαύτης μετεχέτω γαλήνης καὶ καταστάσεως ὡς ἐπιστρέφειν εἰς τὴν ἡμετέραν θέαν τοὺς ἀπαντῶντας, καὶ μήτε ὀφθαλμὸς ῥεμβέσθω μήτε οἱ πόδες ἄτακτα βαδιζέτωσαν καὶ ἡ γλῶττα μετὰ τῆς ἡσυχίας καὶ ἐπιεικείας τὰ ῥήματα προφερέτω καὶ ἁπλῶς ἅπαντα τὰ ἔξωθεν μηνυέτω τῆς ἔνδοθεν καθημένης ψυχῆς τὴν εὐμορφίαν, καὶ ξένη τις καὶ παρηλλαγμένη γινέσθω λοιπὸν ἡμῶν ἡ διαγωγή, ἐπειδὴ καινὰ καὶ ξένα ἐστὶ τὰ ὑμῖν ὑπηργμένα, καθάπερ ὁ μακάριος δείκνυσι Παῦλος λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις.» Καὶ ἵνα μάθῃς ὅτι καινὰ καὶ παράδοξα τὰ δεδωρημένα ἡμῖν, οἱ πρὸ τούτου τοῦ πηλοῦ ἀτιμότεροι καὶ χαμαὶ ὡς εἰπεῖν συρόμενοι ἀθρόον χρυσοῦ φαιδρότεροι γεγόναμεν καὶ ἀντὶ τῆς γῆς τὸν οὐρανὸν ἠλλαξάμεθα. Διὰ τοῦτο καὶ πάντα τὰ δεδωρημένα ἡμῖν τυγχάνει πνευματικά. Καὶ γὰρ τὸ ἔνδυμα ἡμῶν πνευματικὸν καὶ ἡ τροφὴ ἡμῶν πνευματικὴ καὶ τὸ πόμα ἡμῶν πνευματικόν· λοιπὸν ἀκόλουθον ἂν εἴη καὶ τὰ ἔργα ἡμῶν καὶ τὰς πράξεις πάσας εἶναι πνευματικάς.

Αὗται γάρ εἰσι καρπὸς τοῦ Πνεύματος καθάπερ καὶ Παῦλος λέγει· «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, φησίν.» Καλῶς οὕτως εἶπεν· ἀνώτεροι γὰρ τοῦ νόμου οἱ τὴν ἀρετὴν μετιόντες καὶ οὐχ ὑπόκεινται νόμῳ· «Δικαίῳ γάρ, φησί, νόμος οὐ κεῖται.» Εἶτα τὸν καρπὸν τοῦ Πνεύματος ἡμῖν διελθὼν ἐπήγαγεν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», ὡς ἂν εἴποι τις ἀνενέργητον αὐτὴν πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἀπέδειξαν, ἄπρακτον αὐτὴν κατέστησαν, οὕτως αὐτὴν κατηγωνίσαντο ὡς ἀνωτέραν εἶναι καὶ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν. Τοῦτο γὰρ ᾐνίξατο εἰπών «ἐσταύρωσαν». Καθάπερ γὰρ ὁ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος καὶ τοῖς ἥλοις ἐκείνοις προσπεπαρμένος ὑπὸ τῶν ὀδυνῶν διακοπτόμενος καὶ ἐντεῦθεν κἀκεῖθεν ὡς εἰπεῖν κεντούμενος, οὐκ ἂν δυνηθείη ποτὲ ὑπὸ σαρκικῆς ἐπιθυμίας ἐνοχληθῆναι ἀλλὰ καὶ τὰ πάθη πάντα καὶ ἐπιθυμία πᾶσα πονηρὰ φυγαδεύεται, τῆς ὀδύνης οὐδεμίαν χώραν ἐκείνοις τοῖς πάθεσι παρεχούσης, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀναθέντες οὕτως αὐτῷ προσηλώθησαν καὶ κατεγέλασαν τῶν σωματικῶν ἀναγκῶν ὡσανεὶ σταυρώσαντες ἑαυτοὺς μετὰ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν.

Οἱ τοίνυν τοῦ Χριστοῦ γενόμενοι καὶ αὐτὸν ἐνδυσάμενοι καὶ τῆς τροφῆς αὐτοῦ τῆς πνευματικῆς καὶ τοῦ ποτοῦ καταξιούμενοι, οὕτως ἑαυτοὺς ῥυθμίσωμεν ὡς μηδὲν κοινὸν ἔχοντες πρὸς τὰ τοῦ παρόντος βίου πράγματα. Καὶ γὰρ εἰς ἑτέραν πολιτείαν ἀπεγραψάμεθα, εἰς τὴν ἄνω Ἱερουσαλήμ. Διό, παρακαλῶ, ἄξια τῆς πολιτείας ἐκείνης τὰ ἔργα ἐπιδειξώμεθα ἵνα καὶ δι᾽ ὧν αὐτοὶ τὴν ἀρετὴν μέτιμεν καὶ δι᾽ ὧν ἑτέρους εἰς τὴν τοῦ δεσπότου δοξολογίαν ἐκκαλούμεθα, πολλὴν τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ὅταν γὰρ δεσπότης ἡμῶν δοξάζηται, μετὰ πολλῆς καὶ αὐτὸς δαψιλείας τὰς παρ᾽ ἑαυτοῦ δωρεὰς ἡμῖν ἐκχεῖ, ἅτε ἀποδεξάμενος ἡμῶν τὴν εὐγνωμοσύνην καὶ εἰδὼς ὡς οὐκ εἰς ἀχαρίστους καὶ ἀγνώμονας τὰς παρ᾽ ἑαυτοῦ εὐεργεσίας κατατίθεται.

Οἶδα ὅτι μακρὸν ἐποίησα τὸν λόγον. Ἀλλὰ σύγγνωτε· ἡ πολλὴ περὶ ὑμᾶς φιλοστοργία εἰς μῆκος ἡμῖν ἐξέτεινε τὴν διδασκαλίαν. Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ᾽ ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.

Τὰς συνθήκας τοίνυν ἃς πρὸς τὸν δεσπότην ἔθεσθε, οὐ μέλανι οὐδὲ χάρτῃ ταύτας ἐγγράψαντες ἀλλὰ τῇ πίστει καὶ τῇ ὁμολογίᾳ, βεβαίους καὶ ἀκινήτους φυλάξαντες, πάντα τὸν τῆς ζωῆς χρόνον ἐν τῇ αὐτῇ φαιδρότητι διαμένειν σπουδάζετε.

Ἔξεστι γὰρ ἐὰν βουλώμεθα τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν διηνεκῶς, οὐ μόνον ἐπὶ τῆς αὐτῆς λαμπρότητος μεῖναι ἀλλὰ καὶ φαιδροτέραν ἡμῶν ἐργάσασθαι τῶν ἐνδυμάτων τούτων τῶν πνευματικῶν τὴν περιβολήν, ἐπεὶ καὶ Παῦλος μετὰ τὴν τοῦ βαπτίσματος χάριν ὅσον προῄει ὁ χρόνος, τοσούτῳ μᾶλλον λαμπρότερος καὶ φαιδρότερος ἐδείκνυτο, τῆς χάριτος ἐπανθούσης αὐτῷ.

Καὶ ἡμεῖς τοίνυν σπουδάσωμεν ἐφ᾽ ἑκάστης ἡμέρας περισκοπεῖν μήπου τινὰ σπίλον ἢ ῥυτίδα δέξηται τὸ φαιδρὸν ἡμῶν τοῦτο ἔνδυμα, ἀλλὰ μέχρι τῶν μικρῶν νομιζομένων πολλὴν τὴν παραφυλακὴν ποιώμεθα ἵνα δυνηθῶμεν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων διαφυγεῖν. Ἐὰν γὰρ ἀρξώμεθα ἐνίων ὡς εὐτελῶν καταφρονεῖν, κατὰ μικρὸν ὁδῷ βαδίζοντες καὶ πρὸς τὰ μεγάλα τῶν πταισμάτων ἥξομεν. Διὸ παρακαλῶ καὶ τῶν συνθηκῶν ἐπὶ τῆς διανοίας τὴν μνήμην ὑμᾶς ἀεὶ περιφέρειν καὶ πᾶσιν οἷς ἐπετάξασθε, ταῖς πομπαῖς λέγω ταῖς διαβολικαῖς καὶ ταῖς ἄλλαις πάσαις μεθοδείαις τοῦ πονηροῦ, τούτων διηνεκῶς φεύγειν τὴν λύμην καὶ τὰς πρὸς τὸν Χριστὸν συνθήκας ἀκεραίους διαφυλάττειν ἵνα τῶν πνευματικῶν τούτων δείπνων συνεχῶς ἀπολαύοντες καὶ ὑπὸ τῆς ἐντεῦθεν τροφῆς νευρούμενοι ἀχείρωτοι γένησθε ταῖς τοῦ διαβόλου μηχαναῖς.

Καὶ διὰ τῆς ἀρίστης πολιτείας τοσαύτην ἐπισπάσησθε τὴν παρὰ τοῦ Πνεύματος χάριν ὡς καὶ ὑμᾶς ἀκαταγωνίστους εἶναι καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν σκιρτᾶν καὶ γεγηθέναι ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ καὶ τὸν ἁπάντων ἡμῶν δεσπότην δοξάζεσθαι καὶ πάντας ἡμᾶς τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῆναι· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.