Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος ΣΤ΄: Ποιμαντική ευθύνη και η διαρκής διαφύλαξη της νυμφικής στολής

Πρόσκληση για ανάληψη πνευματικής μέριμνας υπέρ των πλανεμένων αδελφών και διδασκαλία για τη διατήρηση της πνευματικής νεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 16

Ἀλλὰ τί τὸ κέρδος τῶν τοσούτων ἐγκλημάτων ὅταν οἱ ὑπεύθυνοι μὴ ἀκούωσι μηδὲ παρῶσι τούτων λεγομένων; Μᾶλλον δὲ οὐδὲ οὕτως ἡμῖν ἀνόνητος ἔσται ἡ παραίνεσις. Δυνατὸν γὰρ διὰ τῆς ὑμετέρας συνέσεως ἅπαντα αὐτοὺς μετὰ ἀκριβείας μαθεῖν, καὶ φυγεῖν μὲν τοῦ διαβόλου τὸ δέλεαρ, ἐπανελθεῖν δὲ ἐπὶ τὴν τροφὴν τὴν πνευματικήν. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· ἐπειδὰν γὰρ τοὺς ἀρρώστους ἐπισκέπτωνται, οὐκ ἐκείνοις μόνοις τὰ περὶ τῆς θεραπείας διαλέγονται, ἀλλὰ καὶ τοῖς παρεστῶσι καὶ ὑγιαίνουσι καὶ τῷ κάμνοντι προσήκουσι πάντα διατάττονται, κἀκείνοις ἐγχειρίσαντες τὴν τούτων ἐπιμέλειαν, οὕτως ἐξίασιν ὡς τὸ πᾶν κατορθώσαντες. Καὶ ἡμεῖς τοίνυν, εἰ καὶ μὴ πάρεισιν οἱ κάμνοντες, ἀλλ᾽ ὑμῖν τοῖς ὑγιαίνουσι τὰ περὶ τῆς ἰατρείας ἐκείνων ἐγχειρίζομεν καὶ τὴν ὀδύνην τῆς ἡμετέρας ψυχῆς ἐκκαλύπτομεν ἵν᾽ ὑμεῖς λοιπὸν φροντίσητε τῆς σωτηρίας τῶν οἰκείων μελῶν καὶ πληρώσητε διὰ τῶν ἔργων τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»

Ὅταν γὰρ ἐξελθὼν ἐντεῦθεν ἔργον ποιήσῃ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν καὶ μὴ μόνον ἐγκαλέσῃς μηδὲ ἐπιτιμήσῃς, ἀλλὰ καὶ συμβουλεύσῃς καὶ παρακαλέσῃς καὶ δείξῃς τῆς μὲν ἔξω διατριβῆς τὴν βλάβην, τῆς δὲ ἐντεῦθεν διδασκαλίας τὸ κέρδος καὶ τὴν ὠφέλειαν, εἰς δόξαν Θεοῦ τὸ πᾶν εἰργάσω καὶ διπλοῦν σαυτῷ τὸν μισθὸν κατεσκεύασας, ὑπέρ τε ὧν αὐτὸς τῆς οἰκείας σωτηρίας τοσαύτην ποιῇ τὴν ὠφέλειαν καὶ ὑπὲρ ὧν τὸ μέλος τὸ σὸν ἰατρεῦσαι ἐσπούδασας. Τοῦτο τῆς ἐκκλησίας τὸ καύχημα, τοῦτο τοῦ σωτῆρος τὸ παράγγελμα, τὸ μὴ τὰ ἑαυτῶν μόνον σκοπεῖν ἀλλὰ καὶ τὰ τοῦ πλησίον.

Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος· κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεὸν ὁ τοιοῦτος μιμεῖται. Ἄκουε γὰρ διὰ τοῦ προφήτου τί λέγει· «Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου ἔσται.» Ὁ τὸν ἠμελημένον, φησίν, ἀδελφὸν σπουδάζων διασῶσαι καὶ ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Τί τούτου ἴσον γένοιτ᾽ ἄν;

Τοῦτο πάντων τῶν κατορθωμάτων μεῖζον, τοῦτο πάσης τῆς ἀρετῆς τὸ κεφάλαιον. Καὶ μάλα εἰκότως· εἰ γὰρ ὁ Χριστὸς τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ βοᾷ Παῦλος λέγων ἐπὶ τῶν τὰ σκάνδαλα παρεχόντων καὶ καταβλαπτόντων τῶν ὁρώντων τὴν συνείδησιν ὅτι ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι᾽ ὃν ὁ Χριστὸς ἀπέθανεν, εἰ τοίνυν ὁ δεσπότης σου δι᾽ αὐτὸν τὸ αἷμα ἐξέχεε, πῶς οὐ δίκαιον ἕκαστον ἡμῶν κἂν γοῦν τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσφέρειν καὶ χεῖρα ὀρέγειν τοῖς ἀπὸ ῥᾳθυμίας εἰς τὰς τοῦ διαβόλου παγίδας ἐμπεπτωκόσιν. Ἀλλ᾽ ὅτι μὲν τοῦτο ποιήσητε φιλόστοργοί τινες ὄντες περὶ τὰ μέλη τὰ ὑμέτερα καὶ μετὰ πάσης σπουδῆς ἐπανάξετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους πρὸς τὴν κοινὴν μητέρα, πάνυ πέπεισμαι εἰδὼς ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνετοὶ ὄντες δύνασθε καὶ ἄλλους νουθετεῖν.

Βούλομαι δὲ λοιπὸν πρὸς τοὺς νεοφωτίστους τρέψαι τὸν λόγον· νεοφωτίστους δὲ λέγω οὐ τοὺς πρόσφατον ἀξιωθέντας τῆς δωρεᾶς τῆς πνευματικῆς ἀλλὰ τοὺς πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος χρόνου. Εἰ γὰρ βούλοιντο, δυνήσονται καὶ οὗτοι διηνεκῶς ταύτης ἀπολαύειν τῆς προσηγορίας. Ἡ γὰρ νεότης αὕτη γῆρας οὐκ ἐπίσταται, νόσῳ οὐχ ὑπόκειται, ἀθυμίᾳ οὐχ ἁλίσκεται, χρόνῳ οὐκ ἀμαυροῦται, οὐδενὶ εἴκει, οὐχ ὑπ᾽ οὐδενὸς ἡττᾶται, εἰ μὴ ὑπὸ ἁμαρτίας μόνης. Τὸ γὰρ βαρὺ ταύτης γῆρας ἡ ἁμαρτία.

Καὶ ἵνα μάθῃς ὅτι πάντων αὕτη βαρυτέρα, ἄκουε τοῦ προφήτου λέγοντος· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ.» Οὐ μόνον δὲ βαρεῖα τυγχάνει, ἀλλὰ καὶ δυσώδης. Ἐπήγαγε γάρ· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.» Εἶδες οὐ μόνον βαρεῖαν ἀλλὰ καὶ δυσώδη τὴν ἁμαρτίαν; Μάνθανε καὶ πόθεν αὕτη τίκτεται διὰ τῶν ἐπαγομένων· «Ἀπὸ προσώπου γάρ, φησί, τῆς ἀφροσύνης μου.» Ἄρα ἀφροσύνη πάντων αἰτία ἡμῖν τῶν κακῶν. Ἔστιν οὖν καὶ γέροντα ὄντα κατὰ τὴν τοῦ σώματος ἡλικίαν νέον εἶναι καὶ νεοφώτιστον κατὰ τὴν τῆς χάριτος ἀκμήν, καὶ νέον ὄντα κατὰ τὸ σῶμα γεγηρακέναι κατὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος. Ἔνθα γὰρ ἂν αὕτη εἴσοδον λάβῃ, πολὺν τὸν σπῖλον, πολλὴν τὴν ῥυτίδα ἐργάζεται.

Διὸ παρακαλῶ καὶ τοὺς πρόσφατον τοῦ βαπτίσματος ἀξιωθέντας καὶ τοὺς πρὸ τούτου τῆς δωρεᾶς ἐπιτυχόντας, τοὺς μὲν ἀποσμήχειν δι᾽ ἐξομολογήσεως καὶ δακρύων καὶ μετανοίας ἀκριβεστάτης τὸν προλαβόντα ῥύπον, τοὺς δὲ τὴν φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι ῥύπον ἐμποιῆσαι δυναμένην. Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλομένους ὅσην σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται τοῦ ἱματίου τὸ κάλλος, καίτοι οὐδεμία ἐντεῦθεν ἂν γένοιτο βλάβη τῇ ψυχῇ· ἱμάτιον γάρ ἐστι καὶ ὑπὸ σητὸς ἀναλισκόμενον καὶ ὑπὸ χρόνου δαπανώμενον, ἄλλως δὲ καὶ ῥυπωθὲν εὐκόλως ὕδατι ἀποκαθαιρόμενον.

Ἐπὶ δὲ τῆς ψυχῆς εἰ γένοιτό ποτε, ὃ μὴ γένοιτο, καὶ δέξεταί τινα κηλῖδα ἢ διὰ γλώττης ἢ διὰ λογισμῶν τῶν ἐν τῇ διανοίᾳ τικτομένων, πολλὴ εὐθέως ἡ λύμη ἐπεισέρχεται, πολὺ τοῦ φορτίου τὸ βάρος, πολλὴ ἡ δυσωδία.

Διὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν. Ὅτι γὰρ γάμος πνευματικός ἐστι τὰ ἐνταῦθα τελούμενα, ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω καὶ ἡμεῖς ἐν τοσαύταις ἡμέραις τὴν παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν τείνομεν, τὴν τράπεζαν ὑμῖν παρατιθέντες τὴν μυστικήν, τὴν μυρίων γέμουσαν ἀγαθῶν. Καὶ τί λέγω ἑπτὰ ἡμέρας; Ἐὰν βούλησθε νήφειν καὶ ἐγρηγορέναι, διὰ παντὸς τοῦ χρόνου αὖται ὑμῖν αἱ παστάδες εἰσὶ τεταμέναι, μόνον ἐὰν τὸ ἔνδυμα ὑμῶν τὸ νυμφικὸν ἀκέραιον καὶ φαιδρὸν διατηρήσητε.

Οὕτω γὰρ καὶ τὸν νυμφίον εἰς ἔρωτα πλείονα ἐπισπάσεσθε καὶ αὐτοὶ τοῦ χρόνου προϊόντος λαμπρότεροι καὶ φαιδρότεροι φανήσεσθε, τῆς χάριτος ἐπὶ πλεῖον αὐξανομένης διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας. Γένοιτο δὲ πάντας ἡμᾶς καὶ τῆς ἤδη παρασχεθείσης δωρεᾶς ἀξίαν τὴν φυλακὴν ἐπιδείξασθαι καὶ τῆς ἄνωθεν φιλανθρωπίας ἀξιωθῆναι· χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.