Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Ζ΄: Η δύναμη της προσευχής και το παράδειγμα του εκατοντάρχου Κορνηλίου

Η ανεκτίμητη αξία της προσευχής και της ελεημοσύνης μέσα από το παράδειγμα του Κορνηλίου, αποδεικνύοντας ότι ο κοσμικός βίος δεν εμποδίζει την αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 16

Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ᾽ ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.

Καὶ καθάπερ νῦν διὰ τῆς φαιδρᾶς ἐσθῆτος πᾶσι περίβλεπτοι τυγχάνετε καὶ δείκνυσιν ὑμῶν τῆς ἐν τῇ ψυχῇ καθαρότητος τὴν ὑπερβολὴν καὶ ἡ τῶν ἱματίων φαιδρότης, οὕτω καὶ τὸν ἑξῆς χρόνον καὶ ὑμᾶς τοὺς ἄρτι καταξιωθέντας τῆς δωρεᾶς καὶ πάντας τοὺς ἤδη τῆς αὐτῆς ὑμῖν ἀπολαύσαντας φιλοτιμίας, δίκαιον διὰ τῆς ἀρίστης πολιτείας πᾶσι καταδήλους γίνεσθαι καὶ φωτὸς δίκην καταυγάζειν πάντας τοὺς ὁρῶντας.

Τὸ γὰρ ἔνδυμα τοῦτο τὸ πνευματικόν, εἰ βουληθείημεν αὐτοῦ τὴν φαιδρότητα διαφυλάττειν, ὅσον πρόεισιν ὁ χρόνος φαιδροτέραν τὴν λαμπηδόνα ἀφίησι καὶ πολλὴν τοῦ φωτὸς τὴν μαρμαρυγὴν, ὅπερ ἐπὶ τῶν αἰσθητῶν ἱματίων οὐδέποτε συμβῆναι δυνατόν. Κἂν γὰρ μυριάκις πολλὴν αὐτῶν ποιώμεθα τὴν ἐπιμέλειαν, καὶ ὑπὸ τοῦ χρόνου δαπανᾶται καὶ παλαιωθέντα ἀφανίζεται καὶ κείμενα ὑπὸ σητῶν ἀναλίσκεται καὶ πολλὰ ἕτερά ἐστι τὰ λυμαινόμενα τὰ ἱμάτια ταῦτα τὰ αἰσθητά. Τὸ μέντοι τῆς ἀρετῆς ἔνδυμα, ἐὰν τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν σπουδάζωμεν, οὔτε ῥύπον ποτὲ δέξεται οὔτε παλαιότητος πεῖραν λήψεται, ἀλλ᾽ ὅσῳ ἂν ὁ χρόνος παρατρέχῃ τοσούτῳ μᾶλλον φαιδρότερον καὶ ἀκμαιότερον τὸ κάλλος καὶ τοῦ φωτὸς τὴν αὐγὴν ἐπιδείκνυσιν.

Εἶδες ἱματίου δύναμιν; Εἶδες ἐνδύματος φαιδρότητα οὐ χρόνῳ εἴκουσαν, οὐχ ὑπὸ παλαιότητος ἀμαυρουμένην; Εἶδες κάλλος ἀμήχανον; Σπουδάζωμεν τοίνυν, παρακαλῶ, τοῦτο τὸ κάλλος ἀκμάζον διατηρεῖν καὶ μάθωμεν ἀκριβῶς τίνα ἐστὶ τὰ δυνάμενα τοῦ κάλλους τούτου τὴν φαιδρότητα διατηρῆσαι.

Τίνα οὖν ἐστι; Πρὸ πάντων εὐχὴ ἐκτενὴς καὶ εὐχαριστία ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παράκλησις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας. Τοῦτο γὰρ ἡ σωτηρία ἡ ἡμετέρα, τοῦτο τὸ φάρμακον τῶν ἡμετέρων ψυχῶν, τοῦτο τὸ ἰατρεῖον τῶν παθῶν τῶν ἐν τῇ ψυχῇ τικτομένων. Εὐχὴ τὸ τεῖχος τῶν πιστῶν, εὐχὴ τὸ ὅπλον ἡμῶν τὸ ἀκαταγώνιστον, εὐχὴ τὸ καθάρσιον τῆς ἡμετέρας ψυχῆς, εὐχὴ ἡ ἀπολύτρωσις τῶν ἡμετέρων ἁμαρτημάτων, εὐχὴ ἡ ὑπόθεσις τῶν μυρίων ἀγαθῶν. Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν ὅλων δεσπότην. Τί οὖν ἂν εἴη μακαριώτερον τοῦ καταξιουμένου συνεχῶς τῆς πρὸς τὸν δεσπότην ὁμιλίας;

Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ τοῦτο τὸ ἀγαθόν, ἐννόει μοι τοὺς περὶ τὰ παρόντα πράγματα ἐπτοημένους, τοὺς σκιᾶς οὐδὲν ἄμεινον διαφέροντας. Οἳ ἐπειδὰν ἴδωσί τινα συνεχῶς τῷ ἐπὶ τῆς γῆς βασιλεύοντι διαλεγόμενον, πῶς μέγαν τοῦτον εἶναι νομίζουσι καὶ μακαριστότατον ἀποφαίνουσι καὶ περιέπουσι ὡς θαυμαστόν τινα καὶ τῆς ἀνωτάτω τιμῆς ἠξιωμένον.

Εἰ τοίνυν ὁ τοιοῦτος καίτοι γε ὁμογενεῖ διαλεγόμενος καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦντι καὶ περὶ βιωτικῶν καὶ ἐπικήρων πραγμάτων διεξιόντι οὕτω περίβλεπτος εἶναι νομίζεται, τί ἄν τις εἴποι περὶ τοῦ καταξιωθέντος τῷ Θεῷ διαλέγεσθαι οὐ περὶ τῶν ἐπὶ τῆς γῆς πραγμάτων ἀλλὰ περὶ τῆς τῶν ἁμαρτημάτων συγχωρήσεως, περὶ τῆς ἀφέσεως τῶν παραπτωμάτων, περὶ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων, περὶ τῶν μελλόντων παρασχεθήσεσθαι, περὶ τῶν αἰωνίων ἀγαθῶν; Ὁ τοιοῦτος καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου μακαριώτερος ἂν γένοιτο εἰ διὰ τῆς εὐχῆς ἐπισπάσαιτο τὴν ἄνωθεν ῥοπήν.

Αὕτη πρὸ πάντων δυνήσεται τοῦ ἐνδύματος τούτου τοῦ πνευματικοῦ τὴν φαιδρότητα διηνεκῶς ἡμῖν διαφυλάττειν καὶ μετὰ ταύτης ἡ δαψιλὴς ἐλεημοσύνη, τὸ κεφάλαιον τῶν ἡμετέρων ἀγαθῶν, ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν. Αὕτη ἡ συζυγία τὰ μυρία ἡμῖν ἀγαθὰ ἄνωθεν προξενῆσαι δύναται καὶ τὴν πυρὰν τῶν ἁμαρτημάτων σβέσαι τῶν ἡμετέρων ψυχῶν καὶ πολλὴν ἡμῖν παρασχεῖν τὴν παρρησίαν. Ταύτῃ τῇ συζυγίᾳ χρησάμενος ὁ Κορνήλιος εἰς τὸν οὐρανὸν τὰς εὐχὰς ἀνέπεμπε.

Διὸ καὶ ἤκουσε παρὰ τοῦ ἀγγέλου· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.» Εἶδες ἄνδρα ἐν χλανίδι καὶ ζώνῃ τὸν ἅπαντα βίον ἀναστρεφόμενον πόσην ἐντεῦθεν ἐκτήσατο τὴν παρρησίαν;

Ἀκουέτωσαν οἱ ταῖς στρατείαις ἐγκατειλεγμένοι καὶ μανθανέτωσαν ὡς οὐδὲν κώλυμα γίνεται πρὸς ἀρετὴν τῷ νήφειν βουλομένῳ ἀλλ᾽ ἔξεστι καὶ χλανίδα καὶ ζώνην περικειμένῳ καὶ γυναῖκα ἔχοντα καὶ παιδίων ἐπιμελούμενον καὶ οἰκετῶν φροντίζοντα καὶ ἀρχὴν ἐγκεχειρισμένον τῆς ἀρετῆς πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν. Ἰδοὺ γὰρ καὶ ὁ θαυμάσιος οὗτος καὶ χλανίδα καὶ ζώνην περικείμενος καὶ στρατιωτῶν ἄρχων, ἑκατόνταρχος γὰρ ἦν, ἐπειδὴ ἐβουλήθη καὶ ἔνηφε καὶ ἐγρηγορὼς ἦν, ὅσης ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας.

Καὶ ἵνα μάθῃς ἀκριβῶς ὅτι ἡ ἄνωθεν χάρις τότε ἡμῖν ἐφίπταται ἐπειδὰν αὐτοὶ τὰ παρ᾽ ἑαυτῶν πρότερον εἰσενέγκωμεν, ἄκουε τῆς ἱστορίας αὐτῆς. Ἐπειδὴ γὰρ προλαβὼν πολλὰς καὶ δαψιλεῖς τὰς ἐλεημοσύνας ἐποιήσατο καὶ μετ᾽ ἐκτενείας ταῖς προσευχαῖς προσεκαρτέρει, κατὰ τὴν ἐνάτην ὥραν, φησί, προσευχομένῳ αὐτῷ ἐπιστὰς ἄγγελος εἶπεν· «Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσουνον ἐνώπιον τοῦ Θεοῦ.» Μὴ ἁπλῶς παραδράμωμεν τὸ λεχθέν, ἀλλ᾽ ἐννοήσωμεν μετὰ ἀκριβείας τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ τότε καταμάθωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν, πῶς οὐδένα περιορᾷ ἀλλ᾽ ἔνθα ἂν ἴδῃ νήφουσαν ψυχὴν ἐκεῖ τὴν παρ᾽ ἑαυτοῦ χάριν ἐπιδαψιλεύεται.

Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδασκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ᾽ ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατανήλισκεν, ἀλλ᾽ εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.

Ποῦ νῦν εἰσιν οἱ τὰς πολυτελεῖς τραπέζας παρατιθέντες καὶ πολὺν τὸν ἄκρατον ἐγχεόμενοι καὶ διημερεύοντες ἐν τοῖς συμποσίοις καὶ οὔτε πρὸ τῆς ἑστιάσεως πολλάκις εὔχεσθαι αἱρούμενοι οὔτε μετὰ τὴν ἑστίασιν τὴν εὐχαριστίαν ἀναφέροντες, ἀλλὰ νομίζοντες πάντα αὐτοῖς ἐξεῖναι ἀδεῶς διαπράττεσθαι διὰ τὸ ἐν ἀρχαῖς εἶναι καὶ στρατιωτικοῖς καταλόγοις ἐναριθμεῖσθαι καὶ χλανίδα καὶ ζώνην περικεῖσθαι.

Ὁράτωσαν τοῦ Κορνηλίου τούτου τὴν ἐν ταῖς εὐχαῖς προσεδρείαν, τὴν περὶ τὰς ἐλεημοσύνας δαψίλειαν, καὶ ἐγκαλυπτέσθωσαν. Τάχα δὲ οὐκ ἐκείνοις μόνοις ἀξιόπιστος οὗτος γενήσεται διδάσκαλος, ἀλλὰ καὶ πᾶσιν ἡμῖν καὶ αὐτοῖς τοῖς τὸν τῶν μοναχῶν βίον ἐπανῃρημένοις καὶ τὴν ἐκκλησιαστικὴν λειτουργίαν ἀναδεδειγμένοις. Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυχήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι. Διό, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἅπαντες τοῦτον ζηλώσωμεν καὶ οἱ ἐν στρατείᾳ κατειλεγμένοι καὶ οἱ τὸν ἰδιωτικὸν βίον μετιόντες καὶ τῶν τοσούτων δωρεῶν ἀξιωθέντες, καὶ μὴ ἐλάττους γενώμεθα τοῦ μετὰ χλανίδος καὶ ζώνης τοσαύτην ἐπιδειξαμένου τὴν ἀρετήν. Τότε γὰρ δυνησόμεθα καὶ τοῦ ἐνδύματος ἡμῶν τούτου τοῦ πνευματικοῦ τὸ κάλλος ἀκμάζον διατηρῆσαι εἰ τὴν συζυγίαν τούτων τῶν ἀρετῶν μετὰ ἀκριβείας ἐπιδειξαίμεθα· Εἰ δὲ βούλεσθε, καὶ ἕτερα ταύταις προσθῶμεν τὰ συντελεῖν δυνατὰ πρὸς τὴν φυλακὴν καὶ τὴν ἀφθαρσίαν τούτου τοῦ ἐνδύματος, τὴν σωφροσύνην λέγω καὶ τὸν ἁγιασμόν· «Εἰρήνην γὰρ διώκετε, φησίν, ὁ ἀπόστολος, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.»

Καὶ ταύτην τοίνυν μετὰ ἀκριβείας μετερχώμεθα, καθ᾽ ἑκάστην ὥραν τοὺς λογισμοὺς ἡμῶν διερευνώμενοι καὶ μὴ ἀφέντες ῥύπον τινὰ ἢ κηλῖδα τὴν ψυχὴν δέξασθαι ἐκ τῶν πονηρῶν ἐνθυμήσεων.

Ἐὰν γὰρ οὕτω διακαθαίρωμεν ἡμῶν τὴν διάνοιαν καὶ πᾶσαν σπουδὴν περὶ τὴν ταύτης ἔχωμεν ἐπιμέλειαν, εὐκολώτερον καὶ τῶν ἄλλων περιεσόμεθα παθῶν καὶ οὕτω κατὰ μικρὸν εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἥξομεν καὶ πολλὰ ἐντεῦθεν ἤδη ἑαυτοῖς προαποθέμενοι τὰ ἐφόδια τὰ πνευματικά, δυνησόμεθα καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι τῶν τεταμιευμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.