Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Η΄: Ο βίος των χωρικών αδελφών, η πίστη και το πρότυπο του Αβραάμ

Έπαινος της αληθινής φιλοσοφίας των επαρχιωτών πιστών, ανάλυση της φύσης της πίστεως και η ματαιότητα του ανθρώπινου πλούτου μπροστά στις θείες επαγγελίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 15 από 16

ΛΟΓΟΣ Ηʹ. ☩Τοῦ αὐτοῦ ἀποδοχὴ καὶ ἔπαινος εἰς τοὺς ἀπὸ τῆς περιοικίδος παραγινομένους καὶ ὅτι τῶν δικαίων ἁπάντων ἐπαγγελίας αἰσθητὰς δεξαμένων καὶ ἀντὶ τῶν αἰσθητῶν τὰ νοητὰ φανταζομένων, ἡμεῖς ἀπεναντίας τῶν νοητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ αἰσθητὰ κεχήναμεν· καὶ ὅτι προσήκει καὶ ὑπὸ τὴν ἕω καὶ κατὰ τὴν ἑσπέραν ἐπὶ τὴν ἐκκλησίαν σπεύδοντας τὰς εὐχὰς ποιεῖσθαι καὶ τὰς ἐξομολογήσεις· καὶ εἰς τοὺς νεοφωτίστους. Ἱκανῶς ὑμᾶς εἱστίασαν ἐν ταῖς παρελθούσαις ἡμέραις οἱ καλοὶ διδάσκαλοι καὶ συνεχοῦς ἀπελαύσατε τῆς πνευματικῆς αὐτῶν παραινέσεως, δαψιλοῦς τῆς εὐλογίας μετασχόντες ἀπὸ τῶν λειψάνων τῶν ἁγίων μαρτύρων. Φέρε δὴ σήμερον λοιπὸν ἐπειδὴ λαμπρότερον ἡμῖν τὸ θέατρον ἀπειργάσαντο οἱ ἀπὸ τῆς χώρας πρὸς ἡμᾶς συρρεύσαντες, καὶ ἡμεῖς δαψιλεστέραν αὐτοῖς τράπεζαν παραθῶμεν τὴν πνευματικὴν τὴν πολλῆς ἀγάπης γέμουσαν ἣν περὶ ἡμᾶς ἐπεδείξαντο. Ταύτην τοίνυν αὐτοῖς παρασχόντες τὴν ἀμοιβὴν καὶ ἀποδεξάμενοι τῆς περὶ ἡμᾶς διαθέσεως, πολλὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείξασθαι σπουδάσωμεν. Εἰ γὰρ αὐτοὶ τοσοῦτον ὁδοῦ μῆκος διανύσαι οὐκ ὤκνησαν ὥστε διὰ τῆς ἑαυτῶν παρουσίας πολλὴν ἡμῖν παρασχεῖν τὴν εὐφροσύνην, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον δαψιλεστέραν αὐτοῖς σήμερον παραθεῖναι τὴν πνευματικὴν ταύτην τροφήν, ἵν᾽ ἐφόδια λαβόντες ἱκανὰ οὕτως ἐντεῦθεν οἴκαδε ἐπανέλθωσιν.

Ἀδελφοὶ γάρ εἰσιν ἡμέτεροι καὶ μέλη τυγχάνουσι τοῦ τῆς ἐκκλησίας σώματος. Ὡς μέλη τοίνυν ἡμέτερα περιπτυξάμενοι οὕτω γνησίαν τὴν περὶ αὐτοὺς ἀγάπην ἐπιδειξώμεθα καὶ μὴ τοῦτο ἴδωμεν ὅτι ἐνηλλαγμένην ἔχουσι τὴν διάλεξιν, ἀλλὰ τῆς ψυχῆς αὐτῶν τὴν φιλοσοφίαν μετὰ ἀκριβείας κατανοήσωμεν, μηδὲ ὅτι βάρβαρον ἔχουσι τὴν γλῶτταν, ἀλλὰ τὸ ἔνδον φρόνημα καταμάθωμεν καὶ ὅτι ἅπερ ἡμεῖς ἐν λόγοις φιλοσοφοῦντες διδάσκειν σπουδάζομεν, ταῦτα οὗτοι διὰ τῶν πραγμάτων ἐπιδείκνυνται, τὸν ἀποστολικὸν νόμον διὰ τῶν ἔργων πληροῦντες τὸν κελεύοντα ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας τὴν καθημερινὴν πορίζεσθαι τροφήν.

Ἤκουσαν γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· «Κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί.» Καὶ πάλιν· «Ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται.» Καὶ ταῦτα δι᾽ αὐτῶν τῶν ἔργων πληροῦν σπουδάζοντες λαμπροτέραν τῶν λόγων ἀφιᾶσι φωνήν, διὰ τῶν πράξεων ἀξίους ἑαυτοὺς ἀποφαίνοντες καὶ τοῦ μακαρισμοῦ τοῦ παρὰ τοῦ Χριστοῦ· «Μακάριος γάρ, φησίν, ὁ ποιήσας καὶ διδάξας.» Ὅταν γὰρ ἡ διὰ τῶν ἔργων προηγῆται διδασκαλία οὐκέτι χρεία τῆς διὰ τῶν λόγων παιδεύσεως. Καὶ ἴδοις ἂν τούτων ἕκαστον νῦν μὲν παρὰ τὸ βῆμα ἑστῶτα τὸ ἱερὸν καὶ τοὺς θείους νόμους ἀναγινώσκοντα καὶ τοὺς ὑπηκόους ἐκπαιδεύοντα, νῦν δὲ περὶ τὴν τῆς γῆς ἐπιμέλειαν πονούμενον καὶ ποτὲ μὲν ἄροτρον ἕλκοντα καὶ τὰς αὔλακας τῆς γῆς ἀνατέμνοντα καὶ τὰ σπέρματα καταβάλλοντα καὶ τοῖς κόλποις αὐτῆς παρακατατιθέμενον, ποτὲ δὲ τὸ τῆς διδασκαλίας ἄροτρον μεταχειρίζοντα καὶ εἰς τὰς τῶν μαθητευομένων ψυχὰς τὸν σπόρον τῶν θείων μαθημάτων ἐναποτιθέμενον.

Μὴ τοίνυν πρὸς τὸ σχῆμα ἁπλῶς ὁρῶντες καὶ τῆς γλώττης τὴν διάλεξιν παρατρέχωμεν αὐτῶν τὴν ἀρετήν, ἀλλ᾽ ἀκριβῶς αὐτῶν καταμάθωμεν τὸν βίον τὸν ἀγγελικόν, τὴν φιλόσοφον διαγωγήν. Πᾶσα γὰρ τρυφὴ καὶ ἀδηφαγία παρὰ τούτοις ἀπελήλαται· οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἡ λοιπὴ βλακεία ἡ ἐν ταῖς πόλεσι πολιτευομένη καὶ τοσαῦτα μόνον σιτοῦνται ὅσα πρὸς τὴν τῆς ζωῆς σύστασιν αὐτοῖς ἀρκέσαι δύναται, καὶ τὸν λοιπὸν ἅπαντα χρόνον ἐν ὕμνοις καὶ διηνεκέσιν εὐχαῖς τὴν ἑαυτῶν ἀπασχολοῦσι διάνοιαν καὶ ἐν τούτῳ τὴν ἀγγελικὴν διαγωγὴν μιμούμενοι.

Καθάπερ γὰρ ἐκείναις ταῖς ἀσωμάτοις δυνάμεσιν ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διὰ παντὸς ὑμνεῖν τὸν τῶν ὅλων δημιουργόν, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ θαυμάσιοι οὗτοι ἄνδρες καὶ τοῦ σώματος τὴν χρείαν παραμυθοῦνται διὰ τὸ σαρκὶ συμπεπλέχθαι, καὶ τὸν ἄλλον ἅπαντα χρόνον τοῖς ὕμνοις καὶ ταῖς εὐχαῖς προσανέχουσι, πολλὰ χαίρειν εἰπόντες ταῖς βιωτικαῖς φαντασίαις καὶ διὰ τῆς ἀρίστης αὐτῶν πολιτείας τοὺς ὑπηκόους εἰς τὴν οἰκείαν μίμησιν ἐναγαγεῖν σπουδάζουσι.

Τίς ἂν οὖν κατ᾽ ἀξίαν τούτους μακαρίσειεν ὅτι τῆς ἔξωθεν παιδεύσεως μὴ μετέχοντες τὴν ἀληθῆ σοφίαν ἐπαιδεύθησαν, δεικνύντες ἐκεῖνο τὸ ἀποστολικὸν διὰ τῶν ἔργων πληρούμενον· «ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» Ὅταν γὰρ ἴδῃς τὸν ἰδιώτην τοῦτον καὶ ἄγροικον καὶ μηδὲν εἰδότα πλέον ἢ τὰ κατὰ τὴν γεωργίαν καὶ τὴν τῆς γῆς ἐπιμέλειαν τῶν μὲν παρόντων οὐδένα ποιούμενον λόγον, πρὸς δὲ τὰ ἐν τοῖς οὐρανοῖς ἀποκείμενα ἀγαθὰ ἐπτερωμένον τὴν διάνοιαν καὶ φιλοσοφεῖν ἐπιστάμενον περὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν καὶ ταῦτα μετὰ ἀκριβείας εἰδότα ἅπερ οἱ φιλόσοφοι καὶ μέγα ἐπὶ τῷ πώγωνι καὶ τῇ βακτηρίᾳ φρονοῦντες οὐδὲ φαντασθῆναί ποτε ἠδυνήθησαν, πῶς οὐκ ἐναργῆ λήψῃ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν; Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι;

Τοῦτο γάρ ἐστι πίστις ὅταν τις τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα κἂν μὴ φαίνηται τούτοις τοῖς τοῦ σωμάτος ὀφθαλμοῖς, ἀξιοπιστότερα ἡγῆται τῶν φαινομένων καὶ πρὸ τῶν ὀφθαλμῶν κειμένων τῶν ἡμετέρων. Οὕτως οἱ δίκαιοι πάντες εὐδοκίμησαν καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἠξιώθησαν. Οὕτως ὁ πατριάρχης Ἀβραὰμ ἀνεκηρύχθη παρὰ τοῦ δεσπότου, τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως παραδραμὼν καὶ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου πᾶσαν αὐτοῦ τείνας τὴν διάνοιαν. Διὸ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας γραφῆς· «Ἐπίστευσε γάρ, φησίν, Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Διὰ τοῦτο καὶ ἐκ προοιμίων ἀκούσας· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», μετὰ πολλῆς τῆς προθυμίας ὑπήκουσε καὶ τὸ ἐπιταχθὲν εἰς ἔργον ἤγαγε καὶ κατελίμπανε μὲν τὴν οἰκείαν γῆν ἔνθα κατασκηνώσας ἐτύγχανεν, ἐξείη δὲ οὐκ εἰδὼς ὅπου στήσεται. Ἀλλὰ τῶν δήλων καὶ ὡμολογημένων προετίμα τὸ κελευσθὲν παρὰ τοῦ δεσπότου καὶ οὐ μόνον οὐ περιεργάζετο τὸ πρόσταγμα οὐδὲ ἐταράττετο τὸν λογισμόν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τοῦ κελεύσαντος ἀφορῶν, πάντα τὰ ἀνθρώπινα κωλύματα παραδραμών, ἑνὸς ἦν μόνου τοῦ μηδὲν ἐλλιπεῖν τῶν προσταχθέντων.

Ταῦτα δὲ ἐγίνετο οὐ διὰ τὸν δίκαιον μόνον ἵνα δειχθῇ αὐτοῦ τῆς πίστεως τὸ μέγεθος, ἀλλ᾽ ἵνα καὶ ἡμεῖς ζηλωταὶ γενώμεθα τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν εὐγνώμονα ψυχήν, διὰ τοῦτο καθάπερ φωστῆρα λανθάνοντα καὶ κεκρυμμένον ἐβουλήθη εἰς τὴν Χαναναίαν αὐτὸν μεταστῆσαι ἵνα τοὺς αὐτόθι πλανωμένους καὶ ὑπὸ τοῦ τῆς ἀγνοίας σκότους ἔτι πεπηρωμένην ἔχοντας τὴν διάνοιαν, εἰς τὸν τῆς εὐσεβείας χειραγωγήσῃ λόγον. Ὃ δὴ καὶ γέγονε καὶ δι᾽ ἐκείνου λοιπὸν οὐχ οἱ τὴν Παλαιστίνην μόνον οἰκοῦντες ἀλλὰ καὶ οἱ τὴν Αἴγυπτον ἐμάνθανον καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν καὶ τοῦ δικαίου τὴν ἀρετήν. Ὅρα γὰρ αὐτοῦ τῆς μεγαλοψυχίας τὴν ὑπερβολήν, ὅπως πτερωθεὶς ὑπὸ τοῦ περὶ τὸν Θεὸν πόθου οὐ μέχρι τῶν ὁρωμένων ἵστατο οὐδὲ τοῖς ἐπαγγελθεῖσι μόνον προσεῖχεν, ἀλλὰ τὰ μέλλοντα ἐφαντάζετο. Καὶ τοῦ Θεοῦ γῆν ἀντὶ γῆς ἐπαγγειλαμένου καὶ εἰπόντος· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», αὐτὸς καταλιπὼν τὰ αἰσθητὰ τῶν νοητῶν ἠφίετο.

Τάχα αἴνιγμα ὑμῖν εἶναι δοκεῖ τὸ εἰρημένον; Ἀλλὰ μὴ θορυβηθῆτε· ἐγὼ τὴν ἀπόδειξιν ἐπάγω ἵνα μάθητε ὅπως ὁ δίκαιος αἰσθητῶν ἐπαγγελίαν δεξάμενος περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν εἶχε. Πόθεν οὖν τοῦτο ἀκριβῶς εἰσόμεθα; Ἀκούσωμεν αὐτοῦ λέγοντος, μᾶλλον δὲ τοῦ μακαρίου Παύλου, τοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ μετὰ ἀκριβείας ταῦτα ἅπαντα ἐπισταμένου, περὶ αὐτοῦ λέγοντος, οὐ περὶ αὐτοῦ δὲ μόνον ἀλλὰ καὶ περὶ τῶν δικαίων πάντων. Μνημονεῦσαι γάρ ποτε βουλόμενος τοῦ καταλόγου τῶν δικαίων οἷον τοῦ Ἀβραάμ, τοῦ Ἰσαάκ, τοῦ Ἰακώβ φησι· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.» Τί λέγεις, ὦ μακάριε Παῦλε; Οὐκ ἔλαβον τὰς ἐπαγγελίας;

Οὐ τὴν Παλαιστίνην πᾶσαν κατέσχον; Οὐ κύριοι τῆς γῆς γεγόνασι; Ναί, φησί· τὴν μὲν Παλαιστίνην εἰλήφασι καὶ τῆς γῆς τὴν κατάσχεσιν, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς περὶ ἕτερα τὴν ἐπιθυμίαν εἶχον. Ἐπήγαγεν οὖν λέγων· «Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.» Εἶδες αὐτῶν τὸν πόθον; Εἶδες αὐτῶν τὴν ἐπιθυμίαν;

Εἶδες πῶς τοῦ Θεοῦ πανταχοῦ αἰσθητὰ ἐπαγγελομένου καὶ περὶ γῆς διαλεγομένου, οὗτοι ἐκείνην ἐζήτουν τὴν πατρίδα καὶ ἐκείνης ὀρέγοντο τῆς ἐπουρανίου; Διὰ γὰρ τοῦτο προσέθηκεν· «Ἧς τεχνίτης ἐστὶ καὶ δημιουργὸς ὁ Θεός.» Εἶδες πῶς τῶν νοητῶν ἐπεθύμουν καὶ ἐκεῖνα ἐφαντάζοντο τὰ μὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς φαινόμενα ἀλλὰ τῇ πίστει νοούμενα;

Ἀλλ᾽ ἐνταῦθα θορυβεῖται μου ἡ διάνοια καὶ συγχεῖται ὁ λογισμός, ὅταν ἐννοήσω ὅτι ἀπεναντίας πᾶσι τούτοις ἡμεῖς ἐρχόμεθα. Καθάπερ γὰρ οἱ δίκαιοι οὗτοι αἰσθητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν ἔσχον, οὕτως ἡμεῖς νοητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ αἰσθητὰ ἐπτοήμεθα καὶ οὐκ ἀκούομεν τοῦ μακαρίου Παύλου λέγοντος· «Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Καὶ πάλιν ἀλλαχοῦ δηλῶν ὅτι τοιαῦτά ἐστι τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν λέγει· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Ἡμεῖς δὲ καὶ μετὰ ταῦτα ἅπαντα περὶ τὰ παρόντα κεχήναμεν, τὸν πλοῦτον λέγω καὶ τὴν δόξαν τοῦ παρόντος βίου, τὴν τρυφήν, τὰς τιμὰς τὰς παρὰ τῶν ἀνθρώπων· ταῦτα γὰρ δοκεῖ εἶναι τὰ λαμπρὰ τοῦ παρόντος βίου. 〈Δοκεῖ〉, εἶπον, ἐπειδὴ σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχε.

Καὶ γὰρ ὁ πλοῦτος αὐτὸς οὐδὲ μέχρι τῆς ἑσπέρας πολλάκις παρέμεινε τοῖς αὐτὸν κατέχειν οἰομένοις, ἀλλὰ καθάπερ δραπέτης ἀγνώμων ἀπὸ τούτου πρὸς ἕτερον μεθίσταται, καὶ γυμνοὺς καὶ ἐρήμους ἀφίησι τοὺς μετὰ πολλῆς τῆς σπουδῆς αὐτὸν περιέποντας· ὅτι δὲ καὶ κινδύνοις πολλάκις περιέβαλεν ἀφορήτοις τοὺς πολλὴν περὶ αὐτὸν τὴν ἐπιθυμίαν ἔχοντας αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος ἅπασι καθέστηκε.

Τοιοῦτόν τί ἐστι καὶ ἡ δόξα ἡ ἀνθρωπίνη; ὁ γὰρ σήμερον λαμπρὸς καὶ ἐπίσημος παρὰ πᾶσι φαινόμενος ἀθρόον ἄτιμος γίνεται καὶ πᾶσιν εὐκαταφρόνητος. Τί οὖν τούτων γένοιτ᾽ ἂν οὐδαμινέστερον, τῶν πρὶν ἢ φανῆναι λέγω ἀφιπταμένων, τῶν οὐδέποτε ἱσταμένων ἀλλ᾽ οὕτω ταχέως παρατρεχόντων τοὺς περὶ ταῦτα ἐπτοημένους; Καθάπερ γὰρ τὸν τροχὸν οὐδέποτε ἔστιν ἰδεῖν ἐπὶ τοῦ αὐτοῦ τῆς ἄντυγος μένοντα μέρους ἀλλὰ διηνεκῶς στρεφόμενον καὶ ἄνω καὶ κάτω περιαγόμενον, οὕτω καὶ ἐπὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ὀξύρροπος γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἡ μεταβολὴ καὶ ταχεῖα ἡ μετάπτωσις καὶ οὐδὲν βέβαιον οὐδὲ ἀκίνητον ἔχουσα, ἀλλὰ πάντα εὐπερίτρεπτα καὶ πολλὴν ἔχοντα τὴν πρὸς τὸ ἐναντίον ῥοπήν. Τί οὖν ἂν εἴη τούτων καταγελαστότερον τῶν πρὸς τὰ παρόντα κεχηνότων μὲν καὶ προσηλωμένων, τῶν δὲ διηνεκῶς ὄντων καὶ ἀεὶ μενόντων ταῦτα προτιμότερα ἡγουμένων;

Διὰ τοῦτο καὶ ὁ προφήτης σφοδρὰν τὴν κατηγορίαν ποιούμενος τῶν περὶ ταῦτα ἐπτοημένων φησίν· «Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.» Ὅρα πῶς ἑνὶ ῥήματι παραστῆσαι αὐτῶν ἐβουλήθη τὴν οὐδένειαν, οὐκ εἶπεν 〈ὡς παρεχόμενα〉, οὐκ εἶπεν 〈ὡς μεταβαλλόμενα〉, οὐκ εἶπεν 〈ὡς παρατρέχοντα,〉 ἀλλὰ τί; 〈ὡς φεύγοντα〉, τὸ τάχος αὐτῶν ἐνδείξασθαι βουλόμενος καὶ τὴν πολλὴν καὶ ἀθρόαν μεταβολὴν καὶ παιδεῦσαι ἡμᾶς μηδέποτε προστετηκέναι τοῖς ὁρωμένοις ἀλλ᾽ ἐκείνοις μόνοις πεποιθέναι καὶ θαρρεῖν οἷς ἂν ὁ Θεὸς ἐπαγγέλληται.

Κἂν γὰρ μυρία κωλύματα ἐν τῷ μέσῳ γένηται, οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα. Ὥσπερ γὰρ αὐτὸς ἄτρεπτος τυγχάνει καὶ ἀναλλοίωτος καὶ ἀεὶ μένων καὶ διηνεκῶς, οὕτω καὶ αἱ ἐπαγγελίαι αὐτοῦ ἀδιάπτωτοι καὶ ἀκίνητοι τυγχάνουσι, πλὴν εἰ μήπου παρὰ ἔργον κωλυθῶσιν ἐλθεῖν. Ἐπὶ δὲ τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐναντίον συμβαίνει. Καθάπερ γὰρ φθαρτὴ καὶ ἐπικηρός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, οὕτω καὶ αἱ παρὰ τῶν ἀνθρώπων εἰσὶ δωρεαὶ φθαρταὶ καὶ μαραινόμεναι. Καὶ εἰκότως· ἐπεὶ γὰρ φθαρτοὶ καὶ ἡμεῖς πάντες ἄνθρωποι καὶ τῶν ἀνθρωπίνων δωρεῶν ἡ φύσις τὴν ἡμετέραν φύσιν μιμεῖται. Ἐπὶ δὲ τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ τὰ ἐπαγγελθέντα ἐκεῖνα μόνα τὸ βέβαιον ἔχει καὶ ἀκίνητον καὶ πάγιον καὶ στερεόν.

Διό, παρακαλῶ, ἐκεῖνα ζητῶμεν τὰ ἀεὶ μένοντα καὶ μεταβολὴν οὐκ ἐπιδεχόμενα. Διὰ γὰρ τοῦτο ἐπίτηδες καὶ τὸν λόγον τοῦτον εἰς μέσον παρήγαγον ἵνα κοινὴν πρὸς ἅπαντας ποιήσωμαι τὴν παραίνεσιν καὶ πρὸς τοὺς πάλαι μεμυημένους καὶ πρὸς τοὺς πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντας.