Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Α΄: Πρακτικός βίος, χριστιανικό ήθος και απαλλαγή από τα πάθη

Οδηγίες για τον έλεγχο των παθών, την πραότητα, την αποφυγή του ματαιόδοξου καλλωπισμού και των δεισιδαιμονιών, καθώς και την αποχή από τον όρκο και τα κοσμικά θεάματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 16

Ἐννοοῦντες τοίνυν τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δωρεάν, ἤδη ἑαυτοὺς προευτρεπίζετε καὶ τῇ ἀποχῇ τῶν κακῶν καὶ τῇ ἐργασίᾳ τῶν ἀγαθῶν πράξεων· τοῦτο γὰρ καὶ ὁ προφήτης παραινεῖ λέγων· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Καὶ αὐτὸς δὲ ὁ Χριστὸς πάσῃ τῇ ἀνθρωπίνῃ φύσει διαλεγόμενος ἔλεγε· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἴδετε ἀγαθότητος περιουσίαν; Εἴδετε κλήσεως φιλοτιμίαν; «Δεῦτε, φησίν, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι.» Φιλάνθρωπος ἡ κλῆσις, ἀπόρρητος ἡ ἀγαθότης «Δεῦτε πρός με πάντες», οὐκ ἄρχοντες μόνον ἀλλὰ καὶ ἀρχόμενοι, οὐ πλούσιοι ἀλλὰ καὶ πένητες, οὐκ ἐλεύθεροι ἀλλὰ καὶ δοῦλοι, οὐκ ἄνδρες ἀλλὰ καὶ γυναῖκες, οὐ νέοι ἀλλὰ καὶ γέροντες, οὐχ ὑγιεῖς τὸ σῶμα ἀλλὰ καὶ οἱ ἀνάπηροι καὶ οἱ λελωβημένοι τὰ μέλη, πάντες φησὶν δεῦτε. Τοιαῦτα γὰρ τὰ τοῦ δεσπότου δῶρα· οὐκ οἶδε διαφορὰν δούλου καὶ ἐλευθέρου οὐδὲ πλουσίου καὶ πένητος ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκβέβληται. «Δεῦτε πάντες, φησίν, οἱ κοπιῶντες καὶ πεφορτισμένοι.»

Ὅρα τίνας καλεῖ, τοὺς ἐν ταῖς παρανομίαις καταδαπανηθέντας, τοὺς ἐν τοῖς ἁμαρτήμασι πεφορτισμένους, τοὺς οὐδὲ ἀνανεῦσαι λοιπὸν δυναμένους, τοὺς αἰσχύνης πεπληρωμένους, τοὺς ἀπαρρησιάστους. Καὶ τίνος ἕνεκεν καλεῖ; Οὐχ ἵνα εὐθύνας ἀπαιτήσῃ καὶ δικαστήριον καθίσῃ. Ἀλλὰ τί; Ἵνα ἐκ τοῦ κόπου διαναπαύσῃ, ἵνα τὸ βαρὺ φορτίον περιέλῃ· τί γὰρ ἁμαρτίας βαρύτερον ἂν γένοιτό ποτε; Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ᾽ ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀκεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν ὀδύνην ἐργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος. «Τοὺς οὖν ὑπὸ ταύτης φησὶν βεβαρημένους καὶ καθάπερ φορτίῳ τινὶ κατακαμφθέντας, τούτους ἀναπαύσω τὴν ἄφεσιν τῶν ἡμαρτημένων χαριζόμενος, μόνον δεῦτε πρός με.» Τίς οὕτως λίθινος, τίς οὕτως ἀνένδοτος ὡς μὴ ὑπακοῦσαι τῇ οὕτω φιλανθρώπῳ κλήσει;

Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν· «Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς.» Ὑπέλθετέ μου, φησί, τὸν ζυγόν. Ἀλλὰ μὴ δειλιάσητε ζυγὸν ἀκούοντες· οὐδὲ γὰρ τρίβει τὸν αὐχένα οὐδὲ κάτω νεύειν παρασκευάζει, ἀλλὰ τὰ ἄνω φρονεῖν διδάσκει, τὴν ἀληθῆ φιλοσοφίαν οὗτος ὁ ζυγὸς ἐκπαιδεύει. «Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε·» μόνον ὑπέλθετε τὸν ζυγὸν καὶ μαθήσεσθε· μάθετε τουτέστιν ὑπόσχετε τὴν ἀκοὴν ἵνα μαθεῖν δυνηθῆτε ἀπ᾽ ἐμοῦ. Μὴ γὰρ βαρύ τι παρ᾽ ὑμῶν ἐπιζητῶ. Ὑμεῖς οἱ δοῦλοι ἐμὲ τὸν δεσπότην μιμήσασθε, ὑμεῖς οἱ γῆ καὶ σποδὸς ὄντες τοῦ οὐρανοῦ καὶ γῆς ποιητὴν τὸν ὑμέτερον δημιουργὸν ζηλώσατε. «Μάθετε ἀπ᾽ ἐμοῦ φησιν ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Εἶδες συγκατάβασιν δεσπότου; Εἶδες φιλανθρωπίαν ἀμήχανον; Μὴ βαρύ τι ἢ ἐπαχθὲς παρ᾽ ἡμῶν ἀπῄτησεν· οὐδὲ γὰρ εἶπεν· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι σημεῖα εἰργασάμην, ὅτι νεκροὺς ἤγειρα, ὅτι θαύματα ἐπεδειξάμην, ἅπερ τῆς αὐτοῦ μόνης δυνάμεως ἦν. Ἀλλὰ τί; «Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἶδες ὅσον τοῦ ζυγοῦ τούτου τὸ κέρδος, ὅση ἡ ὠφέλεια; Ὁ τοίνυν ὑπὸ τὸν ζυγὸν τοῦτον ἐλθεῖν καταξιωθεὶς καὶ δυνηθεὶς μαθεῖν παρὰ τοῦ δεσπότου πρᾶος εἶναι καὶ ταπεινὸς τῇ καρδία. πᾶσαν αὐτοῦ τῇ ψυχῇ ἀνάπαυσιν προξενήσει.

Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας· ὁ ταύτην κεκτημένος τὴν ἀρετὴν δυνήσεται σώματι συμπεπλεγμένος ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι καὶ μηδὲν ἔχειν κοινὸν πρὸς τὰ παρόντα. Ὁ γὰρ μιμούμενος τοῦ δεσπότου τὴν πραότητα οὐκ ὀργιεῖται, οὐκ ἐπαρθήσεται κατὰ τοῦ πλησίον. Κἂν πληγὰς αὐτῷ τις ἐντείνῃ, ἐρεῖ· «Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ, εἰ δὲ καλῶς, τί με δέρεις;» Κἂν δαιμονῶντα αὐτὸν καλέσῃ ἀποκρίνεται· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω» καὶ οὐδὲν αὐτὸν τῶν ἐπαγομένων δακεῖν δυνήσεται. Ὁ τοιοῦτος ὑπερόψεται πάσης δόξης τοῦ παρόντος βίου καὶ οὐδὲν αὐτὸν τῶν ὁρωμένων ἐπισπάσεται· ἑτέρους γὰρ ὀφθαλμοὺς κτήσεται λοιπόν.

Ὁ γὰρ ταπεινὸς τῇ καρδίᾳ γενόμενος οὐδέποτε βασκῆναι δυνήσεται τοῖς τοῦ πλησίον ἀγαθοῖς. Ὁ τοιοῦτος οὐχ ἁρπάσει, οὐ πλεονεκτήσει, οὐκ ἐπιθυμήσει χρημάτων ἀλλὰ καὶ τὰ ὄντα προήσεται, πολλὴν τὴν συμπάθειαν περὶ τὸ ὁμογενὲς ἐπιδεικνύμενος.

Ὁ τοιοῦτος οὐ διορύξει γάμον ἀλλότριον. Ὁ γὰρ τὸν ζυγὸν ὑπελθὼν τοῦ Χριστοῦ καὶ μαθὼν πρᾶος εἶναι καὶ ταπεινὸς τῇ καρδίᾳ πάντως ἐπιδείξεται πᾶσαν ἀρετὴν καὶ τοῖς ἴχνεσιν ἐξακολουθήσει τοῦ δεσπότου. Ὑπέλθωμεν τοίνυν τὸν ζυγὸν τὸν χρηστὸν καὶ τὸ φορτίον τὸ ἐλαφρὸν ἄρωμεν ἵνα καὶ τὴν ἀνάπαυσιν εὑρεῖν δυνηθῶμεν.

Ὁ τοῦτον ὑπελθὼν τὸν ζυγὸν πάσης ὀφείλει τῆς παλαιᾶς συνηθείας λήθην ποιήσασθαι καὶ ὀφθαλμῶν ἀκρίβειαν ἐπιδείκνυσθαι· «Ὁ γὰρ ἐμβλέψας γυναικί φησιν πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», ὥστε ἀσφάλειαν ἐπιθεῖναι δεῖ ταῖς ὀπτικαῖς αἰσθήσεσιν ἵνα μὴ δι᾽ αὐτῶν θάνατος ἀναβῇ. Οὐ μόνον δὲ ὀφθαλμῶν, ἀλλὰ καὶ γλώττης πολλὴν τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή. «Πολλοὶ γὰρ ἔπεσόν φησιν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεσόντες διὰ γλώσσης», τὰ ἄλλα πάθη τὰ τικτόμενα χαλινοῦν καὶ ἐν γαλήνῃ τὴν διάνοιαν καθιστᾶν, τὸν θυμὸν ἐξορίζειν, τὴν ὀργήν, τὴν μνησικακίαν, τὴν ἔχθραν, τὴν βασκανίαν, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν ἀσέλγειαν ἅπασαν, πάντα τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστί φησιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθρα, ἔρις, φθόνοι, μέθαι, κῶμοι.

Ταῦτα τοίνυν πάντα ἐκμοχλεύειν προσῆκε, τὸν δὲ καρπὸν τοῦ Πνεύματος ἔχειν σπουδάζειν, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πραότητα, ἐγκράτειαν. Ἐὰν οὕτως ἐκκαθάρωμεν ἡ μῶν τὴν διάνοιαν κατεπᾴδοντες τὰ εὐσεβῆ διδάγματα, δυνησόμεθα ἐντεῦθεν ἤδη ἑαυτοὺς προευτρεπίσαντες καὶ πρὸς τὴν ὑποδοχὴν τοῦ μεγέθους τῆς δωρεᾶς ἀξίους καταστῆσαι καὶ πρὸς τὴν φυλακὴν τῶν διδομένων ἀγαθῶν.

Μή μοι λοιπὸν περὶ τῶν ἔξω καλλωπισμῶν ἡ φροντὶς γινέσθω μηδὲ περὶ τὴν τῶν ἱματίων πολυτέλειαν ἀλλὰ πᾶσα ἡ σπουδὴ μεταγέσθω ἐπὶ τὴν τῆς ψυχῆς εὐμορφίαν ὥστε τὸ ταύτης κάλλος φαιδρότερον γίνεσθαι. Μή μοι τὰ σηρικὰ ἱμάτια καὶ τὰ τῶν σκωλήκων νήματα μηδὲ τὰ χρυσὰ περιδέρραια.

Καὶ γὰρ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰδὼς μάλιστα τῆς γυναικείας φύσεως τὴν βλακείαν καὶ τῆς γνώμης τὸ εὐόλισθον οὐκ ὤκνησε καὶ περὶ τούτων διατάξασθαι. Τί λέγω ὅτι περὶ τούτων οὐ παρῃτήσατο διδάξαι; Περὶ ἐμπλεγμάτων παραινῶν βοᾷ καὶ λέγει· «Μὴ ἐμπλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ» μονονουχὶ διδάσκων κοσμεῖσθαι βούλει, γύναι, καὶ παρὰ τῶν ὁρώντων ἐπαινεῖσθαι; Ἐγώ σοι τοὺς ὁμογενεῖς ἀνθρώπους ἀλλὰ καὶ τὸν τῶν ὅλων δεσπότην εἰς ἔπαινον καὶ εὐφημίαν ἐκκαλέσομαι.

Ἐπεὶ δὲ ἐκεῖνον τὸν κόσμον ἐξέβαλε τὸν ἀπὸ τῶν ἐμπλεγμάτων, τὸν ἀπὸ τῶν χρυσίων καὶ μαργαριτῶν καὶ τῶν ἱματίων τῶν πολυτελῶν, ἴδωμεν λοιπὸν ποῖον αὐτῇ περιτίθησι κόσμον. Οὗτος γὰρ ὁ κόσμος ὁ ἐκ τῶν χρυσίων καὶ τῶν ἱματίων, κἂν πρὸς ὀλίγον τέρψῃ τὴν περικειμένην, τῷ χρόνῳ δαπανᾶται· τί λέγω 〈δαπανᾶται〉; Καὶ πρὸ τῆς δαπάνης τοῦ χρόνου τοὺς τῶν βασκάνων ὀφθαλμοὺς διεγείρει καὶ τοὺς κακούργους πρὸς τὴν ὑφαίρεσιν προτρέπεται. Ὁ δὲ κόσμος ὃν περιτίθησιν αὐτὸς ἀνάλωτος, ἀδαπάνητος, διηνεκής, καὶ ἐνταῦθα συμπαραμένων κἀκεῖ συναποδημῶν καὶ πολλὴν ἡμῖν τὴν παρρησίαν κατασκευάζων.

Ἀλλ᾽ αὐτῶν ἀναγκαῖον ἀκοῦσαι τῶν ἀποστολικῶν ῥημάτων· τί οὖν φησιν; «Ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσεβεῖν, δι᾽ ἔργων ἀγαθῶν.» Ἄξια, φησί, τῷ ἐπαγγέλματι διαπράττου, διὰ τῶν ἔργων σαυτὴν κόσμει τῶν ἀγαθῶν. Μιμείσθω ἡ τῶν ἀγαθῶν πρᾶξις τὸ ἐπάγγελμα· ἐπαγγέλλῃ σέβειν τὸν Θεόν, τὰ ἐκείνῳ ἀρέσκοντα ἐργάζου, τὰ ἔργα τὰ ἀγαθά. Τί δέ ἐστι δι᾽ ἔργων ἀγαθῶν; Πᾶσα ἡ συναγωγὴ τῆς ἀρετῆς φησιν, ἡ τῶν παρόντων ὑπεροψία, ἡ τῶν μελλόντων ἐπιθυμία, ἡ καταφρόνησις τῶν χρημάτων, ἡ περὶ τοὺς πένητας δαψίλεια, ἡ ἐπιείκεια, ἡ πραότης, ἡ φιλοσοφία, τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ τὴν ψυχὴν διακεῖσθαι, τὸ μὴ ἐπτοῆσθαι πρὸς τὴν δόξαν τοῦ παρόντος βίου ἀλλὰ ἄνω τεταμένον ἔχειν τὸ ὄμμα καὶ τὰ ἐκεῖ μεριμνᾶν διηνεκῶς καὶ τῆς ἐκεῖ ἐφίεσθαι δόξης.

Ἀλλ᾽ ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν. Τί γὰρ ποιεῖς, ὦ γύναι; Μὴ γὰρ ἀπὸ τῶν ἐπιτριμμάτων καὶ τῶν ὑπογραφῶν προσθήκην ἐργάσασθαι ἔχεις τῷ φυσικῷ κάλλει ἢ τὴν φυσικὴν ἀμορφίαν μεταβαλεῖν; Οὔτε ἐκείνῳ προσθήκην ἐργάσῃ διὰ τούτων καὶ τῆς ψυχῆς τὸ κάλλος διαφθερεῖς. Ἡ γὰρ περιεργία αὕτη τεκμήριον γίνεται τῆς ἔνδοθεν βλακείας. Ἄλλως τε καὶ πολὺν ἐπισορεύεις διὰ τούτου σαυτῇ τὸ πῦρ, τὰς τῶν νέων ὄψεις ἀναπτεροῦσα καὶ τοὺς τῶν ἀκολάστων ὀφθαλμοὺς ἐπισπωμένη καὶ μοιχοὺς ἀπηρτισμένους ἐργαζομένη καὶ τὸν ἐκείνων ὄλισθον εἰς τὴν σὴν ἕλκεις κεφαλήν.

Τὸ μὲν οὖν πρέπον καὶ ἐπωφελὲς πάντη τούτου ἀπέχεσθαι· εἰ δὲ μὴ βούλοιντο αἱ τῇ κακῇ ταύτῃ συνηθείᾳ προκατειλημμέναι, κἂν γοῦν ἐπὶ τὸν εὐκτήριον οἶκον ἀφικνούμεναι μὴ ποιείτωσαν τοῦτο. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, εἰς ἐκκλησίαν παραγενομένη οὕτω σαυτὴν διατίθης; Μὴ γὰρ τοῦτο ἐπιζητεῖ τὸ κάλλος ὃν ἔρχῃ προσκυνήσουσα καὶ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων ἐξομολογήσεις ποιησομένη; Τὸ ἔνδοθεν κάλλος ἐπιζητεῖ, τὴν διὰ τῶν ἔργων τῶν ἀγαθῶν πρᾶξιν, τὴν ἐλεημοσύνην, τὴν σωφροσύνην, τὴν κατάνυξιν, τὴν πίστιν τὴν ἀκριβῆ. Σὺ δὲ ταῦτα καταλιποῦσα πολλοὺς τῶν ῥᾳθύμων καὶ ἐν τῇ ἐκκλησίᾳ ὑποσκελίζειν ἐπιχειρεῖς. Καὶ πόσων ταῦτα ἄξια σκηπτῶν; Εἰς τὸν λιμένα παραγίνῃ καὶ ναυάγιον σαυτῇ κατασκευάζῃ· πρὸς τὸν ἰατρὸν ἔρχῃ τὰ ἕλκη θεραπεῦσαι καὶ μείζονα αὐτὰ ἐργαζομένη ἀπέρχῃ. Καὶ τίς σοι λοιπὸν ἔσται συγγνώμη; Ἀλλ᾽ εἰ καὶ πρότερόν τινες ἦσαν οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακείμεναι, νῦν γοῦν πεισθήτωσαν ἀπαλλαγῆναι τῆς λύμης ταύτης· εἰ γὰρ ἱματίοις πολυτελέσι κεχρῆσθαι ἀπηγόρευσε, πολλῷ μᾶλλον τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς.

Μετὰ δὲ τούτων παρακαλῶ καὶ ἄνδρας καὶ γυναῖκας τοὺς κληδονισμοὺς καὶ τὰς παρατηρήσεις πάντη φεύγειν· ταῦτα γὰρ Ἑλλήνων ἐστὶ καὶ τῶν ἔτι τῇ πλάνῃ προκατειλημμένων ληρήματα, τὸ τοῦ κόρακος τὴν φωνὴν περιεργάζεσθαι καὶ τοῦ μυὸς τὸν ψόφον καὶ τῆς δοκοῦ τὸν τρισμόν, τὸ τὰς ὑπαντήσεις τῶν μὲν αἰσχρῶς βεβιωκότων μεθ᾽ ἡδονῆς δέχεσθαι τὰς δὲ τῶν ἐν εὐλαβείᾳ καὶ σεμνότητι ὡς αἰτίας μυρίων κακῶν φεύγειν. Ὅρα πόσαι τοῦ διαβόλου αἱ μηχαναί· οὐ μόνον γὰρ ἐρήμους ἡμᾶς εἶναι βούλεται τῆς ἀρετῆς καὶ πρὸς τὴν κακίαν νενευκέναι, ἀλλὰ καὶ μῖσος ἡμῖν ἐνθεῖναι κατασκευάζει ὡς καὶ ἀποστρέφεσθαι τοὺς τὴν ἀρετὴν μετιόντας. Καὶ πάλιν οὐ μόνον μετιέναι ἡμᾶς τὰ πονηρὰ βούλεται ἀλλὰ καὶ οἰκειῶσαι ἡμᾶς πρὸς αὐτὰ σπεύδει καὶ ἐπείγεται, παρασκευάζων μεθ᾽ ἡδονῆς αὐτὰ προσίεσθαι.

Ταῦτα μὴ μικρὰ εἶναι νομίσητε μηδὲ τὰ τυχόντα ἀλλ᾽ ἱκανὰ καταβαπτίσαι ψυχὴν καὶ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἀγαγεῖν. Αὕτη γάρ, αὕτη τοῦ πονηροῦ δαίμονος ἡ ἐπιβουλὴ ὥστε καὶ διὰ τῶν μικρῶν ὑποσκελίζειν. Ἀλλ᾽ ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.

Ἀλλὰ κἂν ἐχθρὸν ἔχῃ τις καταλλαττέσθω, ἐννοῶν οἵων αὐτὸς μέλλει τυγχάνειν παρὰ τοῦ δεσπότου τοσούτοις ἁμαρτήμασι βεβαπτισμένος καὶ ἀφιέτω τῷ πλησίον τὰ εἰς αὑτὸν ἐπταισμένα. «Κακίαν γάρ, φησίν, ἕκαστος τῷ πλησίον αὐτοῦ μὴ λογιζέσθω ἐν ταῖς καρδίαις ὑμῶν.» Κἂν γραμματεῖα τοίνυν τις ἔχῃ καὶ τόκων συναγωγήν, ταῦτα διασπάτω. «Συγγραφὴν γὰρ ἄδικον, φησί, διάσπα.» Καὶ ἁπλῶς εἰπεῖν προλαμβάνων τὰ παρ᾽ ἑαυτοῦ ἐπιδεικνύσθω ἵνα μετὰ πολλῆς τῆς δαψιλείας τὰ παρὰ τοῦ δεσπότου δέξηται.

Καὶ πρὸ πάντων τὴν γλῶτταν παιδεύετε τῶν ὅρκων καθαρεύειν· οὐ λέγω τῶν ἐπιόρκων ἀλλὰ καὶ τῶν ὅρκων τῶν εἰκῇ καὶ μάτην γινομένων καὶ ἐπὶ κακῷ τῶν ὀμνύντων. «Ἐρρέθη γάρ φησιν· οὐκ ἐπιορκήσεις. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως.» Ἤκουσας μὴ ὀμόσαι ὅλως, μηκέτι λοιπὸν ἀνέχου περιεργάζεσθαι τὰ παρὰ τοῦ δεσπότου νομοθετηθέντα ἀλλὰ πείθου τῷ προστάξαντι καὶ διὰ πάντων ἐκκάθαιρέ σου τὴν διάνοιαν.

Μηκέτι ἱπποδρομίας ἔστω σοι λόγος καὶ τῆς θέας τῶν παρανόμων θεάτρων, ἀσελγείας γάρ ἐστι κἀκεῖνα ὑπεκκαύματα, μηδὲ τῆς ὠμῆς τῶν θηρίων τέρψεως. Ποία γὰρ εἰπέ μοι τέρψις ἰδεῖν τὸν ὁμογενῆ καὶ τῆς αὐτῆς σοι φύσεως κοινωνοῦντα ὑπὸ τῶν ἀνημέρων θηρίων σπαραττόμενον; Καὶ οὐ δέδοικας οὐδὲ φρίττεις μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς ἐμπρήσῃ σου τὴν κεφαλήν; Σὺ γὰρ ἀκονᾷς ὡς εἰπεῖν τοῦ θηρίου τοὺς ὀδόντας· τό γε σὸν μέρος διὰ τῆς οἰκείας φωνῆς καὶ αὐτὸς ἐργάζῃ τὸν φόνον, εἰ καὶ μὴ τῇ χειρὶ ἀλλὰ τῇ γλώττῃ.

Μή, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τῆς ἑαυτῶν βουλεύεσθε σωτηρίας. Ἐννόει σου τὴν ἀξίαν καὶ αἰδέσθητι· εἰ γὰρ ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν τῷ ἀξιώματι προστρίψηται, σὺ τοσοῦτον ἀξίωμα μέλλων κτᾶσθαι οὐκ ὀφείλεις ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι; Τὸ γὰρ ἀξίωμά σου τοιοῦτόν ἐστιν ὡς καὶ τῷ παρόντι αἰῶνι συνπαρεκτείνεσθαι καὶ εἰς τὴν μέλλουσάν σοι συναποδημεῖν ζωήν. Τί δὲ τοῦτό ἐστι;

Χριστιανὸς ἀκούεις λοιπὸν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ πιστός. Ἰδοὺ οὐχ ἓν ἀξίωμα ἀλλὰ δύο· τὸν Χριστὸν μέλλεις μετ᾽ οὐ πολὺ ἐνδύεσθαι καὶ προσήκει σε ὡς ἐκείνου σοι πανταχοῦ συμπαρόντος οὕτω καὶ πράττειν ἅπαντα καὶ βουλεύεσθαι.

Ἢ οὐχ ὁρᾷς τοὺς τὰ πολιτικὰ διοικοῦντας πράγματα πῶς ἐπειδὰν ὦσιν ἐσθῆτα περικείμενοι τὰς μορφὰς ἔχουσαν τὰς βασιλικὰς μέγα φρονοῦσι καὶ διὰ τοῦτο βούλονται πλείονος ἀξιοῦσθαι τῆς τιμῆς καὶ δορυφορίας ἀπολαύουσιν. Εἰ τοίνυν ἐκεῖνοι οἱ ἐπὶ ἱματίου τὴν μορφὴν ἔχοντες ἐπικειμένην ἐντεῦθεν εἶναι αἰδέσιμοι βούλονται, πολλῷ μᾶλλον σὺ ὁ αὐτὸν μέλλων ἐνδύεσθαι τὸν Χριστόν. «Ἐνοικήσω γὰρ ἐν ὑμῖν, φησί, καὶ ἐμπεριπατήσω καὶ ἔσομαι ὑμῶν Θεός.» Φεύγετε τοίνυν πάντα ταῦτα τὰ πονηρὰ δελεάσματα τοῦ διαβόλου καὶ τῆς εἰς τὴν ἐκκλησίαν εἰσόδου μηδὲν ὑμῖν ἔστω προτιμότερον. Καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τῆς τῶν κακῶν ἀποχῆς, πολλὴ ἡμῖν γινέσθω τῆς ἀρετῆς ἡ σπουδή· καὶ τὸν καιρὸν ἅπαντα τῆς ἡμέρας διανείμωμεν, τὸν μὲν ἐν εὐχαῖς καὶ ἐξομολογήσεσι, τὸν δὲ ἐν ἀναγνώσει καὶ κατανύξει ψυχῆς καὶ ἡ σπουδὴ ἡμῶν πᾶσα γινέσθω ὥστε περὶ τῶν πνευματικῶν ἡμῖν εἶναι τὰς διαλέξεις. Πολλῆς ἡμῖν δεῖ τῆς ἀκριβείας πρὸς τὸ μὴ ἁλῶναι ταῖς τοῦ πονηροῦ παγίσιν. Εἰ γὰρ ὑπὲρ ἀργοῦ λόγου δίκας ἀπαιτούμεθα, πολλῷ μᾶλλον ὑπὲρ τῶν φλυαριῶν τῶν ἀκαίρων, ὑπὲρ τῶν βιωτικῶν διαλέξεων.

Ἂν τοίνυν οὕτω φροντίζητε καὶ ἐπιμελήσησθε τῆς κατὰ ψυχὴν ὑμῶν ὑγείας, καὶ τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπισπάσεσθε καὶ αὐτοὶ πλείονος ἀπολαύσετε τῆς παρρησίας καὶ ἡμεῖς μετὰ πολλῆς τῆς προθυμίας καὶ τὴν εἰς τὸ ἑξῆς διδασκαλίαν ποιησόμεθα, εἰδότες ὅτι εἰς εὐγνώμονας ἀκοὰς καὶ εἰς λιπαρὰν καὶ βαθύγειον ἄρουραν τὰ πνευματικὰ ταῦτα καταβάλλομεν σπέρματα. Γένοιτο δὲ καὶ ὑμᾶς δαψιλοῦς ἀξιωθῆναι τῆς παρὰ Θεοῦ δωρεᾶς καὶ ἡμᾶς τῆς παρ᾽ αὐτοῦ τυχεῖν φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.