Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Β΄: Η τέλεση του βαπτίσματος και η συμμετοχή στη θεία Ευχαριστία

Περιγραφή της αποταγής και συνταγής, της χρίσης με το μύρο, της κατάδυσης στο νερό του βαπτίσματος και της προσέλευσης των πιστών στη μυστική Τράπεζα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 16

Φέρε λοιπὸν καὶ περὶ αὐτῶν τῶν μυστηρίων ὑμῖν διαλεχθῶμεν καὶ τῶν συνθηκῶν τῶν μελλουσῶν συντελεῖσθαι μεταξὺ ὑμῶν καὶ τοῦ δεσπότου. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασιν ἐπειδὰν ἐμπιστεῦσαί τις βουληθῇ τινι τὰ αὐτοῦ πράγματα, γραμματεῖα ἀνάγκη συντελεῖσθαι μεταξὺ τοῦ ἐμπιστευομένου καὶ τοῦ ἐμπιστεύοντος· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπειδὴ μέλλετε πιστεύεσθαι παρὰ τοῦ τῶν ἁπάντων δεσπότου οὐκ ἐπίκηρα πράγματα οὐδὲ φθαρτὰ καὶ ἀπολλύμενα ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια. Διὰ γὰρ τοῦτο καὶ πίστις λέγεται ἐπειδὴ οὐδὲν ὁρώμενον ἔχει ἀλλὰ πάντα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς κατοπτεύεσθαι δυνάμενα. Ἀνάγκη γὰρ γραμματεῖα συντελεσθῆναι μεταξύ, οὐκ ἐν χάρτῃ οὐδὲ διὰ μέλανος ἀλλ᾽ ἐν Θεῷ διὰ πνεύματος. Τὰ γὰρ ῥήματα ἃ ἐνταῦθα προΐεσθε ἐγγράφεται ἐν τῷ οὐρανῷ καὶ τὰς συνθήκας ἃς διὰ τῆς γλώττης προσφέρετε ἀνεξάλειπτοι μένουσι παρὰ τῷ δεσπότῃ.

Ὅρα δὲ πάλιν ἐνταῦθα τῆς αἰχμαλωσίας τὸ σχῆμα· εἰσάγοντες γὰρ ὑμᾶς οἱ ἱερεῖς πρότερον μὲν κελεύουσι τὰ γόνατα κλίναντας καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν οὕτω προσεύχεσθαι καὶ διὰ τοῦ σχήματος ἑαυτοὺς ὑπομιμνήσκειν τίνος μὲν ἀπαλλάττεσθε, τίνι δὲ μέλλετε ἑαυτοὺς προσνέμειν.

Εἶτα καθ᾽ ἕκαστον ἐρχόμενος ὁ ἱερεὺς ἀπαιτεῖ τὰς συνθήκας καὶ τὰς ὁμολογίας καὶ λέγειν παρασκευάζει τὰ φοβερὰ ἐκεῖνα ῥήματα καὶ φρίκης γέμοντα· «Ἀποτάσσομαί σοι, σατανᾶ.» Δακρῦσαί μοι νῦν ἔπεισι καὶ ἀνοιμῶξαι μέγα· ἐνενόησα γὰρ τὴν ἡμέραν ἐκείνην καθ᾽ ἣν καὶ αὐτὸς κατηξιώθην ταύτην ἀφεῖναι τὴν φωνὴν καὶ λογισάμενος τὸ φορτίον τῶν ἁμαρτημάτων ὃ ἐξ ἐκείνου μέχρι τοῦ νῦν συνέλεξα, συγχέομαι τὴν διάνοιαν καὶ δάκνομαι τὸν λογισμὸν ὁρῶν ὅσην ἐμαυτοῦ τὴν αἰσχύνην κατεσκέδασα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας.

Διὸ καὶ πάντας ὑμᾶς παρακαλῶ φιλοτιμίαν τινὰ περὶ ἐμὲ ἐπιδείξασθαι καὶ ἐπειδὰν μέλλητε συντυγχάνειν τῷ βασιλεῖ, δέξεται γὰρ ὑμᾶς μετὰ πολλῆς σφοδρότητος καὶ ἐνδύσει τὴν βασιλικὴν ἐκείνην στολὴν καὶ παρέξει δωρεὰς ὅσας καὶ οἵας ἂν βούλησθε, μόνον ἐὰν πνευματικὰ ζητήσωμεν, αἰτῆσαι χάριν καὶ ὑπὲρ ἡμῶν ὥστε τῶν ἡμαρτημένων ἡμῖν μὴ ἀπαιτῆσαι εὐθύνας ἀλλὰ συγγνώμην δόντα εἰς τὸ ἑξῆς τῆς παρ᾽ αὐτοῦ ἀξιῶσαι ῥοπῆς. Ἀλλὰ τοῦτο μὲν ὅτι ποιήσετε, φιλόστοργοί τινες ὄντες περὶ τοὺς ὑμετέρους διδασκάλους, οὐκ ἀμφιβάλλω.

Φέρε δὴ λοιπὸν τῆς ἀκολουθίας ἐχώμεθα τοῦ λόγου. Τότε τοίνυν παρασκευάζει ὑμᾶς ὁ ἱερεὺς λέγειν· «Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἔργοις σου.» Ὀλίγα τὰ ῥήματα ἀλλὰ μεγάλη τούτων ἡ δύναμις. Καὶ γὰρ ἄγγελοι παρεστηκότες καὶ αἱ ἀόρατοι δυνάμεις ἡδόμεναι ἐπὶ τῇ ὑμετέρᾳ ἐπιστροφῇ δέχονται παρὰ τῆς ὑμετέρας γλώττης τὰς φωνὰς καὶ ἀναφέρουσι τῷ κοινῷ πάντων δεσπότῃ καὶ ἐν ταῖς βίβλοις ταῖς οὐρανίοις αὗται ἐγγράφονται.

Εἴδετε οἷα τῶν συνθηκῶν τὰ γραμματεῖα; Μετὰ γὰρ τὴν ἀποταγὴν τοῦ πονηροῦ καὶ πάντων τῶν τῷ πονηρῷ διαφερόντων πραγμάτων πάλιν λέγειν παρασκευάζει· «Καὶ συντάσσομαί σοι, Χριστέ.» Εἶδες ἀγαθότητος ὑπερβολήν; Τὰ ῥήματα δεχόμενος παρὰ σοῦ μόνον, τοσοῦτον ἐμπιστεύει σοι πραγμάτων θησαυρόν, πάσης τῆς προτέρας ἀγνωμοσύνης ἐπιλαθόμενος καὶ οὐδὲν ὑπομιμνῄσκων σε τῶν προτέρων ἀλλ᾽ ἀρκεῖται τοῖς βραχέσι τούτοις ῥήμασιν.

Εἶτα μετὰ τὴν συνθήκην ταύτην καὶ τὴν ἀποταγὴν καὶ τὴν συνταγήν, ἐπειδὴ ὡμολόγησας τὴν δεσποτείαν καὶ διὰ τῶν τῆς γλώττης ῥημάτων συνετάξω τῷ Χριστῷ, λοιπὸν ὡς στρατιώτην καὶ εἰς τὸ στάδιον καταλεγέντα τὸ πνευματικόν, ἀλείφει ἐπὶ τοῦ μετώπου τῷ μύρῳ τῷ πνευματικῷ, τὴν σφραγῖδα ἐπιτιθεὶς καὶ λέγων· «Χρίεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Ἐπειδὴ γὰρ οἶδε λοιπὸν ὅτι μέμηνεν ὁ ἐχθρὸς καὶ θήγει τοὺς ὀδόντας καὶ περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ὁρῶν τοὺς πρότερον ὑπὸ τὴν αὐτοῦ τυραννίδα τυγχάνοντας ἀθρόον κατεξανισταμένους αὐτοῦ καὶ αὐτῷ μὲν ἀποταξαμένους, μεταταξαμένους δὲ καὶ τὴν πρὸς τὸν Χριστὸν συνταγὴν ἐπιδειξαμένους, διὰ τοῦτο ἀλείφει ἐπὶ τοῦ μετώπου καὶ τὴν σφραγῖδα ἐπιτίθησιν ἵνα ἀποστρέψῃ τὰς ὄψεις ἐκεῖνος. Οὐδὲ γὰρ ἀντιβλέψαι τολμᾷ ὁρῶν τὴν ἐκεῖθεν ἀστραπὴν ἐκπηδῶσαν καὶ ἀποτυφλοῦσαν αὐτοῦ τὰς ὄψεις. Λοιπὸν γὰρ μάχη καὶ ἀντίστασις ἐξ ἐκείνου πρὸς αὐτὸν γίνεται καὶ διὰ τοῦτο καθάπερ ἀθλητάς τινας Χριστοῦ οὕτω διὰ τῆς ἀλοιφῆς εἰς τὸ στάδιον τὸ πνευματικὸν εἰσάγει.

Εἶτα μετὰ τοῦτο κατὰ τὸν τῆς νυκτὸς καιρὸν ὁλόκληρον ἀποδύσας τὸ ἱμάτιον καὶ καθάπερ εἰς αὐτὸν τὸν οὐρανὸν εἰσάγειν μέλλων διὰ τῶν τελουμένων οὕτως ἅπαν τὸ σῶμα ἀλείφεσθαι παρασκευάζει τῷ ἐλαίῳ ἐκείνῳ τῷ πνευματικῷ ὥστε πάντα τὰ μέλη διὰ τῆς ἀλοιφῆς τειχισθῆναι καὶ ἀχείρωτα γενέσθαι τοῖς παρὰ τοῦ ἐναντίου πεμπομένοις βέλεσι.

Μετὰ τὴν ἀλοιφὴν τοίνυν ταύτην εἰς τὰ ἱερὰ νάματα καθίησιν, ὁμοῦ καὶ θάπτων τὸν παλαιὸν ἄνθρωπον καὶ ἀνιστὰς τὸν νέον τὸν ἀνακαινούμενον κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τότε λοιπὸν διὰ τῶν ῥημάτων τοῦ ἱερέως καὶ τῆς τούτου χειρὸς ἡ ἐπιφοίτησις ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ἄλλος ἀντ᾽ ἄλλου ἄνεισι, πάντα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα τὴν βασιλικήν.

Καὶ ἵνα μάθῃς καὶ ἐντεῦθεν ὡς μία ἡ οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω καὶ ἡ τοῦ βαπτίσματος γίνεται παράδοσις. Ἐπιφωνοῦντος γὰρ τοῦ ἱερέως· «Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», τρίτον τὴν κεφαλὴν καθίησι καὶ ἀνίησι, διὰ τῆς μυστικῆς ταύτης τελετῆς τὴν τοῦ Πνεύματος παρασκευάζων ἐπιφοίτησιν δέξασθαι. Οὐδὲ γὰρ ὁ ἱερεύς ἐστι μόνος ὁ τῆς κεφαλῆς ἐφαπτόμενος ἀλλὰ καὶ ἡ τοῦ Χριστοῦ δεξιά. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ βαπτίζοντος δείκνυται· οὐδὲ γὰρ λέγει· «Βαπτίζω ἐγὼ τὸν δεῖνα» ἀλλά· «Βαπτίζεται ὁ δεῖνα», δεικνὺς ὅτι αὐτὸς μόνον διάκονος γίνεται τῆς χάριτος καὶ τὴν χεῖρα τὴν ἑαυτοῦ παρέχει, ἐπειδὴ εἰς τοῦτο παρὰ τοῦ Πνεύματος τέτακται. Ὁ δὲ πάντα πληρῶν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἡ Τριὰς ἡ ἀδιαίρετος.

Ἡ εἰς ταύτην τοίνυν πίστις τῶν ἁμαρτιῶν τὴν ἄφεσιν χαρίζεται, αὕτη ἡ ὁμολογία τὴν υἱοθεσίαν ἡμῖν δωρεῖται. Καὶ τὰ μετὰ ταῦτα δὲ γινόμενα ἱκανὰ διδάξαι ἡμᾶς τίνων μὲν ἠλευθερώθησαν, τίνων δὲ τετυχήκασιν οἱ τῆς μυστικῆς τελετῆς ταύτης καταξιωθέντες. Εὐθέως γὰρ ἀνιόντας αὐτοὺς ἐκ τῶν ἱερῶν ἐκείνων ναμάτων πάντες οἱ παρόντες περιπλέκονται, ἀσπάζονται, καταφιλοῦσι, συνήδονται, συγχαίρουσιν ὅτι οἱ πρότερον δοῦλοι καὶ αἰχμάλωτοι ἀθρόον ἐλεύθεροι καὶ υἱοὶ γεγόνασι καὶ εἰς τὴν βασιλικὴν ἐκλήθησαν τράπεζαν.

Μετὰ γὰρ τὴν ἐκεῖθεν ἄνοδον εὐθέως ἐπὶ τὴν τράπεζαν ἄγονται τὴν φρικτὴν καὶ μυρίων γέμουσαν ἀγαθῶν καὶ τοῦ σώματος ἀπογεύονται καὶ τοῦ αἵματος τοῦ δεσποτικοῦ καὶ οἰκητήριον γίνονται τοῦ Πνεύματος καὶ καθάπερ αὐτὸν τὸν Χριστὸν ἐνδεδυμένοι οὕτω περιΐασιν, ὥσπερ ἄγγελοί τινες ἐπίγειοι πανταχοῦ φαινόμενοι καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου ἀντιλάμποντες.

Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην, ἀλλ᾽ ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρόνημα ἀναλάβητε ἄξιον τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ ὁρώμενα. Σαφέστερον δὲ ταῦτα τῶν αἰσθητῶν ὄψεων βλέπομεν τοῖς πνευματικοῖς ὀφθαλμοῖς.

Ἀλλ᾽ ἐπειδὰν πλησίον γένησθε τῶν προθύρων τῶν βασιλικῶν καὶ μέλλητε αὐτῷ προσεγγίζειν τῷ θρόνῳ ἔνθα προκάθηται ὁ βασιλεὺς ὁ τὰς δωρεὰς διανέμων, πᾶσαν φιλοτιμίαν περὶ τὰς αἰτήσεις ἐπιδείξασθε, μηδὲν βιωτικόν, μηδὲν ἀνθρώπινον, ἀλλ᾽ ἀξίαν τὴν αἴτησιν τοῦ παρέχοντος ποιούμενοι.

Ἐπιβαίνοντες τοίνυν τῶν θείων ἐκείνων ναμάτων καὶ τὸ σύμβολον τῆς ἀναστάσεως διὰ τῆς ἐκεῖθεν ἀνόδου ἐπιδεικνύμενοι, αἰτήσατε τὴν παρ᾽ αὐτοῦ συμμαχίαν ὥστε πολλὴν ὑμᾶς τὴν φυλακὴν τῶν δεδωρημένων ὑμῖν ἐπιδείξασθαι, ὥστε ἀχειρώτους γενέσθαι ταῖς τοῦ πονηροῦ μηχαναῖς. Περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν παρακαλέσατε, περὶ τῶν ἔτι πλανωμένων ἱκετεύσατε, περὶ τῶν ἐν ἁμαρτίαις ὄντων προσπέσετε ὥστε φειδοῦς τινος ἡμᾶς ἀξιωθῆναι. Ὁ γὰρ τοσαύτης ὑμῖν μεταδοὺς παρρησίας καὶ εἰς τοὺς πρώτους τῶν φίλων ἐγγράψας καὶ εἰς τὴν υἱοθεσίαν ἀναγαγών, τοὺς πρότερον αἰχμαλώτους καὶ δούλους καὶ ἀπαρρησιάστους, οὐκ ἀνανεύσει πρὸς τὰς ὑμετέρας αἰτήσεις ἀλλὰ πάντα ὑμῖν παρέξει, τὴν οἰκείαν ἀγαθότητα καὶ ἐν τούτῳ μιμούμενος.

Καὶ ταύτῃ μάλιστα εἰς πλείονα αὐτὸν εὔνοιαν ἐπισπάσεσθε. Ὅταν γὰρ ἴδῃ τοσαύτην ὑμᾶς κηδεμονίαν ποιουμένους τῶν ὑμετέρων μελῶν καὶ τῆς τῶν λοιπῶν σωτηρίας φροντίζοντας, πολλῆς ὑμᾶς καὶ διὰ τοῦτο ἀξιώσει τῆς παρρησίας.

Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπαθεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα καὶ πολλὴν φιλοστοργίαν περὶ τοὺς ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. Ταῦτ᾽ οὖν εἰδότες, ἀγαπητοί, μετὰ χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς πρὸς τὴν ὑποδοχὴν τῆς χάριτος ἑαυτοὺς εὐτρεπίσατε ἵνα καὶ ὑμεῖς δαψιλοῦς τῆς δωρεᾶς ἀπολαύσητε καὶ κοινῇ πάντες ἀξίαν τῆς χάριτος τὴν πολιτείαν ἐπιδειξάμενοι τῶν αἰωνίων καὶ ἀπορρήτων ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.