Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Γ΄: Οι δωρεές του βαπτίσματος και ο πνευματικός αγώνας

Παρουσίαση των νεοφωτίστων ως νοητών αστέρων, απαρίθμηση των πνευματικών δωρεών του μυστηρίου και ο εξοπλισμός των πιστών για τον αγώνα κατά του διαβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 16

☩ΛΟΓΟΣ Γʹ ☩Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα πρὸς νεοφωτίστους. Εὐλογητὸς ὁ Θεός· ἰδοὺ καὶ ἀπὸ γῆς ἀστέρες φαίνουσιν, ἀστέρες τῶν οὐρανῶν φαιδρότεροι. Ἐπὶ γῆς ἀστέρες διὰ τὸν ἐξ οὐρανῶν ἐπὶ γῆς φανέντα· οὐκ ἐπὶ γῆς δὲ μόνον ἀστέρες, ἀλλὰ καὶ ἐν ἡμέρᾳ ἀστέρες· τοῦτο δεύτερον θαῦμα. Ἐν ἡμέρᾳ ἀστέρες τῶν ἐν νυκτὶ φαιδρότεροι. Ἐκεῖνοι μὲν γὰρ τοῦ ἡλίου φανέντος κατακρύπτονται, οὗτοι δὲ τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος μᾶλλον ἐκλάμπουσιν. Εἶδες ἀστέρας ποτὲ μετὰ ἡλίου φανέντας;

Ἐκεῖνοι τῆς συντελείας φανείσης ἀφανίζονται, οὗτοι τῆς συντελείας καταλαβούσης μειζόνως διαφαίνουσι. Καὶ περὶ μὲν ἐκείνων φησὶ τὸ εὐαγγέλιον ὅτι «τὰ ἄστρα τοῦ οὐρανοῦ πεσοῦνται ὡς πίπτουσι φύλλα ἀπὸ ἀμπέλου»· περὶ δὲ τούτων, ὅτι «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».

Τί ἐστιν «ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου οὕτως οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται»; Καθάπερ ἡ ἄμπελος ἕως μὲν ἂν τρέφῃ τοὺς βότρυας χρείαν ἔχει καὶ τῆς σκέπης τῆς ἀπὸ τῶν φύλλων, ἐπειδὰν δὲ ἀποθῆται τὸν καρπὸν καὶ τὴν κόμην τὴν ἀπὸ τῶν φύλλων ἀποτίθεται, οὕτω δὴ καὶ ὁ κόσμος ἅπας ἕως μὲν ἔχῃ ἐν ἑαυτῷ τῶν ἀνθρώπων τὴν φύσιν, κατέχει καὶ τὰ ἄστρα ὁ οὐρανός, καθάπερ ἡ ἄμπελος τὰ φύλλα· νυκτὸς γὰρ τότε οὐκ οὔσης, οὐδὲ ἄστρων χρεία λοιπόν.

Πυρώδης τῶν ἄστρων ἐκείνων ἡ φύσις, πυρώδης καὶ τούτων τῶν ἄστρων ἡ οὐσία. Ἀλλ᾽ ἐκεῖ μὲν πῦρ αἰσθητόν, ἐνταῦθα δὲ πῦρ νοητόν. «Αὐτὸς ὑμᾶς βαπτίσει, φησίν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Βούλει καὶ τὰ ὀνόματα ἑκατέρων μαθεῖν; Ἐν ἐκείνοις τοῖς ἄστροις εἰσὶ ταῦτα τὰ ὀνόματα ὠρίων, ἀρκτοῦρος, ἕσπερος καὶ φωσφόρος· ἐν δὲ τοῖς ἄστροις τούτοις ἕσπερος μὲν οὐδείς, φωσφόροι δὲ πάντες. «Εὐλογητὸς ὁ Θεός», πάλιν εἴπωμεν, «ὁ ποιῶν θαυμάσια μόνος», ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά. Οἱ πρὸ τῆς χθὲς αἰχμάλωτοι, νῦν ἐλεύθεροι καὶ πολῖται τῆς ἐκκλησίας· οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτιῶν, νῦν ἐν παρρησίᾳ καὶ δικαιοσύνῃ.

Οὐ γὰρ ἐλεύθεροι μόνον ἀλλὰ καὶ ἅγιοι, οὐχ ἅγιοι μόνον ἀλλὰ καὶ δίκαιοι, οὐ δίκαιοι μόνον ἀλλὰ καὶ υἱοί, οὐχ υἱοὶ μόνον ἀλλὰ καὶ κληρονόμοι, οὐ κληρονόμοι μόνον ἀλλὰ καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, οὐκ ἀδελφοὶ τοῦ Χριστοῦ μόνον ἀλλὰ καὶ συγκληρονόμοι, οὐ συγκληρονόμοι μόνον ἀλλὰ καὶ μέλη, οὐ μέλη μόνον ἀλλὰ καὶ ναός, οὐ ναὸς μόνον ἀλλὰ καὶ ὄργανα τοῦ Πνεύματος. «Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.» Εἶδες πόσαι τοῦ βαπτίσματος αἱ δωρεαί; Καίτοι γε πολλοῖς δοκεῖ ὅτι μόνον ἁμαρτημάτων ἄφεσιν ἔχει ἡ δωρεά, ἡμεῖς δὲ δέκα ἀπηριθμησάμεθα τιμάς. Διὰ τοῦτο γοῦν καὶ τὰ παιδία βαπτίζομεν καίπερ ἁμαρτίας οὐκ ἔχοντα ἵνα προστεθῇ ἁγιασμός, δικαιοσύνη, υἱοθεσία, κληρονομία, ἀδελφότης, τὸ μέλη εἶναι τοῦ Χριστοῦ, τὸ κατοικητήριον γενέσθαι τοῦ Πνεύματος.

Ἀλλ᾽ ὦ ποθεινότατοι ἀδελφοί, εἴ γε ἔξεστί μοι ἀδελφοὺς ὑμᾶς καλεῖν, τῶν μὲν γὰρ ὠδίνων ὑμῖν ἐκοινώνησα τῶν αὐτῶν, ἀλλὰ τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ τὴν συγγένειαν ἀπώλεσα τὴν ἀκριβῆ καὶ γνησίαν. Πλὴν δότε μοι καλέσαι ὑμᾶς ἀδελφοὺς διὰ τὴν πολλὴν ἀγάπην καὶ παρακαλέσαι ὑμᾶς ὥστε ὅσῳ πλείονος ἀπελαύσατε τῆς τιμῆς τοσούτῳ μείζονα ἐπιδείξασθαι τὴν σπουδήν.

Ὁ μὲν γὰρ πρὸ τούτου χρόνος παλαίστρα καὶ γυμνάσιον ἦν καὶ συγγνώμην εἶχε τὰ πτώματα· ἀπὸ δὲ τῆς σήμερον ἡμέρας τὸ στάδιον ἀνέῳγεν, ὁ ἀγὼν ἐφέστηκε, τὸ θέατρον ἄνω κάθηται, οὐκ ἀνθρώπων φύσις μόνον ἀλλὰ καὶ ἀγγέλων δῆμος θεωρεῖ τὰ παλαίσματα καὶ βοᾷ Παῦλος Κορινθίοις γράφων· «Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, οὐκ ἀνθρώποις δὲ μόνον ἀλλὰ καὶ ἀγγέλοις.» Ἄγγελοι τοίνυν θεωροῦσιν, ὁ τῶν ἀγγέλων δεσπότης ἀγωνοθετεῖ· τοῦτο οὐ τιμὴ μόνον ἐστὶν ἀλλὰ καὶ ἀσφάλεια. Ὅταν γὰρ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ ἡμῶν οὗτος κρίνῃ τὰ παλαίσματα, ποίας οὐ τιμῆς τοῦτο, πόσης οὐκ ἀσφαλείας;

Ἐπὶ μὲν οὖν τῶν ὀλυμπιακῶν ἀγώνων ὁ βραβεύων μέσος ἕστηκε τῶν ἀγωνιζομένων, οὔτε τούτῳ οὔτε ἐκείνῳ προσκείμενος, ἀλλὰ ἀναμένων τὸ τέλος. Διὰ τοῦτο καὶ μέσος ἕστηκεν ἐπεὶ καὶ τῇ γνώμῃ μέσος ἐστίν. Ἐπὶ δὲ ἡμῶν καὶ τοῦ διαβόλου οὐ μέσος ἕστηκεν ὁ Χριστός, ἀλλ᾽ ἡμῶν ὅλος ἐστί. Καὶ ὅτι οὐκ ἔστι μέσος ἀλλὰ μεθ᾽ ἡμῶν ὅλος ἐστί, σκόπει ἐντεῦθεν.

Ἡμᾶς εἰς τὸν ἀγῶνα εἰσιόντας ἤλειψεν, ἐκεῖνον ἔδησεν· ἡμᾶς ἤλειψεν ἔλαιον ἀγαλλιάσεως, ἐκεῖνον ἔδησε δεσμοῖς ἀλύτοις ἵνα συμποδίζηται πρὸς τὰ παλαίσματα. Ἐμοὶ κἂν ὑποσκελισθῆναι συμβῇ χεῖρα ὀρέγει καὶ πεσόντα ἀνίστησι καὶ πατεῖν αὐτὸν πάλιν ποιεῖ· «Πατεῖτε γάρ, φησίν, ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ.» Ἐκείνῳ μετὰ τὴν νίκην γέενναν ἠπείλησεν· ἐγὼ ἐὰν νικήσω στεφανοῦμαι· ἐκεῖνος ἐὰν νικήσῃ κολάζεται. Καὶ ἵνα γνῷς ὅτι τότε μᾶλλον τιμωρεῖται ὅταν κρατήσῃ, φέρε σοι δείξω ἐκ τῶν πραγμάτων. Ἐνίκησε τὸν Ἀδὰμ καὶ ὑπεσκέλισε. Τί οὖν τὸ ἔπαθλον τῆς νίκης; «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Εἰ δὲ τὸν αἰσθητὸν ὄφιν οὕτως ἐκόλασε, ποίᾳ τιμωρίᾳ κολάσει τὸν νοητόν; Εἰ τοιαύτη καταδίκη τοῦ ὀργάνου, εὔδηλον ὅτι πολλῷ μείζων κόλασις μένει τὸν τεχνίτην. Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀποκτείναντα τὸν υἱὸν τὸν ἑαυτοῦ εὑρὼν οὐχὶ τὸν φονέα τιμωρεῖται μόνον ἀλλὰ καὶ τὴν μάχαιραν αὐτὴν κατακόπτει, οὕτω δὴ καὶ ὁ Χριστὸς εὑρὼν τὸν διάβολον ἀποκτείναντα τὸν ἄνθρωπον, οὐχὶ τὸν διάβολον μόνον ἐκόλασεν ἀλλὰ καὶ αὐτὴν τὴν μάχαιραν κατέκλασεν.

Οὐκοῦν θαρροῦντες ἀποδυσώμεθα πρὸς τὰ παλαίσματα· καὶ γὰρ ὅπλα ἡμῖν περιέβαλε χρυσίου παντὸς στιλπνότερα, ἀδάμαντος παντὸς ἰσχυρότερα, πυρὸς παντὸς θερμότερα καὶ σφοδρότερα, ἀέρος παντὸς κουφότερα. Οὐδὲ γὰρ βαρύνει τὰ γόνατα τῶν ὅπλων τούτων ἡ φύσις, ἀλλ᾽ ἀναπτεροῖ τὰ μέλη, καὶ μετεωρίζει, κἂν εἰς τὸν οὐρανὸν ἀναπτῆναι βουληθῇς μετὰ τῶν ὅπλων τούτων, τὸ κωλῦον οὐδέν. Καινὴ γὰρ τῶν ὅπλων ἡ φύσις ἐπειδὴ καὶ καινὸς τῆς μάχης ταύτης ὁ τρόπος· ἄνθρωπος γὰρ ὢν δαίμοσι πυκτεύειν ἀναγκάζομαι, σάρκα περικείμενος πρὸς ἀσωμάτους δυνάμεις παλαίω. Διὰ τοῦτό μοι τὸν θώρακα οὐκ ἀπὸ σιδήρου ἀλλ᾽ ἀπὸ δικαιοσύνης ἐποίησεν ὁ Θεός· διὰ τοῦτό μοι τὸν θυρεὸν οὐκ ἀπὸ χαλκοῦ ἀλλ᾽ ἀπὸ πίστεως κατεσκεύασεν. Ἔχω καὶ μάχαιραν ἠκονημένην, τὸ τοῦ πνεύματος ῥῆμα. Ἐκεῖνος ἀφίησι βέλη κατ᾽ ἐμοῦ, ἔχω μάχαιραν ἐγώ· ἐκεῖνος τοξότης ἐστίν, ἐγὼ ὁπλίτης εἰμί.

Μάθε καὶ ἀπὸ τούτου τὴν διάνοιαν ἐκείνου· ὁ τοξότης ἐγγὺς ἐλθεῖν οὐ τολμᾷ ἀλλὰ πόρρωθεν βάλλει. Τί δαί; Ἆρα ὅπλα κατεσκεύασε μόνον; Οὐχί, ἀλλὰ καὶ τράπεζαν ἡτοίμασεν ὅπλου παντὸς δυνατωτέραν, ἵνα μὴ κάμνων πολεμῇς, ἵνα τρυφῶν περιγίνῃ τοῦ πονηροῦ. Ἂν γὰρ ἴδῃ σε μόνον ἀπὸ τῶν δείπνων ἐπανιόντα τῶν δεσποτικῶν, καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον· κἂν δείξῃς αὐτῷ τὴν γλῶτταν ᾑμαγμένην τῷ αἵματι τῷ τιμίῳ, οὐδὲ στῆναι δυνήσεται· ἂν δείξῃς τὸ στόμα πεφοινιγμένον, καθάπερ θηρίον εὔτελες οὕτως ἐπὶ τὰ ὀπίσω δραμεῖται.