Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Γ΄: Ο τύπος του πασχάλιου αμνού και το μυστήριο της Εκκλησίας

Η τυπολογία του πασχάλιου αμνού στην Παλαιά Διαθήκη σε σχέση με το αίμα του Χριστού, η δημιουργία της Εκκλησίας από την πλευρά του Κυρίου και η νέα συνθήκη της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 16

Βούλει τοίνυν τοῦ αἵματος τούτου μαθεῖν τὴν ἰσχύν; Ἀναδράμωμεν ἐπὶ τὸν τύπον αὐτοῦ, ἐπὶ τὰ παλαιὰ διηγήματα τὰ ἐν Αἰγύπτῳ. Δεκάτην ἔμελλε πληγὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις· τὰ πρωτότοκα γὰρ αὐτῶν ἐβούλετο ἀνελεῖν ἐπειδὴ τὸν πρωτότοκον αὐτοῦ κατεῖχον λαόν. Τί οὖν ἵνα γένηται ὥστε μὴ συμπλέκεσθαι τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις, ἐπειδὴ εἷς κατεῖχεν αὐτοὺς τόπος; Μάθε τοῦ τύπου τὴν δύναμιν ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχύν. Πληγὴ θεήλατος ἔμελλεν ἄνωθεν φέρεσθαι καὶ ὁ ὀλοθρεύων ἐπῄει ταῖς οἰκίαις.

Τί οὖν ὁ Μωϋσῆς; «Θύσατε, φησίν, ἀμνὸν ἄμωμον καὶ τὸ αἷμα αὐτοῦ ἐπιχρίσατε ταῖς θύραις.» Τί λέγεις; Αἷμα ἀλόγου σῴζειν ἀνθρώπους τοὺς λογικοὺς οἶδε; Ναί, φησίν, οὐκ ἐπειδὴ αἷμά ἐστιν ἀλλ᾽ ἐπειδὴ τοῦ αἵματος τοῦ δεσποτικοῦ τύπος ἐστί. Καθάπερ γὰρ οἱ ἀνδριάντες οἱ βασιλικοὶ ἄψυχοι ὄντες καὶ ἀναίσθητοι τοὺς καταφεύγοντας εἰς αὐτοὺς ἀνθρώπους αἰσθητικοὺς καὶ ἐμψύχους ὄντας διασῴζουσιν, οὐκ ἐπειδὴ χαλκός εἰσιν ἀλλ᾽ ἐπειδὴ εἰκὼν τοῦ βασιλέως εἰσίν, οὕτω δὴ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀναίσθητον καὶ ἄψυχον τοὺς ψυχὴν ἔχοντας ἀνθρώπους ἔσωσεν, οὐκ ἐπειδὴ αἷμα ἦν ἀλλ᾽ ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν.

Τότε εἶδεν ὁ ὀλοθρεύων τὸ αἷμα ταῖς θύραις ἐπικεχρισμένον καὶ οὐκ ἐτόλμησεν εἰσπηδῆσαι· νῦν ἂν ἴδῃ ὁ διάβολος οὐχὶ θύραις ἐπικεχρισμένον τὸ αἷμα τοῦ τύπου ἀλλὰ τῷ στόματι τῶν πιστῶν ἐπικεχρισμένον τὸ αἷμα τῆς ἀληθείας ταῖς θύραις τοῦ ναοῦ τοῦ χριστοφόρου, οὐ πολλῷ μᾶλλον ἑαυτὸν καθέξει; Εἰ γὰρ ἄγγελος ἰδὼν τὸν τύπον ᾐδέσθη, πολλῷ μᾶλλον ὁ διάβολος ἰδὼν τὴν ἀλήθειαν φεύξεται.

Βούλει μαθεῖν καὶ ἑτέρωθεν τοῦ αἵματος τούτου τὴν ἰσχύν; Βλέπε πόθεν ἔρρευσε τὴν ἀρχὴν καὶ πόθεν τὴν πηγὴν ἔσχεν, ἄνωθεν ἀπὸ τοῦ σταυροῦ, ἀπὸ τῆς πλευρᾶς τῆς δεσποτικῆς. Τεθνηκότος γάρ, φησί, τοῦ Χριστοῦ καὶ ἐν τῷ σταυρῷ ὄντος ἔτι, προσελθὼν ὁ στρατιώτης ἔνυξε τὴν πλευρὰν τῇ λόγχῃ, εἶτα ἐξῆλθεν ὕδωρ καὶ αἷμα. Καὶ τὸ μὲν τοῦ βαπτίσματος σύμβολον ἦν, τὸ δὲ τῶν μυστηρίων. Διὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν αἷμα καὶ ὕδωρ ἀλλὰ πρῶτον ἐξῆλθε τὸ ὕδωρ καὶ τότε τὸ αἷμα, ἐπειδὴ πρῶτον τὸ βάπτισμα καὶ τότε τὰ μυστήρια.

Ἔνυξε τοίνυν τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, διώρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ καὶ ἐγὼ τὸν θησαυρὸν εὗρον καὶ τὸν πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν· οἱ Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον καὶ ἐγὼ τὴν σωτηρίαν τὴν ἀπὸ τῆς θυσίας ἐκαρπωσάμην. «Ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς ὕδωρ καὶ αἷμα.» Μὴ παραδράμῃς ἁπλῶς, ἀγαπητέ, τὸ μυστήριον. Ἔχω γὰρ καὶ ἕτερον λόγον εἰπεῖν μυστικόν· εἶπον ὅτι τοῦ βαπτίσματος σύμβολον καὶ τῶν μυστηρίων ἐστὶ τὸ αἷμα ἐκεῖνο καὶ τὸ ὕδωρ.

Ἐξ ἑκατέρων τούτων ἡ ἐκκλησία γεγέννηται, «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου», διὰ βαπτίσματος καὶ διὰ μυστηρίων. Τὰ δὲ σύμβολα τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων ἀπὸ τῆς πλευρᾶς. Ἀπὸ τῆς πλευρᾶς ἄρα τὴν ἐκκλησίαν ἐδημιούργησεν ὁ Χριστός, καθάπερ ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν ἐδημιούργησε.

Διὰ τοῦτο καὶ Μωϋσῆς περὶ τοῦ πρώτου ἀνθρώπου διεξιὼν λέγει· «Ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου», τὴν πλευρὰν ἡμῖν αἰνιττόμενος τοῦ δεσπότου. Ὥσπερ γὰρ τότε ἔλαβεν ὁ Θεὸς τὴν πλευρὰν καὶ διέπλασε γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς αὐτοῦ καὶ ἀνέπλασε τὴν ἐκκλησίαν. Ὥσπερ οὖν τότε ἐν τῇ ἐκστάσει τὴν πλευρὰν ἔλαβε, καθεύδοντος τοῦ Ἀδάμ, οὕτω καὶ νῦν μετὰ τὸν θάνατον τὸ αἷμα καὶ τὸ ὕδωρ ἔδωκεν, ἐν πρώτοις δὲ τὸ ὕδωρ εἶτα τὸ αἷμα. Ἀλλ᾽ ὅπερ τότε ἡ ἔκστασις, τοῦτο νῦν ὁ θάνατος γέγονεν ἵνα μάθῃς ὅτι ὁ θάνατος οὗτος ὕπνος λοιπόν ἐστιν.

Εἴδετε πῶς συνῆψεν ἑαυτῷ τὴν νύμφην ὁ Χριστός; Εἴδετε ποίᾳ πάντας ἡμᾶς τρέφει τροφῇ; Ἐκ τῆς αὐτῆς τροφῆς καὶ συνεστήκαμεν καὶ τρεφόμεθα. Καθάπερ γὰρ γυνὴ τὸ τεχθὲν οἰκείῳ τρέφει αἵματι καὶ γάλακτι, οὕτω καὶ ὁ Χριστὸς οὓς ἐγέννησεν αὐτὸς οἰκείῳ τρέφει διηνεκῶς αἵματι.

Ἐπεὶ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς πολλὴν ἐπιδειξώμεθα τὴν σπουδὴν καὶ ἀναμνησθῶμεν τῶν συνθηκῶν ὧν ἐθέμεθα πρὸς αὐτόν. Ὑμῖν λέγω καὶ τοῖς νῦν μεμυημένοις καὶ τοῖς πάλαι καὶ πρὸ πολλῶν ἐτῶν· κοινὸς γὰρ πρὸς πάντας ἡμᾶς ὁ λόγος ἐπειδὴ καὶ πάντες ἐθέμεθα πρὸς αὐτὸν συνθήκας ἃς ἐγράψαμεν οὐ μέλανι ἀλλὰ πνεύματι, οὐ καλάμῳ ἀλλὰ γλώττῃ. Τούτῳ γὰρ τῷ καλάμῳ αἱ συνθῆκαι αἱ πρὸς τὸν Θεὸν γράφονται· διὰ τοῦτο καὶ ὁ Δαβίδ φησιν· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Ὡμολογήσαμεν αὐτοῦ τὴν δεσποτείαν, ἠρνησάμεθα τὴν τυραννίδα τὴν διαβολικήν, τοῦτο χειρόγραφον ἐγένετο, τοῦτο συνθήκη, τοῦτο γραμματεῖον.

Ὁρᾶτε μὴ πάλιν ὑποχείριοι γενώμεθα τῷ γραμματείῳ τούτῳ. Ἦλθεν ἅπαξ ὁ Χριστός, εὗρεν ἡμῶν χειρόγραφον πατρῷον ὅπερ ἔγραψεν ὁ Ἀδάμ. Ἐκεῖνος τὴν ἀρχὴν εἰσήνεγκε τοῦ χρέους, ἡμεῖς τὸ δάνειον ηὐξήσαμεν ταῖς μετὰ ταῦτα ἁμαρτίαις. Κατάρα ἦν ἐκεῖ καὶ ἁμαρτία καὶ θάνατος καὶ νόμου κατάκρισις· πάντα ταῦτα ἀνεῖλεν ὁ Χριστὸς καὶ συνεχώρησε.

Καὶ βοᾷ ὁ Παῦλος λέγων· «Τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἀπὸ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Οὐκ εἶπεν 〈ἀπαλείψας〉 αὐτό, οὐκ εἶπεν 〈χαράξας〉 ἀλλὰ 〈προσηλώσας〉 αὐτὸ τῷ σταυρῷ, ἵνα μηδὲ ἴχνος αὐτοῦ μείνῃ. Διὰ τοῦτο οὐκ ἀπήλειψεν ἀλλὰ διέρρηξεν· οἱ γὰρ ἧλοι τοῦ σταυροῦ διέρρηξαν αὐτὸ καὶ διέφθειραν ἵνα ἄχρηστον γένηται τοῦ λοιποῦ.

Καὶ οὐκ ἐν γωνίᾳ καὶ λάθρᾳ ἀλλ᾽ ἐν μέσῳ τῆς οἰκουμένης ἐφ᾽ ὑψηλοῦ τοῦ ἰκρίου τὴν διάλυσιν ἐποιήσατο. Βλεπέτωσαν ἄγγελοι, φησίν, βλεπέτωσαν ἀρχάγγελοι, βλεπέτωσαν αἱ ἄνω δυνάμεις, βλεπέτωσαν καὶ οἱ πονηροὶ δαίμονες καὶ αὐτὸς ὁ διάβολος, οἱ ποιήσαντες ὑπευθύνους ἡμᾶς τῶν ὀφλημάτων ἐπὶ τῶν δανειστῶν· διαρρήγνυται τὸ χειρόγραφον ἵνα μὴ μετὰ ταῦτα ἡμῖν ἐπιπηδήσωσιν.

Ἐπεὶ οὖν διερράγη τὸ πρότερον, σπουδάσωμεν ὅπως μὴ γένηται πάλιν ἄλλο χειρόγραφον· δεύτερος γὰρ σταυρὸς οὐκ ἔστιν, οὐ δευτέρα ἄφεσις διὰ λουτροῦ παλιγγενεσίας. Ἄφεσις μὲν γὰρ ἔστι, διὰ λουτροῦ δὲ οὐκ ἔστι δευτέρα ἄφεσις.

Ἀλλὰ μὴ ῥᾳθυμώτεροι γενώμεθα, παρακαλῶ. Ἐξῆλθες ἐξ Αἰγύπτου, ὦ ἄνθρωπε, μηκέτι πάλιν Αἴγυπτον καὶ τὰ Αἰγύπτου ζήτει κακά· μηκέτι τοῦ πηλοῦ καὶ τῆς πλινθείας μέμνησο· πηλὸς γὰρ καὶ πλινθεία τὰ παρόντα τοῦ βίου πράγματα, ἐπεὶ καὶ αὐτὸ τὸ χρυσίον πρὶν ἢ γενέσθαι χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ.

Εἶδον θαύματα Ἰουδαῖοι· καὶ σὺ νῦν μείζονα ὄψει καὶ πολλῷ λαμπρότερα ἢ τότε ὅτε οἱ Ἰουδαῖοι ἐξῄεσαν ἐξ Αἰγύπτου. Οὐκ εἶδες τὸν Φαραὼ μετὰ τῶν ὅπλων ἀποπνιγόμενον, ἀλλ᾽ εἶδες τὸν διάβολον μετὰ τῶν ὅπλων καταποντιζόμενον.

Διέβησαν ἐκεῖνοι πέλαγος, διέβης σὺ θάνατον· ἀπηλλάγησαν Αἰγυπτίων ἐκεῖνοι, ἠλευθερώθης δαιμόνων σύ· δουλείαν ἀπέθεντο βαρβαρικὴν Ἰουδαῖοι, σὺ δὲ τὴν πολλῷ καλεπωτέραν τὴν τῆς ἁμαρτίας. Βούλει καὶ ἑτέρωθεν μαθεῖν πῶς μειζόνων ἠξιώθης σύ; Ἰουδαῖοι τότε οὐκ ἠδυνήθησαν ἰδεῖν τὸ πρόσωπον Μωϋσέως δοξαζόμενον καὶ ταῦτα συνδούλου καὶ συγγενοῦς ὄντος· σὺ δὲ τὸ πρόσωπον εἶδες τοῦ Χριστοῦ ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα.» Εἶχον ἐκεῖνοι τὸν Χριστὸν ἑπόμενον τότε, ἀλλὰ πολλῷ μᾶλλον ἡμῖν νῦν ἕπεται. Ἐκείνοις μὲν γὰρ τότε ὁ Κύριος ἠκολούθει διὰ τὴν χάριν Μωϋσέως, ἡμῖν δὲ οὐ διὰ τὴν χάριν Μωϋσέως μόνον ἀλλὰ καὶ διὰ τὴν οἰκείαν ὑμῶν εὐπείθειαν. Ἐκείνοις μετὰ τὴν Αἴγυπτον ἔρημος, σοὶ δὲ μετὰ τὴν ἔξοδον οὐρανός. Εἶχον ἐκεῖνοι ἡγεμόνα καὶ στρατηγὸν ἄριστον Μωσέα, ἔχομεν καὶ ἡμεῖς ἄλλον Μωϋσῆν τὸν Θεὸν προηγούμενον ἡμῖν καὶ στρατηγοῦντα.

Τί γὰρ τὸ τεκμήριον τοῦ Μωϋσέως ἐκείνου; «Ἦν γάρ, φησίν, Μωσῆς πραότερος ἁπάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς.» Τοῦτό τις εἰπὼν καὶ περὶ τούτου τοῦ Μωϋσέως οὐκ ἂν ἁμάρτοι. Καὶ γὰρ καὶ τούτῳ συμπαρῆν τὸ πραότατον Πνεῦμα ὡς ὁμοούσιον καὶ συγγενές. Μωϋσῆς τότε ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ κατήνεγκεν ἄρτον ἀγγέλων τὸ μάννα.

Οὗτος ὁ Μωϋσῆς ἀνατείνων τὰς χεῖρας εἰς τὸν οὐρανὸν φέρει τὴν αἰώνιον τροφήν. Ἐκεῖνος ἔπληξε τὴν πέτραν καὶ ἐξέβαλε ποταμοὺς ὑδάτων· οὗτος ἅπτεται τῆς τραπέζης, πλήττει τὴν νοητὴν τράπεζαν καὶ πηγὰς πνεύματος ἀναβλύζειν ποιεῖ. Διὰ τοῦτο καθάπερ πηγὴ ἐν τῷ μέσῳ ἡ τράπεζα κεῖται, ἵνα πανταχόθεν τὰ ποίμνια περιρρέῃ τὴν πηγήν, ἵνα ἀπολαύῃ τῶν σωτηρίων ναμάτων.

Ἐπεὶ οὖν τοιαύτη μὲν ἐνταῦθα ἡ πηγή, τοιαύτη δὲ ἡ ζωὴ καὶ μυρίων ἡ τράπεζα γέμει τῶν ἀγαθῶν καὶ πανταχόθεν ἡμῖν βρύει τὰ δῶρα τὰ πνευματικά, μετὰ ἀληθινῆς καρδίας προσέλθωμεν, μετὰ συνειδότος καθαροῦ, ἵνα λάβωμεν χάριν καὶ ἔλεον εἰς εὔκαιρον βοήθειαν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, κυρίου δὲ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι δόξα, τιμή, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.