Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Ε΄: Η διατήρηση της χάριτος, η μετάνοια και ο πνευματικός οπλισμός

Νουθεσίες προς τους βαπτισθέντες να διατηρήσουν τις δωρεές τους, επισημαίνοντας τη δυνατότητα αποκατάστασης μέσω της μετάνοιας και την ανάγκη πνευματικής εγρήγορσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 16

Ὃς ἡνίκα μὲν ἐβαπτίσθη καὶ τῷ φωτὶ τῆς ἀληθείας κατηυγάσθη, εὐθέως μὲν καὶ οὕτω μέγας γέγονε, πολλῷ δὲ μείζων ἐγένετο τοῦ χρόνου προϊόντος. Ἐπειδὴ γὰρ τὰ παρ᾽ ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον, τὴν προθυμίαν, τὸ φρόνημα τὸ γενναῖον, τὸν πόθον τὸν ζέοντα, τὴν ὑπεροψίαν τῶν παρόντων, ἐπέρρει αὐτῷ λοιπὸν καὶ τὰ παρὰ τῆς τοῦ Θεοῦ χάριτος μετὰ πολλῆς τῆς δαψιλείας. Καὶ ὁ πρὸ τούτου ἀκάθεκτον τὴν μανίαν ἐπιδεικνύμενος καὶ πανταχοῦ διατρέχων καὶ διὰ πάντων πολεμῶν τῷ τῆς εὐσεβείας λόγῳ, ἐπειδὴ ἐπέγνω τὴν τῆς ἀληθείας ὁδόν, εὐθέως καὶ συνέχυνε τοὺς ἀγνώμονας Ἰουδαίους καὶ «διὰ θυρίδος ἐν σαργάνῃ» ἐχαλᾶτο ἵνα δυνηθῇ διαφυγεῖν τῶν μαινομένων Ἰουδαίων τὴν ὠμότητα. Εἴδετε ἀθρόαν μεταβολήν; Εἴδετε τοῦ Πνεύματος τὴν χάριν πῶς αὐτοῦ τὴν ψυχὴν μετερρύθμισε, πῶς αὐτοῦ τὴν γνώμην μετέβαλε, πῶς καθάπερ πῦρ εἰς ἀκάνθας ἐμπεσόν, οὕτως ἡ τοῦ Πνεύματος χάρις ἐπεισελθοῦσα καὶ τῶν ἁμαρτημάτων τὰς ἀκάνθας ἠφάνισε καὶ ἀδάμαντος αὐτὸν στερρότερον εἰργάσατο;

Τοῦτον καὶ ὑμεῖς μιμήσασθε, παρακαλῶ, καὶ δυνήσεσθε οὐ πρὸς δύο καὶ τρεῖς καὶ δέκα ἡμέρας καὶ εἴκοσι μόνον καλεῖσθαι νεοφώτιστοι, ἀλλὰ καὶ δέκα καὶ εἴκοσι καὶ τριάκοντα παρελθόντων ἐτῶν καὶ διὰ πάσης ὡς εἰπεῖν τῆς ζωῆς ταύτης ἀξιοῦσθαι τῆς προσηγορίας. Ἐὰν γὰρ τὸ ἐν ἡμῖν φῶς, τοῦ Πνεύματος λέγω τὴν χάριν, σπουδάζωμεν διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως φαιδρότερον ἀπεργάζεσθαι ὥστε μηδέποτε κατασβεσθῆναι, διὰ παντὸς τοῦ χρόνου ταύτης ἀπολαύσομεν τῆς προσηγορίας. Ὥσπερ γὰρ ἔστι τὸν νήφοντα καὶ ἐγρηγορότα καὶ ἀξίαν πολιτείαν ἐπιδεικνύμενον διηνεκῶς εἶναι νεοφώτιστον, οὕτω πάλιν ἔστι καὶ μετὰ μίαν ἡμέραν ῥᾳθυμήσαντα ἀνάξιον γενέσθαι ταύτης τῆς προσηγορίας.

Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος διὰ τῆς μετὰ ταῦτα ἀρετῆς πλείονα τὴν ἄνωθεν ἐπισπασάμενος ῥοπήν, διηνεκῶς ἐν τῇ φαιδρότητι ταύτῃ διέμεινε, λαμπρότερον ἐν αὐτῷ τῆς ἀρετῆς τὸ φῶς ἐργαζόμενος. Ὁ δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι· «Μετανόησον γάρ, φησίν, ἀπὸ τῆς κακίας σου ταύτης, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.» Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας. Μὴ γὰρ τὰ τυχόντα ἐστίν, ἀγαπητέ, ὧν ἠξιώθημεν· πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, νικᾷ τὸν λογισμὸν τὸν ἡμέτερον τῶν δεδωρημένων τὸ μέγεθος. Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐνεπιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασιλέως.

Ὁ πρότερον γὰρ δοῦλος, ὁ αἰχμάλωτος, ὁ προσκεκρουκώς, εἰς υἱοθεσίαν ἀθρόον ἀνηνέχθης. Οὐκοῦν μὴ ῥᾳθυμήσῃς μηδὲ συγχωρήσῃς ἀφαιρεθῆναί σου τοῦτο τὸ ἀξίωμα μηδὲ ἔρημόν σε γενέσθαι τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ.

Ἐὰν γὰρ σὺ μὴ βουληθῇς, οὐδείς ποτε ἀφελέσθαι δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ σοι δεδωρημένα. Καίτοι ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῦτο οὐκ ἔνι. Ὅταν γάρ τις ἀξιώματός τινος τύχῃ παρὰ τοῦ τῆς γῆς βασιλέως, οὐκ ἐν τῇ αὐτοῦ γνώμῃ κεῖται ἡ ἀφαίρεσις, ἀλλ᾽ ὁ τὴν ἀξίαν παρασχὼν αὐτὸς καὶ τῆς ἀφαιρέσεώς ἐστι κύριος καὶ ὅτε βούλεται γυμνοῖ τῆς ἀξίας τὸν εἰληφότα καὶ ἰδιώτην ἀθρόον ἀπεργάζεται καὶ παραλύει τῆς ἀρχῆς. Ἐπὶ δὲ τοῦ βασιλέως τοῦ ἡμετέρου τοὐναντίον ἅπαν· τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμήσαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται.

Καὶ τί λέγω ἀφελέσθαι, ἐὰν γὰρ ἴδῃ εὐγνώμονας γεγενημένους παρὰ τὰ ἤδη παρασχεθέντα καὶ προσθήκην ἡμῖν ἐργάζεται καὶ μετὰ πολλῆς τῆς φιλοτιμίας πάλιν αὔξει τὰς παρ᾽ ἑαυτοῦ δωρεάς. Εἰδότες τοίνυν ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν ἐν ἡμῖν κεῖται τὸ πᾶν καὶ ἐν τῇ σπουδῇ τῇ ἡμετέρᾳ, εὐγνώμονες γενώμεθα περὶ τὰ ἤδη δωρηθέντα ἵνα καὶ μειζόνων ἑαυτοὺς ἀξίους καταστήσωμεν. Διὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιωθέντες τῆς θείας δωρεᾶς πολλὴν τὴν φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε, οἵ τε πάλαι ταύτης τυχόντες τῆς δωρεᾶς πολλὴν τοῦ βίου τὴν μεταβολὴν ἐπιδειξώμεθα. Ἔστι γάρ, ἔστιν ἐπάνοδος ἐὰν βουλώμεθα καὶ δυνατὸν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν καὶ φαιδρότητα ἐὰν μόνον τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκωμεν.

Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν. Φύσεως γάρ ἐστι τὸ πάθος καὶ διὰ τοῦτο ἀδύνατον πρὸς τὴν προτέραν ἐπανελθεῖν τῆς εὐμορφίας φαιδρότητα. Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.

Ἀλλὰ ταῦτα μὲν πρὸς ἐμαυτὸν λέγω καὶ τοὺς πάλαι τοῦ βαπτίσματος ἀξιωθέντας. Ὑμεῖς δὲ οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, ἐμοὶ πείσθητε, καὶ παντὶ τρόπῳ σπουδάσατε καθαρὸν ὑμῶν τὸ ἔνδυμα διατηρῆσαι· πολλῷ γὰρ βέλτιον ὑπὲρ τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον. Μὴ δὴ τὰ αὐτὰ ἡμῖν πάθητε, παρακαλῶ, ἀλλ᾽ ἡ τῶν προλαβόντων ῥᾳθυμία ὑμῖν ἀσφαλείας ὑπόθεσις γενέσθω.

Καὶ καθάπερ στρατιῶται πνευματικοί, γενναῖοι καὶ ἐγρηγορότες, οὕτω καθ᾽ ἑκάστην ἡμέραν ἀποσμήχετε τὰ ὅπλα ὑμῶν τὰ πνευματικά, ἵνα βλέπων ὁ πολέμιος τῶν ὅπλων τὴν ἀστραπὴν πόρρω γένηται καὶ μηδὲ πλησίον ἑστάναι νομίσῃ.

Ὅταν γὰρ ἴδῃ μὴ μόνον ἀστράπτοντα τὰ ὅπλα ἀλλὰ καὶ ὑμᾶς πανταχόθεν πεφραγμένους καὶ τὸν τῆς διανοίας ὑμῶν θησαυρὸν καθάπερ οἶκόν τινα μετὰ ἀκριβείας ἠσφαλισμένον, ἐγκαλυψάμενος ἄπεισιν, εἰδὼς ὡς οὐδὲν αὐτῷ πλέον ἔσται κἂν μυριάκις ἐπιθέσθαι ἐπιχειρήσῃ. Εἰ γὰρ καὶ ἀναίσχυντός ἐστι καὶ ἰταμὸς καὶ θηρίου παντὸς πικρότερος, ἀλλ᾽ ὁρῶν ὑμῶν τὴν παντευχίαν τὴν πνευματικὴν καὶ τὴν ἰσχὺν τὴν παρὰ τοῦ Πνεύματος ὑμῖν δεδομένην, ἀκριβέστερον τὴν οἰκείαν ἀσθένειαν καταμανθάνων μετὰ πολλῆς τῆς αἰσχύνης ἀφίσταται, σφόδρα καταγνοὺς ἑαυτοῦ καὶ γινώσκων ὡς ἀνηνύτοις ἐπιχειρεῖ.

Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ᾽ ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.

Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.