Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατηχήσεις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Ο πνευματικός αγώνας, η φρούρηση της γλώσσας και η εκρίζωση της πολυορκίας

Η περίοδος των κατηχήσεων ως πνευματική παλαίστρα. Επισημάνσεις για τα ολισθήματα του λόγου, την αυστηρή απαγόρευση των όρκων και πρακτικές οδηγίες για την άμεση απαλλαγή από αυτή την αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

Ἀλλ᾽ οὐ καιρὸς ὑμῖν τοὺς περὶ μετανοίας ἀκοῦσαι λόγους· μᾶλλον δὲ μηδέποτε γένοιτο καιρὸς εἰς χρείαν ὑμᾶς ἐκείνων ἐμπεσεῖν τῶν φαρμάκων, ἀλλ᾽ ἀεὶ μένοιτε τὸ κάλλος καὶ τὴν λαμπρότητα, ἣν μέλλετε λαμβάνειν νῦν, ἀκέραιον διατηροῦντες.

Ἵνα οὖν ἀεὶ μένοιτε, φέρε καὶ περὶ πολιτείας ὑμῖν διαλεχθῶμεν ὀλίγα· ἐν γὰρ τῇ παλαίστρᾳ ταύτῃ ἀκίνδυνα τοῖς ἀθληταῖς τὰ πτώματα· πρὸς γὰρ τοὺς οἰκείους ἡ πάλη, καὶ τοῖς σώμασι τῶν διδασκάλων ἐμμελετῶσιν ἅπαντα. Ὅταν δὲ ὁ τῶν ἀγώνων παραγένηται καιρὸς, ὅταν ἀνοιγῇ τὸ στάδιον, ὅταν τὸ θέατρον ἄνω καθήμενον ᾖ, ὅταν ὁ ἀγωνοθέτης παρῇ, ἀνάγκη λοιπὸν ἢ ῥᾳθυμήσαντας πεσεῖν καὶ μετὰ αἰσχύνης ἀναχωρῆσαι πολλῆς, ἢ σπουδάσαντας τῶν στεφάνων καὶ τῶν βραβείων ἐπιτυχεῖν. Οὕτω δὴ καὶ ἐφ᾽ ὑμῶν, αἱ τριάκοντα ἡμέραι αὗται παλαίστρᾳ τινὶ προσεοίκασι καὶ γυμνασίοις καὶ μελέτῃ. Μάθωμεν ἐντεῦθεν ἤδη περιγενέσθαι τοῦ πονηροῦ δαίμονος ἐκείνου· πρὸς γὰρ ἐκεῖνον ἀποδύεσθαι μέλλομεν μετὰ τὸ βάπτισμα, πρὸς ἐκεῖνον πυκτεύειν καὶ μάχεσθαι. Μάθωμεν τοίνυν ἐντεῦθεν ἤδη τὰς λαβὰς ἐκείνου, πόθεν ἐστὶ πονηρὸς, πόθεν ἡμῖν εὐκόλως ἐπηρεάσαι δύναται, ἵνα τῶν ἀγώνων παραγενομένων μὴ ξενοπαθῶμεν μηδὲ θορυβώμεθα, καινὰ τὰ παλαίσματα ὁρῶντες, ἀλλ᾽ ἤδη μεταξὺ ἡμῶν αὐτῶν μελετήσαντες, καὶ τὰς μεθοδείας αὐτοῦ μαθόντες ἁπάσας, μετὰ τοῦ θαῤῥεῖν ἁψώμεθα τῶν παλαισμάτων πρὸς ἐκεῖνον.

Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος. Οὐδὲν γὰρ οὕτως ἐπιτήδειον ὄργανον ἐκείνῳ πρὸς ἀπάτην καὶ ἀπώλειαν ἡμετέραν, ὡς γλῶττα ἀκόλαστος καὶ στόμα ἀθύρωτον. Ἐντεῦθεν ἡμῖν τὰ πολλὰ πτώματα, ἐντεῦθεν ἡμῖν τὰ χαλεπὰ ἐγκλήματα. Καὶ τὴν μὲν εὐκολίαν τῶν ὀλισθημάτων διὰ τῆς γλώττης τις δηλῶν ἔλεγε· Πολλοὶ ἔπεσον διὰ μαχαίρας, ἀλλ᾽ οὐ τοσοῦτοι ὅσοι διὰ γλώττης. Τὸ δὲ χαλεπὸν τοῦ πτώματος ἐμφαίνων πάλιν ὁ αὐτὸς εἶπεν· Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον, ἢ ὀλίσθημα ἀπὸ γλώσσης. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Βέλτιόν ἐστι, φησὶ, πεσεῖν καὶ συντριβῆναι τὸ σῶμα, ἢ ῥῆμα προέσθαι τοιοῦτον, ὃ τὴν ψυχὴν ἡμῶν ἀπόλλυσιν.

Οὐ λέγει δὲ τὰ πτώματα μόνον, ἀλλὰ καὶ παραινεῖ πολλὴν ποιεῖσθαι πρόνοιαν, ὥστε μὴ ὑποσκελισθῆναι, οὕτως εἰπών· Ποίησον τῷ στόματί σου θύραν καὶ μοχλούς· οὐχ ἵνα θύρας καὶ μοχλοὺς κατασκευάσωμεν, ἀλλ᾽ ἵνα μετὰ πολλῆς τῆς ἀσφαλείας πρὸς τὰ ἄτοπα τῶν ῥημάτων τὴν γλῶτταν ἀποκλείσωμεν. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι μετὰ τῆς ἡμετέρας σπουδῆς, καὶ πρὸ τῆς ἡμετέρας τῆς ἄνωθεν δεόμεθα ῥοπῆς, ὥστε τὸ θηρίον τοῦτο κατασχεῖν ἔνδον, πρὸς τὸν Θεὸν τὰς χεῖρας ἀνατείνας ὁ προφήτης ἔλεγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς ἐπὶ τὰ χείλη μου. Ὁ δὲ τὰ πρότερον παραινέσας, πάλιν καὶ αὐτός φησι· Τίς δώσει ἐπὶ τῷ στόματί μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον; Ὁρᾷς ἕκαστον δεδοικότα τὰ πτώματα ταῦτα, καὶ θρηνοῦντα καὶ συμβουλεύοντα, καὶ εὐχόμενον πολλῆς ἀπολαῦσαι τὴν γλῶτταν φυλακῆς; Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσοῦτον ἡμῖν φέρει τὸν ὄλεθρον τοῦτο τὸ ὄργανον, ἐνέθηκεν ἡμῖν αὐτὸ παρὰ τὴν ἀρχὴν ὁ Θεός; Ὅτι καὶ πολλὴν ἔχει τὴν ὠφέλειαν· κἂν σπουδάζωμεν, ὠφέλειαν ἔχει μόνον, ὄλεθρον δὲ οὐδένα. Ἄκουσον γοῦν τί φησιν ὁ τὰ πρότερα ἐκεῖνα εἰπών· Ἐν χειρὶ γλώττης ζωὴ καὶ θάνατος. Καὶ ὁ Χριστὸς δὲ τὰ αὐτὰ δηλοῖ λέγων· Ἀπὸ τῶν λόγων σου κατακριθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ.

Μέσῃ γὰρ ἕστηκεν ἡ γλῶσσα τῆς πρὸς ἑκάτερα χρήσεως· σὺ κύριος εἶ.

Οὕτω καὶ τὸ ξίφος κεῖται μέσον· κἂν μὲν κατὰ τῶν πολεμίων χρήσῃ σωτήριόν σοι τὸ ὄργανον γέγονεν· ἂν δὲ κατὰ σαυτοῦ τὴν πληγὴν ὠθήσῃς, οὐχ ἡ σιδήρου φύσις, ἀλλ᾽ ἡ σὴ παρανομία γίνεται τῆς σφαγῆς αἰτία.

Οὕτω καὶ περὶ τῆς γλώττης λογισώμεθα· ξίφος ἐστὶν ἐν μέσῳ κείμενον· ἀκόνησον οὖν αὐτὴν κατὰ τῆς τῶν ἁμαρτημάτων τῶν σῶν κατηγορίας· μὴ κατὰ ἀδελφοῦ τὴν πληγὴν ὠθήσῃς. Διὰ τοῦτο διπλῷ τειχίῳ περιέβαλεν αὐτὴν ὁ Θεὸς, τῷ τῶν ὀδόντων διαφράγματι καὶ τῇ τῶν χειλέων περιβολῇ, ἵνα μὴ ῥᾳδίως καὶ ἀπερισκέπτως ἐκφέρῃ τὰ ῥήματα τὰ μὴ προσήκοντα. Χαλίνωσον αὐτὴν ἔνδον. Ἀλλ᾽ οὐκ ἀνέχεται; καὶ σωφρόνισον αὐτὴν διὰ τῶν ὀδόντων, ὥσπερ δημίοις τούτοις ἐκδοὺς αὐτῆς τὸ σῶμα, καὶ ποιήσας δακεῖν· καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παραμυθίας.

Πολλὰ μὲν οὖν καὶ ἄλλα ἁμαρτάνειν εἴωθε λοιδοροῦσα, βλασφημοῦσα, αἰσχρὰ προϊεμένη ῥήματα, συκοφαντοῦσα, ὀμνύουσα, ἐπιορκοῦσα. εʹ. Ἀλλ᾽ ἵνα μὴ πάντα ἀθρόον τήμερον ὑμῖν λέγοντες καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, ἕνα τέως τίθεμεν ὑμῖν νόμον τὸν περὶ τῆς τῶν ὅρκων φυλακῆς, ἐκεῖνο προλέγοντες καὶ διαγορεύοντες, ὅτι εἰ μὴ φύγητε τοὺς ὅρκους, οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῷ δικαίῳ γινομένους εἰ μὴ φύγητε, οὐκ ἔτι περὶ ἑτέρας ὑποθέσεως ὑμῖν διαλεξόμεθα. Καὶ γὰρ ἄτοπον τοὺς μὲν τῶν γραμμάτων διδασκάλους μὴ δεύτερον τοῖς παιδίοις διδόναι μάθημα, ἕως ἂν τὸ πρότερον ἴδωσι καλῶς ἐμπαγὲν αὐτῶν τῇ μνήμῃ· ἡμᾶς δὲ τὰ πρότερον μαθήματα μὴ δυναμένους ἀπαγγεῖλαι μετὰ ἀκριβείας, ἕτερα προεμβαλεῖν πάλιν· οὐδὲν γὰρ ἕτερον τοῦτο, ἀλλ᾽ ἢ εἰς πίθον τετρημένον ἀντλεῖν. Ἵνα οὖν ἡμᾶς μὴ ἐπιστομίσητε, πολλὴν τοῦ πράγματος ποιήσασθε τὴν σπουδήν.

Καὶ γὰρ χαλεπὸν τοῦτό ἐστι τὸ ἁμάρτημα, καὶ σφόδρα χαλεπόν· σφόδρα δέ ἐστι χαλεπὸν, ὅτι οὐ δοκεῖ χαλεπὸν εἶναι, καὶ διὰ τοῦτο αὐτὸ δέδοικα, ἐπειδὴ οὐδεὶς αὐτὸ δέδοικε· διὰ τοῦτο ἀνίατόν ἐστι τὸ νόσημα, ἐπειδὴ οὐδὲ νόσημα εἶναι δοκεῖ· ἀλλ᾽ ὥσπερ τὸ διαλέγεσθαι ἁπλῶς οὐκ ἔστιν ἔγκλημα, οὕτως οὐδὲ τοῦτο ἔγκλημα εἶναι δοκεῖ, ἀλλὰ μετὰ πολλῆς παῤῥησίας ἡ παρανομία αὕτη τολμᾶται· κἂν ἐγκαλέσῃ τις, εὐθέως γέλως ἕπεται καὶ χλευασία πολλὴ, οὐχὶ τοῖς ἐγκαλουμένοις ὑπὲρ τῶν ὅρκων, ἀλλὰ τοῖς διορθῶσαι τὸ νόσημα βουλομένοις. Διὰ τοῦτο μακρὸν ὑπὲρ τούτων ἀποτείνω τὸν λόγον· βαθεῖαν γὰρ ῥίζαν ἀνασπάσαι βούλομαι, καὶ χρόνιον ἀπαλεῖψαι κακόν· οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τὰς εὐορκίας αὐτάς.

Ἀλλ᾽ ὁ δεῖνα, φησὶν, ἄνθρωπος ἐπιεικὴς, εἰς ἱερωσύνην τελῶν, πολλῇ σωφροσύνῃ καὶ εὐλαβείᾳ συζῶν. Μή μοι τὸν ἐπιεικῆ τοῦτον εἴπῃς, τὸν σώφρονα, τὸν εὐλαβῆ, τὸν εἰς ἱερωσύνην τελοῦντα· ἀλλ᾽, εἰ βούλει, θὲς Πέτρον εἶναι τοῦτον ἢ Παῦλον, ἢ καὶ ἄγγελον ἐξ οὐρανοῦ καταβάντα· οὐδὲ γὰρ οὕτως ἐπιστρέφομαι πρὸς τὴν ἀξίαν τῶν προσώπων. Νόμον γὰρ οὐχὶ δουλικὸν, ἀλλὰ βασιλικὸν ἀναγινώσκω ἐγὼ τὸν περὶ τῶν ὅρκων· ὅταν δὲ βασιλέως ἀναγινώσκηται γράμματα, ἅπαν τὸ τῶν δούλων ἀξίωμα ἡσυχαζέτω. Ἂν μὲν γὰρ ἔχῃς εἰπεῖν, ὅτι ὁ Χριστὸς ὀμνύναι ἐκέλευσεν, ἢ ὅτι ὁ Χριστὸς οὐ κολάζει τοῦτο γινόμενον, δεῖξον καὶ πείθομαι· εἰ δὲ μετὰ τοσαύτης ἀπείργει σπουδῆς, καὶ τοσαύτην ὑπὲρ τοῦ πράγματος ποιεῖται πρόνοιαν, ὡς μετὰ τοῦ Πονηροῦ στῆσαι τὸν ὀμνύοντα (Τὸ γὰρ περισσὸν τούτων, τοῦ ναὶ, καὶ τοῦ οὒ, φησὶν, ἐκ τοῦ διαβόλου ἐστὶ), τί μοι τὸν δεῖνα καὶ τὸν δεῖνα προσάγεις εἰς μέσον; Οὐ γὰρ ἀπὸ τῆς ῥᾳθυμίας τῶν συνδούλων οἴσει σοι τὴν ψῆφον ὁ Θεὸς ταύτην, ἀλλ᾽ ἀπὸ τῆς ἐπιταγῆς τῶν αὑτοῦ νόμων.

Ἐπέταξε, φησὶν, ἔδει πεισθῆναι, καὶ μὴ τὸν δεῖνα προβάλλεσθαι, μηδὲ ἀλλότρια περιεργάζεσθαι κακά. Ἐπεὶ ὁ μέγας Δαυῒδ ἥμαρτεν ἁμαρτίαν χαλεπήν· ἆρα οὖν ἀκίνδυνον ἡμῖν διὰ τοῦτο τὸ ἁμαρτάνειν, εἰπέ μοι; Διὰ τοῦτο μὲν οὖν τοῦτο ἀσφαλίζεσθαι χρὴ, καὶ τὰ κατορθώματα τῶν ἁγίων μόνον ζηλοῦν· εἰ δέ που ῥᾳθυμία καὶ νόμου παράβασις, μετὰ πολλῆς ἀποφεύγειν χρὴ τῆς σπουδῆς. Οὐ γὰρ πρὸς τοὺς συνδούλους ἡμῖν, ἀλλὰ πρὸς τὸν Δεσπότην ὁ λόγος ἐστὶ, καὶ τούτῳ τὰς εὐθύνας δώσομεν τῶν βεβιωμένων ἁπάντων. Πρὸς ἐκεῖνο τοίνυν παρασκευαζώμεθα τὸ δικαστήριον· κἂν γὰρ μυριάκις θαυμαστὸς ᾖ καὶ μέγας ὁ τὸν νόμον παραβαίνων τοῦτον, δώσει πάντως τὴν ἐπὶ τῇ παραβάσει κειμένην τιμωρίαν· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός. Πῶς οὖν ἔστι καὶ τίνι τρόπῳ φυγεῖν τὸ ἁμάρτημα; οὐ γὰρ δὴ μόνον τὸ ἔγκλημα χαλεπὸν χρὴ δεῖξαι, ἀλλὰ καὶ ὅπως ἂν ἀπαλλαγείημεν συμβουλεῦσαι.

Ἔχεις γυναῖκα, ἔχεις οἰκέτην, ἔχεις παιδία, καὶ φίλον, καὶ συγγενῆ, καὶ γείτονα; πᾶσι τούτοις τὴν ἐπὶ τούτων ἐπίτρεψον φυλακήν. Χαλεπὸν ἡ συνήθεια, καὶ δεινὸν ὑποσκελίσαι, καὶ δυσφύλακτον, καὶ ἄκοντας ἡμᾶς πολλάκις καὶ οὐκ εἰδότας ἐμβάλλει; Οὐκοῦν ὅσῳ τῆς συνηθείας οἶδας τὴν δύναμιν, τοσούτῳ τῆς μὲν πονηρᾶς συνηθείας ἀπαλλαγῆναι σπούδασον, πρὸς δὲ τὴν ἑτέραν τὴν χρησιμωτάτην σεαυτὸν μετάστησον.

Ὥσπερ γὰρ νῦν σπουδάζοντά σε καὶ φυλαττόμενον καὶ μεριμνῶντα καὶ φροντίζοντα ἴσχυσε πολλάκις ὑποσκελίσαι ἐκείνη, οὕτως ἂν εἰς τὴν ἀγαθὴν σαυτὸν συνήθειαν μεταστήσῃς τὴν τοῦ μὴ ὀμνύναι, οὐδὲ ἄκων, οὐδὲ ῥᾳθυμῶν ἐμπεσεῖν δυνήσῃ ποτὲ πρὸς τὰ τῶν ὅρκων πτώματα· μέγα γὰρ ὄντως συνήθεια, καὶ φύσεως ἔχει δύναμιν. Ἵν᾽ οὖν μὴ πονῶμεν συνεχῶς, ἑαυτοὺς εἰς συνήθειαν μεταστήσωμεν ἑτέραν, καὶ ἕκαστον τῶν σοι συγγινομένων καὶ συνόντων ταύτην αἴτησαι τὴν χάριν, ἵνα συμβουλεύῃ καὶ παραινῇ φεύγειν τοὺς ὅρκους, καὶ ἁλισκόμενον ἐλέγχῃ. Ἡ γὰρ παρ᾽ αὐτῶν εἰς σὲ γινομένη φυλακὴ καὶ αὐτοῖς ἐστι συμβουλὴ καὶ παραίνεσις τοῦ κατορθώματος. Ὁ γὰρ ἐγκαλῶν ἑτέρῳ περὶ ὅρκων, οὐ ῥᾳδίως αὐτὸς εἰς τὸ βάραθρον ἐμπεσεῖται τοῦτο· βάραθρον γὰρ οὐ τὸ τυχὸν ἡ πολυορκία, οὐχ ὅταν περὶ τῶν ἐλαχίστων μόνον, ἀλλὰ καὶ ὅταν περὶ μεγίστων γίνηται πραγμάτων. Ἡμεῖς δὲ καὶ λάχανα ὠνούμενοι καὶ ὑπὲρ ὀβολῶν δύο φιλονεικοῦντες, καὶ πρὸς οἰκέτας ὀργιζόμενοι καὶ ἀπειλοῦντες, τὸν Θεὸν πανταχοῦ καλοῦμεν μάρτυρα· καὶ ἄνθρωπον μὲν ἐλεύθερον, ἀξίας τινὸς μετασχόντα ψιλῆς οὐκ ἂν ἐτόλμησας ὑπὲρ τοιούτων καλέσαι μάρτυρα ἐπ᾽ ἀγορᾶς, ἀλλὰ κἂν ἐπιχειρήσῃς, δίκην δώσεις τῆς ὕβρεως· τὸν δὲ τῶν οὐρανῶν βασιλέα, τὸν τῶν ἀγγέλων Δεσπότην.

καὶ περὶ ὠνίων, καὶ περὶ χρημάτων, καὶ περὶ τῶν τυχόντων διαλεγόμενος, ἕλκεις εἰς μαρτυρίαν· καὶ πῶς ταῦτα ἀνεκτά; Πόθεν οὖν ἀπαλλαγείημεν ἐκ τῆς πονηρᾶς ταύτης συνηθείας; Τοὺς φύλακας οὓς εἶπον περιστήσαντες, χρόνον ῥητὸν ὁρίσαντες ἑαυτοῖς πρὸς διόρθωσιν, καὶ καταδίκην ἐπιθέντες, εἰ τοῦ χρόνου παρελθόντος μὴ κατορθώσαιμεν τοῦτο. Πόσος οὖν ἡμῖν χρόνος ἀρκέσει πρὸς τοῦτο; Οὐκ οἶμαι τοὺς σφόδρα νήφοντας καὶ διεγηγερμένους καὶ ὑπὲρ τῆς ἑαυτῶν ἀγρυπνοῦντας σωτηρίας πλέον ἡμερῶν δέκα δεηθήσεσθαι, ὥστε παντελῶς ἀπαλλαγῆναι τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας.

Εἰ δὲ μετὰ τὰς δέκα ἡμέρας ὀφθείημεν ὀμνύντες, δίκην ἑαυτοῖς ἐπιθῶμεν, καὶ τιμωρίαν μεγίστην καὶ καταδίκην ὁρίσωμεν τῆς παραβάσεως. Τίς οὖν ἐστιν ἡ καταδίκη; Οὐκ ἔτι τοῦτο ὁρίζω ἐγὼ, ἀλλ᾽ ὑμᾶς αὐτοὺς ἀφίημι κυρίους τῆς ψήφου εἶναι. Οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, μὴ μόνον ἐπὶ τῶν ὅρκων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐλαττωμάτων, καὶ χρόνον ὁρίζοντες ἑαυτοῖς τιμωρίαις χαλεπωτάταις, εἴ ποτε περιπέσωμεν τούτοις, καθαροὶ πρὸς τὸν ἡμέτερον ἀπελευσόμεθα Δεσπότην, καὶ τῆς τοῦ πυρὸς γεέννης ἀπαλλαγησόμεθα, καὶ μετὰ παῤῥησίας στησόμεθα ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.