βʹ. Μὴ τοίνυν ἔτι πρὸς τὰ βιωτικὰ μείνωμεν κεχηνότες, μὴ περὶ τρυφὴν τραπέζης, μηδὲ περὶ πολυτέλειαν ἱματίων· καὶ γὰρ ἔχεις ἱμάτιον μέγιστον, ἔχεις τράπεζαν πνευματικὴν, ἔχεις τὴν δόξαν τὴν ἄνω, καὶ πάντα σοι ὁ Χριστὸς γίνεται, καὶ τράπεζα, καὶ ἱμάτιον, καὶ οἶκος, καὶ κεφαλὴ, καὶ ῥίζα. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἰδοὺ πῶς ἱμάτιόν σοι γέγονε. Βούλει μαθεῖν, πῶς καὶ τράπεζά σοι γίνεται; Ὁ τρώγων με, φησὶν, ὥσπερ ἐγὼ ζῶ διὰ τὸν Πατέρα, κἀκεῖνος ζήσεται δι᾽ ἐμέ. Ὅτι δὲ καὶ οἶκός σοι γίνεται· Ὁ τρώγων μου τὴν σάρκα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· καὶ ὅτι ῥίζα, πάλιν φησίν· Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· καὶ ὅτι ἀδελφὸς, καὶ φίλος, καὶ νυμφίος· Οὐκέτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Καὶ ὁ Παῦλος πάλιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· καὶ πάλιν· Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὐκ ἀδελφοὶ δὲ αὐτοῦ μόνον, ἀλλὰ καὶ παιδία γινόμεθα· Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ, καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ μέλη αὐτοῦ, καὶ σῶμα αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημένων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών.