Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατήχησις περὶ ὅρκων (σειρὰ πρώτη)

Ἰωάννης ὁ Χρυσόστομος

Η θεολογία του Βαπτίσματος και η πασχάλια περίοδος

Επεξήγηση της επιλογής του Πάσχα για τη μυσταγωγία και ανάλυση του μυστηρίου του Βαπτίσματος ως σταυρού, ταφής και συμμετοχής στην Ανάσταση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἀναμνῆσαι δὲ βούλομαι χρέους ὑμᾶς, ὃ τῇ προτέρᾳ διαλέξει ὑπεσχόμην μέν, οὐ κατέβαλον δέ, πρὸς ἀναγκαιότερα τοῦ λόγου κατεπείξαντος ἡμᾶς. τί οὖν ἦν τὸ χρέος ἐκεῖνο; ἐζήτουν πρὸς ὑμᾶς εἰπεῖν, τίνος ἕνεκεν οἱ πατέρες οἱ ἡμέτεροι πάντα τὸν χρόνον τοῦ ἐνιαυτοῦ παραδραμόντες ἐν τούτῳ τῷ καιρῷ ἐνομοθέτησαν τὰς ὑμετέρας μυσταγωγεῖσθαι ψυχάς· καὶ ἔλεγον, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἡ τοῦ καιροῦ παρατήρησις γέγονεν. ἀεὶ μὲν γὰρ ἡ αὐτὴ χάρις καὶ οὐκ ἐμποδίζεται χρόνῳ· θείᾳ γάρ ἐστιν ἡ χάρις· ἔχει δὲ μυστικόν τι καὶ ἡ τοῦ καιροῦ παρατήρησις. τίνος οὖν ἕνεκεν νῦν ἐνομοθέτησαν τὴν ἑορτὴν ταύτην οἱ πατέρες; νῦν ὁ βασιλεὺς ἡμῶν ἐνίκησε τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους· βάρβαροι γάρ εἰσι καὶ βαρβάρων ἀγριώτεροι πάντες οἱ δαίμονες. νῦν τὴν ἁμαρτίαν κατέλυσε, νῦν τὸν θάνατον ἔσβεσε καὶ τὸν διάβολον ὑπέταξε, τοὺς αἰχμαλώτους ἔλαβε. τῶν ἐπινικίων τοίνυν ἐκείνων ὑπομνήματα ἄγομεν τὴν παροῦσαν ἡμέραν. διὰ τοῦτο νῦν ἐνομοθέτησαν οἱ πατέρες τὰς βασιλικὰς δωρεὰς διανέμεσθαι· οὗτος γὰρ ἐπινικίων ὁ νόμος. οὕτω καὶ οἱ ἔξωθεν βασιλεῖς ποιοῦσι· τὰς ἡμέρας τῶν ἐπινικίων πολλαῖς τιμῶσι τιμαῖς. ἀλλ᾽ ἐκείνης μὲν τῆς τιμῆς ὁ τρόπος ἀτιμίας γέμει· ποία γὰρ τιμὴ θέατρα καὶ τὰ ἐν θεάτροις πραττόμενα καὶ λεγόμενα; οὐχὶ πάντα αἰσχύνης ἐμπέπλησται καὶ πολλοῦ τοῦ γέλωτος;

αὕτη δὲ ἡ τιμὴ τῆς τοῦ τιμήσαντός ἐστιν ἀξία μεγαλοδωρεᾶς. διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰσιόντες εἰς τιμὴν τοῦ βασιλέως· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ᾽ ἵνα καὶ κατὰ τὸν καιρὸν κοινωνῇς τῷ δεσπότῃ. ἐσταυρώθη, φησίν, ἐκεῖνος ἐν τῷ ξύλῳ· σταυρώθητι σὺ διὰ τοῦ βαπτίσματος· σταυρὸς γάρ φησι καὶ βάπτισμα καὶ θάνατος, ἀλλὰ θάνατος ἁμαρτίας, ἀλλὰ σταυρὸς τοῦ παλαιοῦ ἀνθρώπου.

Ἄκουσον γοῦν, τί φησιν ὁ Παῦλος, πῶς ἀμφότερα λέγει περὶ τοῦ βαπτίσματος, ὅτι θάνατος ἐστιν ἁμαρτίας καὶ ὁ σταυρός· “ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε”; καὶ πάλιν· “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας”. ἵνα οὖν μὴ ἀκούσας θάνατον καὶ ἀκούσας σταυρὸν φοβηθῇς, ἐπήγαγεν ὅτι ἁμαρτίας θάνατός ἐστιν ὁ σταυρός. εἶδες, πῶς σταυρὸς τὸ βάπτισμα; μάθε, ὅτι καὶ τὸν σταυρὸν βάπτισμα ἐκάλεσεν ὁ Χριστός, ἀντιδιδούς σοι καὶ ἀντιλαμβάνων τὸ ὄνομα τοῦ βαπτίσματος. τὸ βάπτισμα τὸ σὸν ἐκάλεσε σταυρόν· τὸν σταυρὸν τὸν ἐμόν, φησί, καλῶ βάπτισμα. καὶ ποῦ τοῦτο φησί; “βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε”. καὶ πόθεν δῆλον, ὅτι περὶ τοῦ σταυροῦ λέγει; προσῆλθον αὐτῷ υἱοὶ Ζεβεδαίου, μᾶλλον δὲ “ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου” λέγουσα· “Εἰπέ, ἵνα οὗτοι οἱ δύο υἱοί μου καθίσωσιν, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου”. μητρὸς ἡ αἴτησις, εἰ καὶ ἀπερίσκεπτος. τί οὖν ὁ Χριστός; “δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι”; ὁρᾷς, ὅτι βάπτισμα τὸν σταυρὸν ἐκάλεσε· πόθεν τοῦτο δῆλον; “δύνασθε”, φησί, “πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν”; ποτήριον τὸ πάθος λέγει καὶ διὰ τοῦτο φησί· “πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ”.

εἶδες, πῶς βάπτισμα τὸν σταυρὸν ἐκάλεσε καὶ τὸ πάθος ποτήριον; ἐκάλεσε δὲ οὕτως, οὐκ ἐπειδὴ αὐτὸς ἐκαθαίρετο (πῶς γάρ, “ὅς γε ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλος ἦν ἐν τῷ στόματι αὐτοῦ”;), ἀλλ᾽ ἐπειδὴ τὸ αἷμα τὸ ῥεῦσαν ἐκεῖθεν ἅπασαν τὴν οἰκουμένην ἐκάθηρε. διὰ τοῦτο καὶ ὁ Παῦλος φησί· “εἰ σύμφοιτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ διὰ τοῦ βαπτίσματος”. οὐκ εἶπε “τῷ θανάτῳ”, ἀλλὰ “τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ”. θάνατος μὲν γὰρ κἀκεῖνο καὶ τοῦτο, ἀλλ᾽ οὐ τοῦ αὐτοῦ πράγματος· ἐκεῖνο μὲν γὰρ σώματος, τοῦτο δὲ ἁμαρτίας· διὰ τοῦτο ὁμοίωμα θανάτου.

Τί οὖν; ἀποθνῄσκομεν μόνον μετὰ τοῦ δεσπότου καὶ ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν μόνον; μάλιστα μὲν οὐδὲ τοῦτο σκυθρωπόν, τὸ κοινωνῆσαι θανάτῳ δεσποτικῷ. πλὴν μικρὸν ἀνάμεινον καὶ ὄψει καὶ ἐν τοῖς χρηστοῖς κοινωνοῦτά σε· “εἰ γὰρ ἀπεθάνομεν σὺν αὐτῷ”, φησί, “πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ”. ὁμοῦ γὰρ καὶ ταφὴ καὶ ἀνάστασίς ἐστιν ἐν τῷ βαπτίσματι κατὰ τὸν αὐτὸν καιρόν· ἀφίησι κάτω τὸν παλαιὸν ἄνθρωπον καὶ λαμβάνει τὸν καινὸν καὶ ἀνίσταται, “ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δόξης τοῦ πατρός”. ὁρᾷς, πῶς πάλιν τὴν ἀνάστασιν λέγει; ἀλλὰ διατί ἡ μὲν ἡμετέρα ἀνάστασις καὶ ἡ ταφὴ καὶ ὁ θάνατος ἐν τῷ αὐτῷ καιρῷ (ὁμοῦ γὰρ καὶ θαπτόμεθα καὶ ἀνιστάμεθα), ἡ δὲ τοῦ δεσπότου ἐβράδυνεν; ἐν τρισὶ γὰρ ἡμέραις ἠγέρθη. διατί οὖν ἡ μὲν ἡμετέρα ἀνάστασις ἀθρόον, ἡ δὲ δεσποτικὴ βραδυτέρα; ναὶ συμφερόντως, ἵνα μάθῃς ὅτι οὐ δι᾽ ἀσθένειαν ἡ βραδυτής· ὁ γὰρ τὸν δοῦλον ἀναστῆσαι δυνηθεὶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλῷ μᾶλλον ἑαυτὸν ἀναστῆσαι ἠδύνατο. τίνος οὖν ἕνεκεν ἡ βραδυτής; τίνος ἕνεκεν ἡ τριήμερος ταφή; ἵνα βραδύναντος τοῦ θανάτου καὶ διὰ τῆς βραδυτῆτος ἀναμφισβήτητος τῆς ἀναστάσεως ἡ ἀπόδειξις γένηται. ὅπου γὰρ καὶ νῦν μετὰ τοσαύτην ἀπόδειξιν εἰσὶν ἄνθρωποι λέγοντες ὅτι δοκήσει ἔπαθεν, εἰ μὴ τοσαύτη γέγονε βραδυτής, τί οὐκ ἂν εἶπον ἐκεῖνοι;

οὐδὲ γὰρ τῷ λόγῳ τῆς ἀναστάσεως ὁ διάβολος ἐπιβουλεῦσαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τῇ πίστει τοῦ θανάτου· ᾔδει γάρ, ᾔδει σαφῶς ὅτι κοινὸν φάρμακον τῆς οἰκουμένης ὁ σωτήριος θάνατος ἦν καὶ ἐξελεῖν τοῦτον τῆς πίστεως τῶν ἀνθρώπων ἐσπούδαζεν, ἵνα ἀνέλῃ τὴν σωτηρίαν. διὰ τοῦτο βραδύνει ὁ δεσπότης ἐν τῇ ἀναστάσει καὶ προσέρχονται οἱ Ἰουδαῖοι λέγοντες· “Δὸς ἡμῖν στρατιώτας, ἵνα τηρήσωμεν τὸν τάφον”. ὢ τῆς ἀναισχυντίας· πότε νεκρὸν εἶδες, ὦ Ἰουδαῖε, τηρούμενον; εἰ γὰρ κοινὸς νεκρὸς ἦν καὶ ψιλὸς ἄνθρωπος ὁ σταυρωθείς, τί ξένα καὶ παράδοξα ποιεῖς πράγματα; τί φοβεῖ καὶ τρέμεις καὶ φύλακας συνάγεις; πλὴν ἀλλ᾽ οὐδὲ τοῦτο ἐκώλυσεν ὁ θεός, ἀλλ᾽ ἀφῆκε φυλάττεσθαι, ἵνα ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συλληφθῇ ὁ ἁμαρτωλός. ἐκεῖνοι μὲν γὰρ ἔλεγον· “Δὸς ἡμῖν στρατιώτας, ἵνα μὴ κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ εἴπωσιν ὅτι ἀνέστη”. συνέβη δὲ τοὐναντίον· ἔλαβον γὰρ στρατιώτας, ἵνα μὴ ἀναστάντος αὐτοῦ λέγωσιν, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ οὐκ ἀνέστη, καὶ τὰ κατὰ τῆς ἀναστάσεως σκευωρούμενα ὑπὲρ τῆς ἀναστάσεως γέγονε καὶ τοὺς ἐπιβούλους αὐτοὺς μάρτυρας ἐποίησε τῆς ἀναστάσεως ὁ Χριστός, ἵνα ἐκκόψῃ τὴν ἀπολογίαν αὐτῶν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.