Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατήχησις περὶ ὅρκων (σειρὰ πρώτη)

Ἰωάννης ὁ Χρυσόστομος

Η προετοιμασία των κατηχουμένων και οι εξορκισμοί

Ανάλυση του συμβολισμού της γυμνότητας και της ανυποδησίας των προσερχομένων, καθώς και του καθαρτικού ρόλου των εξορκισμών προ του Βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τίνος μὲν οὖν ἕνεκεν ἐν τῷ καιρῷ τούτῳ μυσταγωγεῖσθαι ἐκέλευσαν οἱ πατέρες, ἱκανῶς (οἶμαι ἔγωγε) διὰ τῶν εἰρημένων ὑμῖν παρεστήσαμεν. βούλομαι δὲ καὶ ἕτερον ὑμῖν ἀποδοῦναι χρέος, εἰ μὴ πρὸς τὴν ἀκρόασιν ἀπεκάμετε, καὶ εἰπεῖν, τίνος ἕνεκεν γυμνοὺς καὶ ἀνυποδέτους ὑμᾶς πρὸς τὰς τῶν ἐξορκιζόντων ἐντεῦθεν παραπέμπομεν φωνάς· καὶ γὰρ καὶ ἐνταῦθα ἡ αὐτὴ αἰτία φανεῖται πάλιν, ὅτι πόλεμον νικήσας ὁ βασιλεὺς αἰχμαλώτους ἔλαβε. τοιοῦτον δὲ τῶν αἰχμαλώτων τὸ σχῆμα. ἄκουσον γοῦν, τί φησι πρὸς τοὺς Ἰουδαίους ὁ θεός· “ὃν τρόπον ἐπορεύθη ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, οὕτως πορεύσονται υἱοὶ Ἰσραὴλ εἰς τὴν αἰχμαλωσίαν γυμνοὶ καὶ ἀνυπόδετοι”. βουλόμενος τοίνυν ἀναμνῆσαί σε τῆς προτέρας τοῦ διαβόλου τυραννίδος διὰ τοῦ σχήματος παραπέμπει σε πρὸς τὴν μνήμην τῆς δυσγενείας τῆς παλαιᾶς. διὰ τοῦτο οὐχὶ γυμνοὶ καὶ ἀνυπόδετοι μόνον ἑστήκατε, ἀλλὰ καὶ τὰς χεῖρας ὑπτίας ἔχοντες, ἵνα καὶ τὴν μετὰ ταῦτα ὁμολογῆτε τοῦ θεοῦ δεσποτείαν, ᾗ νῦν προσέρχεσθε. σκῦλα ἐστὲ καὶ λάφυρα πάντες ὑμεῖς· καὶ τῶν σκύλων τούτων ὁ Ἡσαΐας μέμνηται πόρρωθεν πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προαναφωνῶν οὕτως· “αὐτὸς τοῦ ἰσχυροῦ μεριεῖται σκῦλα”. καὶ πάλιν· “ἦλθε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν”. ὁ Δαυὶδ δὲ μετὰ τούτου τὴν αἰχμαλωσίαν ταύτην προφητεύων ἔλεγεν· “ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν”.

ἀλλὰ μὴ στυγνάσῃς ἀκούων αἰχμαλωσίαν· οὐδὲν γὰρ ταύτης τῆς αἰχμαλωσίας μακαριώτερον. ἡ μὲν γὰρ τῶν ἀνθρώπων αἰχμαλωσία ἀπὸ ἐλευθερίας εἰς δουλείαν ἄγει, αὕτη δὲ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησι· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν ἄνω Ἱερουσαλήμ. ἡ τῶν ἀνθρώπων αἰχμαλωσία ἀποστερεῖ μητρός, αὕτη δὲ πρὸς τὴν μητέρα σε ἄγει τὴν κοινὴν πάντων ἡμῶν. ἐκείνη καὶ συγγενῶν καὶ πολιτῶν διαζεύγνυσιν, αὕτη δὲ πρὸς τοὺς πολίτας ἄγει τοὺς ἄνω· καὶ γὰρ “συμπολῖται ἐστέ” φησι “τῶν ἁγίων”. τὸ μὲν οὖν σχῆμα τοῦτον ἔχει τὸν λόγον.

Τίνος δὲ ἕνεκεν αἱ τῶν ἐξορκιστῶν φωναί, αἱ φοβεραὶ ἐκεῖναι καὶ φρικώδεις, ἀναμιμνήσκουσί σε τοῦ κοινοῦ δεσπότου, τῆς κολάσεως, τῆς τιμωρίας, τῆς γεέννης; διὰ τὴν ἀναισχυντίαν τῶν δαιμόνων. καὶ γὰρ πρόβατον ἀσφράγιστον ὁ κατηχούμενός ἐστι καὶ πανδοχεῖον ἔρημον καὶ ἀθύρωτον καταγώγιον πᾶσι προκείμενον ἁπλῶς, λῃστῶν καταδρομή, θηρίων καταφυγή, δαιμόνων οἴκησις. ἐπεὶ οὖν ἔδοξε τῷ βασιλεῖ διὰ πολλὴν φιλανθρωπίαν τὸ πανδοχεῖον τοῦτο τὸ ἔρημον, τὸ ἀθύρωτον, τὴν καταφυγὴν τῶν λῃστῶν βασιλικὰς αὐλὰς γενέσθαι, διὰ τοῦτο ἔπεμψε προετοιμάζοντας τὸ καταγώγιον ἡμᾶς τοὺς διδάσκοντας κἀκείνους τοὺς ἐξορκίζοντας. καὶ ἡμεῖς μὲν οἱ διδάσκοντες τοὺς τοίχους σαθροὺς ὄντας ποιοῦμεν ὀχυροὺς διὰ τῆς διδασκαλίας· “πᾶς” γάρ φησιν, “ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν”. ἀσφαλῆ καταβάλλωμεν τὰ θεμέλια, ἕως ἂν παραγένηται ὁ βασιλεύς. εἴ που ῥῦπόν τινα καὶ βόρβορον ἴδωμεν, ἐξαντλοῦμεν· τοιοῦτον γὰρ ἡ συνήθεια τῆς ἁμαρτίας, δυσώδης καὶ ἀκάθαρτος. ἄκουσον γοῦν, πῶς αὐτῆς τὴν φύσιν ὁ Δαυὶδ λέγει· “ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου”.

ἡμεῖς μὲν ἐξαντλοῦμεν τὴν δυσωδίαν καὶ τίθεμεν τὸ μύρον τὸ πνευματικόν, οἱ δὲ ἐξορκίζοντες διὰ τῶν φοβερῶν ἐκείνων φωνῶν περισκοποῦσι, μή που θηρίον, μή που ὄφις, μή που ἔχις, μή που σκορπίος· μετὰ γὰρ τὸ τὴν φωνὴν ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην, κἂν χαλεπὸν ᾖ τὸ θηρίον, οὐ δύναται καταδύεσθαι οὐδὲ φωλεύειν, ἀλλ᾽ ἄνεισι καὶ δραπετεύει καὶ μὴ βουλόμενον.