Ἐβουλόμην εἰπεῖν καὶ ἕτερον, ὅπερ οὐχ ὑπεσχόμην εἰπεῖν· ἀναγκαῖον δὲ ἦν εἰπεῖν, τίνος ἕνεκεν ἡμεῖς μὲν πιστοί, οἱ δὲ ἀμύητοι κατηχούμενοι. καὶ γὰρ αἰσχρὸν ὄντως καὶ καταγέλαστον τιμὴν λαμβάνοντα μηδὲ τὸ ὄνομα τῆς τιμῆς εἰδέναι. ἀλλὰ τί πάθω; ἐπέστη μοι πάλιν ἡ τῶν ὅρκων φροντὶς καὶ βραδυτῆτα ἐνεκάλεσε καὶ τὸν λόγον ἕλκει πρὸς ἑαυτήν. διὰ τοῦτο τούτους εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τοὺς λόγους πρὸς τὴν περὶ τῶν ὅρκων παραίνεσιν τρεψώμεθα νῦν. δεινὸν ὁ ὅρκος, ἀγαπητέ, δεινὸν καὶ ἐπιβλαβές· φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα κεκρυμμένον, ἕλκος ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· βέλος σατανικόν, ἀκόντιον πεπυρωμένον, μάχαιρα δίστομος, ῥομφαία ἠκονημένη, ἁμαρτία ἀσύγγνωστος, παρανομία ἀπολογίαν οὐκ ἔχουσα, βάραθρον βαθύ, κρημνὸς ἀπότομος, παγὶς ἰσχυρά, δίκτυον ἐκτεταμένον, δεσμὸς λυθῆναι μὴ δυνάμενος, βρόχος ἀδιεξόδευτος. ἆρα ἀρκεῖ ταῦτα καὶ πιστεύετε, ὅτι δεινὸν ὁ ὅρκος καὶ πάντων ἁμαρτημάτων χαλεπώτερον; πείσθητέ μοι, πείσθητε, παρακαλῶ· εἰ δέ τις ἀπιστεῖ, καὶ τὴν ἀπόδειξιν ἤδη παρέχομαι· ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται, τοῦτο αὕτη ἡ ἁμαρτία ἔχει. τὰς μὲν γὰρ ἄλλας ἐντολὰς μὴ παραβαίνοντες ἀπαλλαττόμεθα τιμωρίας, τὸν δὲ ὅρκον πολλάκις καὶ φυλάττοντες καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. τάχα οὐκ ἐνοήσατε τὸ λεχθέν;