Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Κατήχησις πρὸς τοὺς φωτιζομένους

Ἰωάννης ὁ Χρυσόστομος

Οι βαπτισματικές ιεροτελεστίες και οι συμβολισμοί τους

Επεξήγηση των σταδίων της τελετής: η προετοιμασία των φωτιζομένων, η απόταξη του Σατανά και η σύνταξη με τον Χριστό, η σφραγίδα του αγίου Χρίσματος, καθώς και η απέκδυση των ιματίων και η κάθοδος στην κολυμβήθρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ τὸν μὲν περὶ πίστεως λόγον τῷ διδασκάλῳ παραχωρήσομεν, καὶ ἡμῖν δὲ δυνατὸν ἐν ἑτέρῳ καιρῷ πρὸς ὑμᾶς εἰπεῖν, ὅταν πολλοὶ τῶν ἀμυήτων παρῶσιν· ἃ δὲ ἀνάγκη μόνους ἀκοῦσαι ὑμᾶς νῦν καὶ οὐ δυνατὸν ἐκείνων ἀναμεμιγμένων ὑμῖν εἰπεῖν, ταῦτα τήμερον ἀναγκαῖον εἰπεῖν. τίνα οὖν ἐστι ταῦτα; μετὰ τὴν αὔριον τῇ Παρασκευῇ, ὥρᾳ ἐνάτῃ, ἀνάγκη τινὰ ὑμᾶς ἀπαιτηθῆναι ῥήματα καὶ συνθήκας θέσθαι πρὸς τὸν δεσπότην. οὐχ ἁπλῶς δὲ ὑμᾶς οὐδὲ τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἀνέμνησα ταύτην· ἀλλὰ ἔστι καὶ ἀπὸ τούτων μαθεῖν τι μυστικόν. καὶ γὰρ τῇ Παρασκευῇ, ἐνάτῃ ὥρᾳ, ὁ λῃστὴς εἰς τὸν παράδεισον εἰσῆλθε καὶ τὸ σκότος κατελύθη τὸ ἀπὸ τῆς ἕκτης ὥρας ἕως τῆς ἐνάτης, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν φῶς τότε ὑπὲρ τῆς οἰκουμένης ἀνηνέχθη θυσία· τότε γάρ φησιν ὁ Χριστός· “πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου”. τότε τὸν ἥλιον τῆς δικαιοσύνης ἰδὼν ἀπὸ τοῦ σταυροῦ λάμποντα ὁ αἰσθητὸς οὗτος ἥλιος τὰς ἀκτῖνας ἀπέστρεψεν. ὅταν οὖν μέλλῃς εἰσάγεσθαι καὶ σὺ κατὰ τὴν ἐνάτην ὥραν, ἀναμιμνήσκου καὶ σὺ τοῦ μεγέθους τῶν κατορθωμάτων καὶ τὰς δωρεὰς ἀρίθμει ταύτας παρὰ σαυτῷ, καὶ οὐκ ἔσῃ λοιπὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διαναστήσῃ καὶ τῶν οὐρανῶν αὐτῶν ἐπιλήψῃ τῇ ψυχῇ.

δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ πάντας (καὶ γὰρ καὶ τοῦτο παρατήρει, ὅτι πάντα κοινῇ δίδοται πᾶσιν ὑμῖν, ἵνα μήτε ὁ πλούσιος ὑπερίδῃ τοῦ πένητος, μήτε ὁ πένης ἔλαττον ἔχειν τι τοῦ πλουσίου νομίζῃ· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, οὐ Σκύθης, οὐ Βάρβαρος, οὐκ Ἰουδαῖος, οὐχ Ἕλλην· οὐχ ἡλικίας δὲ μόνον καὶ φύσεως, ἀλλὰ καὶ ἀξίας πάσης ἀνωμαλία ἀνῄρηται· ἓν πᾶσιν ἀξίωμα, μία δωρεά, εἷς ἀδελφότητος ἡμῖν σύνδεσμος, ἡ αὐτὴ χάρις), δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ κλῖναι γόνυ πάντας, οὐκ ὀρθοὺς ἑστάναι, καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν εὐχαριστῆσαι τῷ θεῷ τῆς δωρεᾶς ἕνεκεν ταύτης. ἐπὶ γόνυ δὲ οἱ ἱεροὶ κελεύουσι κεῖσθαι νόμοι, ὥστε καὶ διὰ τοῦ σχήματος ὁμολογῆσαι τὴν δεσποτείαν. ὅτι γὰρ τὸ γόνυ κάμψαι 〈τῶν〉 τὴν δουλείαν ὁμολογούντων ἐστίν, ἄκουσον τί φησιν ὁ Παῦλος· ὅτι “αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων”. κλίναντας οὖν τὰ γόνατα κελεύουσι λέγειν μυσταγωγοῦντες ταῦτα τὰ ῥήματα· “Ἀποτάσσομαί σοι.

Σατανᾶ”. Δακρῦσαί μοι νῦν ἐπῆλθε καὶ συνεχύθην τὴν διάνοιαν καὶ πικρὸν ἐστέναξα. τίνος ἕνεκεν ἀνεμνήσθην τῆς ἱερᾶς ἑσπέρας ἐκείνης, καθ᾽ ἣν τὴν μακαρίαν ταύτην κατηξιώθην ἀφεῖναι φωνήν, καθ᾽ ἣν ἐπὶ τὴν φρικώδη καὶ ἁγίαν μυσταγωγίαν ἠγόμην; ἀνεμνήσθην τῆς τότε καθαρότητος καὶ τῶν ἁμαρτημάτων, ὅσα μετ᾽ ἐκείνην εἰς τὴν παροῦσαν ἡμέραν συνέλεξα. καθάπερ οὖν γυναικῶν ὅσαι περ ἂν ἀπὸ πλούτου καὶ εὐπορίας εἰς πτωχείαν τὴν ἐσχάτην κατενεχθῶσιν, ὁρῶσαι κόρας ἑτέρας νυμφευομένας καὶ εὐπόροις διδομένας νυμφίοις καὶ πολλῆς ἀπολαυούσας τιμῆς καὶ μετὰ θεραπείας καὶ πομπῆς ἀπαγομένας ἀλγοῦσι καὶ ὀδυνῶνται, οὐ τοῖς ἀλλοτρίοις φθονοῦσαι καλοῖς, ἀλλ᾽ ἐν ταῖς ἑτέρων εὐπραγίαις ἀκριβέστερον τὰς ἑαυτῶν καταμανθάνουσαι συμφοράς, τοιοῦτον δή τι καὶ αὐτὸς πέπονθα νῦν. ἀλλ᾽ ἵνα μὴ τὰ ἐμαυτοῦ διηγούμενος κακὰ νῦν ἐπὶ τὸ σκυθρωπότερον τὸν λόγον ἀγάγω, φέρε πρὸς ὑμᾶς ἐπανέλθωμεν πάλιν. “Ἀποτάσσομαί σοι, Σατανᾶ”. τί γέγονε; τί τὸ ξένον καὶ παράδοξον; ὁ δεδοικώς, ὁ τρέμων κατεξανέστης τοῦ τυράννου; καταφρονεῖς αὐτοῦ τῆς ὠμότητος; τίς σε εἰς τοσαύτην ἀπόνοιαν ἐπῆρε; πόθεν σοι τὸ θαρρεῖν ἐγένετο; “Ὅπλον ἔχω”, φησίν, “ἰσχυρόν”. ποῖον ὅπλον, ποίαν συμμαχίαν; εἰπέ μοι. “Συντάσσομαί σοι, Χριστέ”, φησί· “διὰ τοῦτο θαρρῶ καὶ κατεξανίσταμαι· ἰσχυρὰν γὰρ ἔχω καταφυγήν.

αὕτη με τοῦ δαίμονος ἐποίησεν ἀνώτερον, τὸν πρὸ τούτου δεδοικότα καὶ τρέμοντα. διὰ τοῦτο οὐχὶ αὐτῷ μόνῳ, ἀλλὰ καὶ πάσῃ αὐτοῦ ἀποτάσσομαι τῇ πομπῇ”. πομπὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα· πομπὴ διαβόλου οἰωνισμοὶ καὶ μαντεῖαι, κληδόνες καὶ παρατηρήσεις καιρῶν, καὶ σύμβολα καὶ περίαπτα καὶ ἐπῳδαί. θαυμαστὸν περίαπτον ὁ σταυρὸς ἔχει καὶ μεγίστην ἐπῳδήν, καὶ μακαρία ἡ ψυχὴ ἡ λέγουσα τὸ ὄνομα Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος· τοῦτο κάλεσον καὶ πᾶν νόσημα φεύξεται, πᾶσα ἐπιβουλὴ παραχωρήσει σοι σατανική. τούτων οὖν μέμνησο τῶν ῥημάτων· αὗται αἱ συνθῆκαι πρὸς τὸν νυμφίον εἰσί. καθάπερ γὰρ ἐπὶ τῶν γάμων τὰ τῶν ἕδνων καὶ τῆς φερνῆς ἀνάγκη συντελεῖσθαι γραμματεῖα, οὕτω καὶ νῦν πρὸ τῶν γάμων γίνεται· γυμνήν σε εὗρε καὶ πτωχὴν καὶ ἀσχημονοῦσαν, καὶ οὐ παρέδραμε· τῆς προαιρέσεώς σου γὰρ δεῖται μόνης. ἀντὶ προικὸς τοίνυν ταῦτα εἰσένεγκε τὰ ῥήματα καὶ μέγαν ἡγήσεται πλοῦτον ὁ Χριστός, ἂν ταῦτα φυλάττῃς διὰ παντός· πλοῦτος γὰρ ἐκείνου τῶν ἡμετέρων ψυχῶν ἡ σωτηρία. ἄκουσον, πῶς φησιν ὁ Παῦλος· “πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν”.

Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ διαβόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐθέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν. ἐπειδὴ γὰρ εἰκὸς τὸ θηρίον ἐκεῖνο ταῦτα ἀκοῦσαν τὰ ῥήματα ἀγριωθῆναι μᾶλλον (ἀναίσχυντον γάρ ἐστι) καὶ αὐτῇ βούλεται ἐπιπηδῆσαι τῇ ὄψει, διὰ τοῦ χρίσματος ἐντυπῶν σου τῷ προσώπῳ τὸν σταυρὸν ἅπασαν αὐτοῦ καταστέλλει τὴν μανίαν· οὐ γὰρ τολμήσει πρὸς τοιαύτην ἀντιβλέψαι λοιπὸν ὄψιν, ἀλλ᾽ ὥσπερ ἀκτῖνας ὁρῶν ἐκπηδώσας ἐκεῖθεν, οὕτως ἀποτυφλωθεὶς τοὺς ὀφθαλμοὺς ἄπεισιν. ἐντυποῦται δὲ ὁ σταυρὸς διὰ τοῦ χρίσματος· τὸ δὲ χρῖσμα τοῦτο ἔλαιον ὁμοῦ καὶ μύρον ἐστί, μύρον μὲν ὡς νύμφην, ἔλαιον δὲ ὡς ἀθλητήν. καὶ ὅτι πάλιν οὐκ ἄνθρωπος, ἀλλ᾽ αὐτός σε χρίει ὁ θεὸς διὰ τῆς τοῦ ἱερέως χειρός, ἄκουσον τοῦ Παύλου λέγοντος· “ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς, θεός”. ἐπειδὰν δὲ τοῦτο τὸ ἄλειμμα ἀλείψῃ πάντα τὰ μέλη, μετὰ ἀδείας τὸν δράκοντα κατέχειν δύνασαι καὶ οὐδὲν πείσῃ δεινόν.

Μετὰ τὴν χρῖσιν τοίνυν ταύτην ἐπὶ τὴν κολυμβήθραν τῶν ἁγίων ὑδάτων λείπεται ἐλθεῖν. τότε ἀποδύσας σε τὸ ἱμάτιον ὁ ἱερεύς, αὐτός σε κατάγει ἐπὶ τὰ νάματα. τίνος οὖν ἕνεκεν γυμνόν; ἀναμιμνήσκει σε τῆς προτέρας γυμνότητος, ὅτε ἦς ἐν τῷ παραδείσῳ καὶ οὐκ ᾐσχύνου· “ἦσαν” γάρ φησιν “Ἀδὰμ καὶ Εὔα γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο”, ἕως ἔλαβον τὸ τῆς ἁμαρτίας ἱμάτιον, τὸ πολλῆς γέμον αἰσχύνης. μὴ τοίνυν μηδὲ ἐνταῦθα αἰσχύνου· πολὺ γὰρ τοῦ παραδείσου βελτίων ἡ κολυμβήθρα. οὐκ ἔστιν ἐνταῦθα ὄφις, ἀλλὰ Χριστός ἐστιν ἐνταῦθα μυσταγωγῶν σε πρὸς τὴν ἐξ ὕδατος καὶ πνεύματος ἀναγέννησιν. οὐκ ἔστιν ἐνταῦθα δένδρα καλὰ καὶ ὡραῖα ἰδεῖν, ἀλλ᾽ ἔστιν ἐνταῦθα χαρίσματα πνευματικά. οὐκ ἔστιν ἐνταῦθα ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, οὐδὲ νόμος καὶ ἐντολαί, ἀλλὰ χάρις καὶ δωρεαί. “ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ᾽ ὑπὸ χάριν”.