Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Λόγος δεύτερος
Δέηση για τον υπόλοιπο βίο και παράδοση της ψυχής
Προσευχή για πνευματική καθοδήγηση, χορήγηση αρετών, καθώς και μνημόνευση των αδελφών και των κεκοιμημένων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δέηση για τον υπόλοιπο βίο και παράδοση της ψυχής
Προσευχή για πνευματική καθοδήγηση, χορήγηση αρετών, καθώς και μνημόνευση των αδελφών και των κεκοιμημένων.
Καὶ ἔτι κεκράξομαι πρὸς τὸν Κύριόν μου, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι· κυβέρνησον τὸ ὑπόλοιπόν μου τῆς ζωῆς κατὰ τὸ θέλημά σου· στήριξόν με εἰς τὸν φόβον σου· στερέωσόν με ἐν τῇ ἀγάπῃ σου, καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου· χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας μου καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ σου ἔπιδε, καὶ εἰς ἀνέσεως καὶ εἰς ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὀδηγήσας, ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοὶ ἑκάστῳ κατ᾽ ἀξίαν διανεμόμεναι. Ἔτι δέομαι καὶ παρακαλῶ, δὸς δὴ, Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι τοῦ διανοεῖσθαι τὰ σοὶ εὐάρεστα, κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλὰ καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως ταπεινοῦσθαι τοῖς ταπεινοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γὰρ ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι. Διὰ τοῦτο, παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ· οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ᾽ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου, καὶ μὴ φυλάττων τὰ προστάγματά σου.
Τοὺς δὲ ἀγαπῶντας ἡμᾶς ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς· τὸν δὲ πνευματικόν μου πατέρα, καὶ τοὺς ἀδελφοὺς, οὓς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν οἷς ἐπίστασαι σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας, ἐλέησον.
Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερεντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος· αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου κατευθονθήτωσαν· ἐγὼ δὲ καθ᾽ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον. Καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον ταφῇ παραδοθὲν διαφθαρήσεται, καὶ εἰς τὰ ἐξ ὧν συνετέθη ἀναλυθήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ· τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι. Ἀνάπαυσον, ἅγιε Δέσποτα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, καὶ τοὺς ἐμοὺς γεννήτορας, προγόνους, καὶ ἀδελφοὺς, σοὺς δὲ οἰκέτας εὐγνώμονας· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ᾽ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλὰ σὲ ἔγνωμεν, καὶ σὲ ἠγαπήκαμεν, καὶ σοὶ πεπιστεύκαμεν, καὶ σὲ προσκυνοῦμεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοί τε προσευχόμεθα, καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιον καὶ αἰώνιόν σου βασιλείαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.