Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Λόγος δεύτερος
Ικεσία για άφεση και αποδοχή της μετάνοιας
Θερμή παράκληση για συγχώρηση, βασισμένη στη θεία φιλανθρωπία, με παράθεση παραδειγμάτων προσώπων της Γραφής που ελεήθηκαν.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ικεσία για άφεση και αποδοχή της μετάνοιας
Θερμή παράκληση για συγχώρηση, βασισμένη στη θεία φιλανθρωπία, με παράθεση παραδειγμάτων προσώπων της Γραφής που ελεήθηκαν.
Οἶδα γὰρ τοῦ ἐμοῦ Δεσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, θέλων δὲ πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας. Οὐ γὰρ ἦλθες καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἱατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδὸς, σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι παρὰ σοῦ Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως.
Μὴ ἀποστραφῶ τεταπεινωμένος, κατῃσχυμμένος, ἀλλὰ τυχὼν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων ἐν πληροφορίᾳ καρδίας μου. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων.
Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχώρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα, ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω, πρὸ τοῦ με ἀπελθεῖν, ὅθεν οὐκ ἔτι λοιπὸν ἐπιστρέψω. Ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σὺ γὰρ οἶδας, Δέσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.
Μνήσθητι ὅτι χοῦς ἐσμεν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις· μνήσθητι τῶν ἀπ᾽ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσῃς με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τὰς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδας τὸ πλῆθος τῶν ἀνομιῶν μου, ὅτι πολὺ καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ᾽ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς, τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐλέησον, ἐλέησον τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον, ἀλλ᾽ οἰκτείρησον τὸ ποίημά σου, ὁ δι᾽ ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα, ἀλλ᾽ ἰασάμενος, ἐξάλειψον πάντα φαρμάκῳ συμπαθείας, καὶ σπόγγῳ φιλανθρωπίας σου· Πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
Κατάνυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος, δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν, ὡς τῆς πόρνης, ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν, ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας. Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεὺς, ἀλλ᾽ οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ Δαυῒδ πρὸ ἐκείνου, ἀλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ᾽ ἐμοῦ, καὶ τρέφοντά μου τὴν ἐλπίδα τῆς σωτηρίας. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον, ἡ πηγὴ τοῦ ἐλέους καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστὰ, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· ἀλλ᾽ εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἀπὸ τοῦ εἶναι υἱὸν γεέννης, υἱὸν βασιλείας ἀποτελεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.