Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Λόγος εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο: Η εορτή των Εγκαινίων

Ο ιερός συγγραφέας εκφράζει τον πόθο του για προσκύνηση των Αγίων Τόπων και καλεί τους πιστούς σε πνευματική συμμετοχή στην εορτή των Εγκαινίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

[Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου] εἰς τὰ ἐγκαίνια [τοῦ τιμίου σταυροῦ]. Ἤθελον κἀγὼ σήμερον παρεῖναι τοῖς ἁγίοις τόποις καὶ τῆς ἀγγελικῆς πανηγύρεως μετὰ τῶν συγκεκροτημένων μετασχεῖν καὶ πατρικῆς ἀκοῦσαι φωνῆς καὶ σταυρὸν ἰδεῖν τῶν οὐρανῶν προτιμώτερον καὶ μνῆμα δεσποτικὸν περιλαβεῖν, ὅθεν ἡ τῆς πίστεως πηγάζει ζωή, καὶ νεκρὸν ἰδεῖν πολλοὺς ἐξυπνίζοντα τῆς θεότητος ἐξουσίᾳ, καὶ τὴν Βηθλεὲμ θεωρῆσαι, τῆς οἰκουμένης μητέρα, καὶ τὴν φάτνην ἰδεῖν τὴν διαθρέψασαν τῶν ἀνθρώπων τὸ γένος, φάτνην [ἰδεῖν] τὴν τῶν οὐρανῶν πλατυτέραν, φάτνην [ἰδεῖν] τὴν θεὸν χωρήσασαν, ὃν οὐ χωροῦσιν οἱ οὐρανοί. Ἡ γὰρ φάτνη τοῦ Χριστοῦ οὐκ ἀλόγων ζῴων γέγονε τροφός, ἀλλὰ τὸν οὐράνιον ἐβάσταζε τὸν καθήμενον ἐπὶ τῶν χερουβὶμ ἄρτον τὸν εἰπόν<τα>· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Ταύτην τὴν φάτνην προμηνύων ὁ προφήτης ἔλεγεν· «Ἔγνω[ν] βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» Εἰς ταύτην τὴν φάτνην συντρέχουσιν σήμερον λαοί, φυλαί τε καὶ γλῶσσαι ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, οὐχ ἵνα φάτνην λιθίνην τιμήσωσιν, ἀλλ’ ἵνα θεὸν ἔνδοξον δορυφορήσωσι<ν>. Μετὰ τούτων ἐπεθύμουν ἐγὼ σήμερον προσκυνῆσαι τῷ Χριστῷ εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

Ἀλλ’ ἐπειδήπερ τὸ σῶμά μοι πρὸς τὴν ἀσθενεστέραν <ὑγίειάν μου οὐκ ἐᾷ> ὁδὸν βαδίσαι, φέρε, καὶ μὴ παρόντες τῷ σώματι, μετ’ ἐκείνων ἑορτάσωμεν τῷ πνεύματι. Ἔχομεν γὰρ τὸν Χριστὸν ἐν μέσῳ, τὸν τόπων ἁγιασμόν, τὸν εἰπόντα· «Ὅπου <ἂν> δύο ἢ τρεῖς συνηγμένοι ὦσιν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Χριστὸν οὖν κυκλώσαντες Ἰουδαῖοι τῆς χάριτος ἐμακρύνθησαν.