Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Λόγος πρὸ τῆς ἐξορίας

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά υποδείγματα αντιμετώπισης των πειρασμών

Προβάλλονται τα παραδείγματα του Αβραάμ, του Ιώβ και του Ιωσήφ ως πρότυπα πίστεως, υπομονής και σωφροσύνης απέναντι στις δοκιμασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Εἰ λέγετε πίστιν ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἀβραὰμ, τὸν παρηκμακότα τῇ ἡλικίᾳ καὶ καρποὺς ὡρίμους δεξάμενον. Εἰ δὲ λέγετε πειρασμὸν ὑπομένειν, μιμεῖσθε τὸν μακάριον Ἰώβ. Τὸν αὐτοῦ τρόπον οἴδατε, καὶ τὴν ὑπομονὴν ἠκούσατε, καὶ τὸ τέλος αὐτοῦ οὐκ ἔλαθεν ὑμῖν. Εἰ δὲ θέλετε σωφροσύνην ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἰωσὴφ, τὸν πραθέντα εἰς Αἴγυπτον, καὶ λιμῷ τηκομένην Αἴγυπτον ἐλευθερώσαντα. Προσετίθη γὰρ αὐτῷ πειρασμὸς ἐκ πόρνης Αἰγυπτίας τῷ ἔρωτι δεδουλωμένης, ἥτις αὐτῷ παρεκάθητο, Κοιμήθητι, λέγουσα, μετ᾽ ἐμοῦ.

Ἐβούλετο γὰρ τῆς σωφροσύνης αὐτὸν ἀπογυμνῶσαι ἐν τῇ Αἰγύπτῳ ἡ Αἰγυπτία· ἐνταῦθα δὲ ὁ Αἰγύπτιος. Ἀλλ᾽ οὔτε ἐκείνη τὸν ἅγιον ἐσκέλισεν, οὔτε οὗτος τοῦτον· ἀλλ᾽ ἐφάνη ὁμοῦ τῆς ἐλευθερίας ἡ σωφροσύνη, καὶ τῶν τέκνων ἡ εὐγένεια, καὶ τῆς βαρβάρου ἡ ἀκολασία.