Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Λόγος προτρεπτικὸς περὶ ἐγκρατείας

Ἰωάννης ὁ Χρυσόστομος

Η διαφύλαξη του πνευματικού πλούτου και το παράδειγμα του Δαβίδ

Ανάπτυξη της ανάγκης νήψεως προς προστασία της ψυχής από τις ηδονές, με αναφορά στην πτώση του βασιλέως Δαβίδ εξαιτίας της σωματικής άνεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ὁ μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οἶδεν ἃ νηστεύων συνήγαγεν, οὐκ οἶδεν οὓς συνέλεξε πόρους, ἀλλ᾽ ὡς οὐδὲν ἔχων ἀποκείμενον ἔνδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν. Τοιοῦτο γὰρ ὁ πενόμενος ἅπας, οὐκ ἔχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ ἔγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ ἔχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος ἄπορος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλακῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούντων τὴν εἴσοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νηστείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδονὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ᾗ τὸ πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ἧς τέως τοὺς θεμελίους ἐθέμεθα. Δεῖται δὲ τὸ ἔργον συμπήξεως, χρῄζει περισφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις Οὐδεὶς ὃν καλῶς ἔσφιγξε σαλεύει θεμέλιον· οὐδεὶς πλούτου ταμιεῖον ἀφυλάκτως ἀνοίγνυσι· νηστευτοῦ δὲ ψυχὴ πλουσίου τινός ἐστιν ἀποθήκη δοκίμου, καὶ φυλακῆς ἀκριβοῦς δεομένη, μήπου τινὶ περιπέσῃ λῃστείᾳ· λῃστεύεται γὰρ ὡς οἰκία ψυχή.

Γέμουσαν εἶχεν ὁ Δαυῒδ τὴν τῆς ψυχῆς οἰκίαν, ἀλλ᾽ ἐκ λῃστρίδος ἡδονῆς ἐσυλήθη· ἀνεῳγμένην γὰρ ἀφῆκε τὴν εἴσοδον, καὶ νήψεως οὐκ ἠσφαλίσατο κλείθρῳ. Τίς δὲ ἡ περὶ τὴν νῆψιν ἀμέλεια;

Ἡ πλατεῖα τοῦ σώματος ἄνεσις· Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαυῒδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος ἐν τῷ οἴκῳ τῶν βασιλείων· δείλης, καὶ ἀνέστη ἀπὸ τοῦ ὕπνου καὶ περιεπάτει· ὕπνος, καὶ μετὰ τὸν ὕπνον περίπατος ὀρεγομένου ἀνέσεως. Πλατὺς τῇ γαστριμαργίᾳ περίπατος. Τί οὖν τὸ βλάβος; Καὶ εἶδεν, ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην· καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα. Καὶ ἀποστείλας κατῄσχυνεν αὐτήν. Τὸ βλέπειν ἀνέγκλητον· οὐδεὶς γὰρ ἂν ὀφθαλμοὺς ἐγκαλέσειεν, ὅτι τὰ βλεπόμενα βλέπουσιν· ἀλλ᾽ ἔχει τὸ ἀνέγκλητον ἔγκλημα πρὸς ἁμαρτίαν ὁδεῦσαν· οὐ γὰρ εἶδε τὴν μορφὴν καὶ παρεῖδεν, ἀλλ᾽ ὥσπερ προσηλώθη τῷ κάλλει· ἐνέπηξε τὸ βλέμμα τῷ σώματι, ἐβάπτισε τῇ θεωρίᾳ τὰς κόρας· οὐκ ἔτι κόρας εἶχεν ἐν ὀφθαλμοῖς, ἀλλὰ πόρνας. Τοσοῦτον κακὸν καὶ βλέμματος ὁρμὴ, ἐὰν ἀχαλίνωτον ἀφιῇς. Οὕτω καὶ νῦν ἔστιν ἡμῖν πρὸς τροφὴν ἐξουσία, ὥσπερ καὶ τότε τῷ Δαυῒδ τοῦ χρῆσθαι τοῖς ὄμμασιν· ἀλλ᾽ ἡ τῆς ἁμαρτίας παρέξοδος ὑπ᾽ ἔγκλημα ποιεῖ τὸν ἀναίτιον. Τί οὖν; Τροφῇ μὲν κολακευέσθω τὸ σῶμα· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· συμπαρέστω δὲ ἡμῖν ἀριστῶσιν ὁ Παῦλος, κἂν ἴδῃ που πρὸς τὴν τροφὴν ἀτακτοῦντας, ὥσπερ ἰατρὸς ἀτακτοῦσι βοήσει· Ἔχοντες διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Διατροφὴν, οὐ τρυφήν· διατροφὴν, οὐ τὴν ἐκ μέθης ἀνατροπήν.