Ἐν τοῖς πνευματικοῖς πράγμασιν ὀρφανοί ἐσμεν ἅπαντες· οὐδένα ἔχομεν, εἰ μὴ τὸν Θεὸν, βοηθὸν, καὶ τὴν σπουδὴν ἑαυτῶν. Οὐκοῦν πάντων διαπτύσαντες, φροντίσωμεν ἑαυτῶν. Μνήσθητι σεαυτοῦ καὶ τῶν κακῶν τῶν περιεχόντων σε· μνήσθητι τῶν ἁμαρτιῶν σου λοιπὸν, καὶ τῆς κρίσεώς σου· μνήσθητι, ὅτι ἄνθρωπος εἶ θνητὸς καὶ ἀσθενὴς καὶ ταλαίπωρος, ῥυπαρὸς καὶ ἀκάθαρτος· μνήσθητι, ὅτι ἄνθρωπος εἶ ἐν βίῳ θλιβερῷ διάγων καὶ κινδύνων μεστῷ, πολλοὺς ἀποκτείναντι καὶ καλοὺς καὶ κακοὺς, σοφοὺς καὶ ἀσόφους, πλουσίους καὶ πένητας. Ἄγε, φέρε, ἵνα φάγῃς καὶ πίῃς, καὶ ἑνὸς ψωμοῦ οὐκ ἔχεις τὸ ἀσφαλές. Μνήσθητι, ὅτι ἄνθρωπος εἶ, ὀστέα τεταπεινωμένα ἀπὸ κεφαλῆς ἕως ποδῶν, μὴ δυνάμενος μιᾶς ἡμέρας ὑπενεγκεῖν κόπον, ἢ μιᾶς νυκτὸς ἀγρυπνίαν· μνήσθητι πόσα προσέκρουσας τῷ Θεῷ ἐν ἔργοις καὶ λόγοις καὶ ἐνθυμήμασι· μνήσθητι, ὅτι λέοντι καὶ δράκοντι παλαίεις ἡμέρας καὶ νυκτός· λόγισαι πόσαι εἰσὶν ἐν ᾅδου ψυχαὶ, ὅτι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ, μικρᾶς ἀνέσεως παρακαλοῦσαι τυχεῖν, καὶ μὴ τυγχάνουσαι, ἀλλ᾽ εἰς τὰ κατώτατα τῆς γῆς θρηνοῦσαι τὰς πορνείας ἑαυτῶν καὶ τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς, τὰς πονηρίας αὐτῶν καὶ τὰς λογομαχίας.