Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὁμιλία λεχθεῖσα παρουσίᾳ τοῦ βασιλέως

Ἰωάννης ὁ Χρυσόστομος

Η πτώση του Αδάμ και η παιδαγωγική παραχώρηση του θανάτου

Περιγραφή της μακαριότητας στον παράδεισο, της φιλάνθρωπης μέριμνας του Θεού μετά την παράβαση και της παιδαγωγικής σκοπιμότητας του θανάτου, με ειδική αναφορά στον θάνατο του Άβελ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἐβούλετο μὲν γὰρ καὶ ἐκ προοιμίων εὐθέως ἐπ᾽ ἐκείνην ἡμᾶς ἀγαγεῖν τὴν ζωὴν, ἀλλ᾽ ἡμεῖς οὐκ εἰάσαμεν, τῇ ῥᾳθυμίᾳ πολλὴν ἐργασάμενοι τὴν ἀναβολὴν καὶ διὰ τῆς ἀγνωμοσύνης κατασκευάσαντες τὴν μέλλησιν ταύτην τὴν μακράν. Καὶ τοῦτο ἐκ τῶν ἐξ ἀρχῆς ἡμῖν γενομένων πειράσομαι ποιῆσαι δῆλον. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε.

Τοῦτο δὴ καὶ ἐξ ἀρχῆς ἐποίησε. Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν, οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν. Οὐ γὰρ ἂν, εἴπερ ἐξ ἀρχῆς αὐτῷ ταῦτα συνεκλήρωσεν, ὕστερον μετὰ τὴν παράβασιν ἐν τάξει κολάσεως καὶ τιμωρίας τούτοις ἂν αὐτὸν κατεδίκασε.

Γενόμενος τοίνυν τούτων χωρὶς, ὑπὲρ τὸν ἥλιον αὐτὸν ἔλαμπε, γυμνὸς μὲν ἱματίων ὢν, δόξῃ δὲ περιβεβλημένος. Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέπης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ᾽ ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον μακάριος ἦν, ἀλλ᾽ ὅτι καὶ πρὸ τούτου τῆς πρὸς Θεὸν ἀπέλαυεν ὁμιλίας, καὶ τῇ παῤῥησίᾳ τῇ πρὸς αὐτὸν ἐνετρύφα. Καὶ ἄγγελοι μὲν ἔτρεμον, καὶ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· αὐτὸς δὲ ὡσανεὶ φίλος φίλῳ διελέγετο. Καὶ γὰρ ἡνίκα τὰ τῶν ἀλόγων ἐποίησε γένη, πρὸς αὐτὸν ἤγαγε, καὶ τὰ ὀνόματα πᾶσιν αὐτὸς ἐπέθηκε, καὶ ἔμεινεν ἀκίνητα τὰ ὀνόματα.

Καὶ γὰρ καὶ τοῦτο μέγιστον τῆς τοῦ Θεοῦ τιμῆς τεκμήριον, οὐχ ὅτι αὐτῷ τὰ ὀνόματα ἐπιθεῖναι ἐκέλευσεν, ἀλλ᾽ ὅτι, τοῦ ἀνθρώπου τὸν δοθέντα αὐτῷ νόμον κινήσαντος, ὁ Θεὸς τὴν τιμὴν, ἣν ἔδωκεν αὐτῷ πρὸ τοῦ νόμου, οὐκ ἐκίνησεν, ἀλλὰ Πᾶν ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβολον; οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν. Ἀλλ᾽ οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερβὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου· ἀλλ᾽ ὅμως καὶ οὕτω πολλὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία δείκνυται. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ· ὃ δὴ καὶ τότε συνέβη.

Ἐξεπέσαμεν γὰρ παραδείσου, καὶ ἐλάβομεν οὐρανόν· διὸ καὶ μείζων τῆς ζημίας ἡ πραγματεία γέγονε. Ἀλλ᾽ οὐκ εὐθέως εἰλήφαμεν· καὶ τοῦτο τῆς αὐτοῦ κηδεμονίας. Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσοθεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλειψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίησεν· ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἕλκος τοῦτο θεραπεύων, εὐθέως ἀφίησιν ἐγχρονίσαι τῷ θανάτῳ, ὥστε τῇ πείρᾳ μαθεῖν τοῦ διαβόλου τὴν συμβουλὴν, καὶ παιδευθεῖσαν καλῶς τὴν ψυχὴν μετριάζειν, τότε ἀθάνατον ἀπολαβεῖν τὸ σῶμα. Τέως μέντοι τοῦ θανάτου τὸν φόβον ἐνακμάζειν ἠβούλετο τῇ διανοίᾳ, καὶ φοβερὸν τὸ πρᾶγμα φαίνεσθαι.

βʹ. Διά τοι τοῦτο καὶ τὸν Ἄβελ συνεχώρησεν ἀποθανεῖν πρῶτον, ἵνα ὁ παραβὰς διὰ τῆς ὄψεως αὐτῆς μάθῃ, τί ποτέ ἐστι θάνατος, καὶ πῶς βαρὺ πρᾶγμα καὶ ἐπαχθές. Εἰ μὲν γὰρ αὐτὸς ἐτελεύτησε πρῶτος, οὐκ ἂν ἔγνω τοῦ πράγματος τὴν φύσιν, μηδέποτε ἄλλον ἰδὼν νεκρόν· νυνὶ δὲ αὐτὸς μὲν ζῶν, ἐν ἑτέρῳ δὲ σώματι ὁρῶν τὸν θάνατον κρατοῦντα, τῷ τοῦ παιδὸς, ἀκριβέστερον καὶ σαφέστερον ἐμάνθανε τῆς κολάσεως τὸ μέγεθος. Διά τοι τοῦτο οὐδὲ ἁπλῶς ἐν ἀλλοτρίῳ σώματι, ἀλλ᾽ ἐν τῷ τοῦ παιδὸς αὐτὸν εἶδεν, ἔνθα μετὰ τῆς τοῦ πράγματος φύσεως ἡ τυραννὶς χαλεπωτέραν ἐποίει τὴν ὀδύνην, καὶ μετὰ τῆς φύσεως ἡ ἀρετὴ τοῦ παιδὸς, καὶ μετὰ τῆς ἀρετῆς τὸ τῆς ἡλικίας ἄνθος· οὐ γὰρ ἐν γήρᾳ, ἀλλ᾽ ἐν αὐτῇ τῇ ἀκμῇ τῆς νεότητος τὴν τελευτὴν ἐδέξατο· καὶ πρὸς τούτοις ἅπασι τὸ παρὰ ἀδελφοῦ ταῦτα παθεῖν, καὶ παρὰ ἀδελφοῦ παρανόμως καὶ ἀδίκως. Διὰ γὰρ ἁπάντων τούτων φοβερὸν τὸ προσωπεῖον τοῦ θανάτου κατεσκευάζετο καὶ τῇ ὄψει ἀλγεινότερον, καὶ ἡ ὀδύνη τῷ Ἀδὰμ ἠγείρετο χαλεπωτέρα, ἑκάστου τῶν εἰρημένων μεγάλην ἀνάπτοντος κάμινον καὶ δριμυτέραν τὴν φλόγα ἐργαζομένου, καὶ παιδεύοντος εἰς ὅσον κακὸν αὐτὸν ἐνέβαλεν ὁ διάβολος.

Εἰ γὰρ ἡμεῖς καθ᾽ ἑκάστην ἡμέραν ὁρῶντες νεκροὺς θορυβούμεθα, ταραττόμεθα, συστελλόμεθα, καὶ οὐχ ἡμεῖς μένον, ἀλλὰ καὶ οἱ τὰς ὀφρῦς ἀνασπῶντες καὶ ἐπὶ τῶν μεγάλων ὄντες ἀξιωμάτων καὶ πεφυσιωμένοι, εἰ παραγίνονται ἐπ᾽ ἐκφορᾷ καὶ τοῦ τυχόντος νεκροῦ, τῇ ὄψει συστέλλονται, καὶ γίνονται παντὸς ταπεινότεροι· τί εἰκὸς ἦν παθεῖν ἐκεῖνον τὸν πρῶτον βλέποντα νεκρὸν, καὶ ἐν τῷ τοῦ παιδὸς σώματι, καὶ παιδὸς τοιούτου, καὶ μηδέπω τῇ συνεχείᾳ τῶν τελευτώντων μελετήσαντα τὸ πάθος, ἀλλὰ τῷ ξένῳ μάλιστα θορυβούμενον; τί πάσχειν εἰκὸς ἦν ὁρῶντα μὴ φωνῆς αἰσθανόμενον, μὴ ἁφῆς, μὴ δακρύων, μὴ κωκυτῶν, μὴ κινούμενον, μὴ συναλγοῦντα τῷ πενθοῦντι πατρὶ, μὴ τὰ συνήθη πράττοντα; Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ᾽ ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς. Ἀλλ᾽ ὅμως μετὰ τούτου καὶ τὰ τῆς παρακλήσεως ἐπενόησεν ὁ Θεός· οὐδὲ γὰρ τὸν φόβον αὐξηθῆναι τοῦ θανάτου μόνον ἠβούλετο, ἀλλά τινα καὶ παραμυθίαν τὸν ἄνθρωπον καρπώσασθαι.