Καὶ γὰρ καὶ τοῦτο μέγιστον τῆς τοῦ Θεοῦ τιμῆς τεκμήριον, οὐχ ὅτι αὐτῷ τὰ ὀνόματα ἐπιθεῖναι ἐκέλευσεν, ἀλλ᾽ ὅτι, τοῦ ἀνθρώπου τὸν δοθέντα αὐτῷ νόμον κινήσαντος, ὁ Θεὸς τὴν τιμὴν, ἣν ἔδωκεν αὐτῷ πρὸ τοῦ νόμου, οὐκ ἐκίνησεν, ἀλλὰ Πᾶν ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβολον; οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν. Ἀλλ᾽ οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερβὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου· ἀλλ᾽ ὅμως καὶ οὕτω πολλὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία δείκνυται. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ· ὃ δὴ καὶ τότε συνέβη.