Τὰ μὲν γὰρ ἐνταῦθα δοκοῦντα εἶναι καλὰ, οἷον πλοῦτος καὶ δόξα καὶ δυναστεία, ὀνόματα μέν ἐστι καλῶν καὶ τοῖς ἐναντίοις ἀναμεμιγμένα· τὰ δὲ ἐκεῖ εἰλικρινῆ καὶ καθαρὰ, οὐκ ἐν ὀνόμασιν, ἀλλ᾽ ἐν πράγμασι τὴν μακαριότητα ἔχοντα. Ἵν᾽ οὖν τούτων ἐπιτύχωμεν, ζηλώσωμεν τῶν μαρτύρων τὴν ἀρετὴν, τὴν ἀνδρείαν, τὸν ζῆλον, τὴν πίστιν, τὴν τῶν παρόντων ὑπεροψίαν, τὴν τῶν μελλόντων ἐπιθυμίαν. Ἔστι γὰρ ταῦτα καὶ χωρὶς διωγμοῦ πάντα κατορθοῦν. Κἂν γὰρ πυρὰ μὴ προκέηται, ἀλλ᾽ ἐπιθυμία πρόσεστι σφοδροτέρα· κἂν ὀδόντες θηρίων μὴ ὦσιν, ἀλλὰ θηρίου χαλεπώτερος ἐπίκειται θυμός· κἂν δήμιοι μὴ παρεστήκοιεν πλευρὰς καταξαίνοντες, ἀλλὰ φθόνος ἔγκειται δημίου παντὸς χαλεπώτερον κατεσθίων τὴν διάνοιαν. Δεῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι· ἵνα ὀλίγον χρόνον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.