Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὁμιλία μετὰ τὴν τοῦ Γότθου πρεσβυτέρου ὁμιλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη του Ευαγγελίου, η οικουμενικότητα της Εκκλησίας και το πρότυπο των δικαίων

Η υπεροχή της χριστιανικής πίστης έναντι της θύραθεν φιλοσοφίας, η εξάπλωση του κηρύγματος σε όλα τα έθνη και το παράδειγμα πίστεως των πατριαρχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΟΜΙΛΙΑ Ηʹ. Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων, καὶ πρεσβυτέρου Γότθου προομιλήσαντος. αʹ. Ἐβουλόμην παρεῖναι Ἕλληνας τήμερον, ὥστε τῶν ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς Ἐκκλησίας ἡ εὐγένεια, πόση τῆς πίστεως ἡ εὐτονία, πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων ὁ γέλως. Τὰ μὲν γὰρ τῶν φιλοσόφων καὶ παρὰ τοῖς ὁμοφώνοις καταλέλυται, τὰ δὲ ἡμέτερα καὶ παρὰ ἑτερογλώσσοις πολλὴν ἔχει δύναμιν· καὶ τὰ μὲν ἀράχνης εὐκολώτερον διεσπάσθη, τὰ δὲ ἀδάμαντος στεῤῥότερον πέπηγε.

Ποῦ τὰ Πλάτωνος καὶ Πυθαγόρου καὶ τῶν ἐν Ἀθήναις; ἐσβέσθη. Ποῦ τὰ τῶν ἁλιέων καὶ σκηνοποιῶν; οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν βαρβάρων γλώττῃ, καθὼς ἠκούσατε σήμερον, ἡλίου φανότερον διαλάμπει· καὶ Σκύθαι καὶ Θρᾷκες καὶ Σαυρομάται καὶ Μαῦροι καὶ Ἰνδοὶ καὶ οἱ πρὸς αὐτὰς ἀπῳκισμένοι τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πρὸς τὴν οἰκείαν ἕκαστος μεταβαλόντες γλῶτταν, τὰ εἰρημένα φιλοσοφοῦσι ταῦτα· ἃ μηδὲ ὄναρ ἐφαντάσθησαν οἱ παρὰ τοῖς Ἕλλησι τὸν πώγωνα ἕλκοντες, καὶ τῇ βακτηρίᾳ τοὺς ἀπαντῶντας ἐπὶ τῆς ἀγορᾶς σοβοῦντες, καὶ τοὺς βοστρύχους ἀπὸ τῆς κεφαλῆς σείοντες, λεόντων μᾶλλον ἢ ἀνθρώπων ἐπιδεικνύμενοι πρόσωπα. Ἀλλ᾽ οὐ τὰ ἡμέτερα τοιαῦτα, οὐδὲ ἐν τῷ σχήματι, ἀλλ᾽ ἐν σωφροσύνῃ τὰ τῆς φιλοσοφίας. Ἡ μὲν γὰρ πόρνη, ἅτε καὶ φυσικὸν οὐκ ἔχουσα κάλλος, ἐπιτρίμμασι καὶ ὑπογραφαῖς καὶ ἱματίοις λευκοῖς καὶ ἑτέροις τοιούτοις τεχνάσμασι χειροποιητήν τινα ἐπιτίθησιν ἑαυτῇ ὥραν, τὸ ἀπὸ τῆς φύσεως δυσειδὲς συσκιάζουσα· ἡ δὲ καλὴ φύσει καὶ ἐπίχαρις καὶ εὐγενὴς κόρη γυμνὸν ἀφίησι τῆς φύσεως ἀγωνίζεσθαι τὸ δῶρον, οὐδενὸς τούτων δεομένη τῶν βοηθημάτων, ἀλλὰ διακρουομένη, ὥστε μὴ τὴν φυσικὴν ὥραν τοῖς παραπετάσμασι συσκιάσαι τούτοις. Τοῦτο καὶ ἐπὶ τῆς Ἐκκλησίας, καὶ ἐπὶ τῶν ἔξωθεν ἔστιν ἰδεῖν.

Ἐκεῖνοι μὲν γὰρ φυσικὸν κάλλος οὐκ ἔχοντες, οὐδὲ εὐσεβείᾳ κοσμεῖσθαι δυνάμενοι, εὐγλωττίᾳ καὶ ῥήμασιν ἀποτετορνευμένοις, καὶ συνθήκαις λέξεων, καὶ κόμαις καὶ εὐθήμασι καὶ ἑτέροις τισὶ τὰ καθ᾽ ἑαυτοὺς σεμνύνουσιν· οἱ δὲ παρ᾽ ἡμῖν οὐχ οὕτως, ἀλλὰ πάντα ταῦτα διακρουσάμενοι; καὶ τὴν ἔξωθεν φαντασίαν ῥίψαντες, φυσικὸν τὸ κάλλος ἐπιδείκνυνται, οὐ γλῶτταν ἀκονῶντες, οὐδὲ εὐφημίαν διώκοντες, ἀλλ᾽ ἐν δυνάμει νοημάτων φιλοσοφοῦντες, καὶ ἔργων ἐπιδείξει καὶ πολιτείας ἀκριβείᾳ τὴν ἐνοικοῦσαν αὐτοῖς τοῦ Θεοῦ χάριν διὰ πάντων ἀνακηρύττοντες.

Διὰ δὴ τοῦτο οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν ἀοίκητον· οὐ τὴν γῆν μόνον, ἀλλὰ καὶ τὴν θάλατταν· οὐ τὰς πόλεις μόνον, ἀλλὰ καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς νάπας· οὐ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὴν βάρβαρον· οὐ τοὺς ἐν ἀξιώμασι μόνον, ἀλλὰ καὶ τοὺς ἐν ἐσχάτῃ πενίᾳ· οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας· οὐ γεγηρακότας μόνον, ἀλλὰ καὶ νέους ἐσαγήνευσαν. Οὐ μέχρι δὲ τούτων, ἀλλὰ καὶ περαιτέρω προῆλθον, καὶ τῇ καθ᾽ ἡμᾶς οὐκ ἀρκεσθέντες οἰκουμένῃ, πρὸς αὐτὸν ἐξέβησαν τὸν Ὠκεανὸν, καὶ τὰς βαρβαρικὰς χώρας καὶ τὰς Βρετανικὰς νήσους εἴσω τῶν οἰκείων δικτύων ἔλαβον· καὶ ὅπουπερ ἂν ἀφίκῃ λοιπὸν, τῶν ἁλιέων ὄψει τὰ ὀνόματα ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενα, οὐ διὰ τὴν τῶν ἁλιέων δύναμιν, ἀλλὰ τὴν τοῦ σταυρωθέντος ἰσχὺν τὴν πανταχοῦ προοδοποιοῦσαν αὐτοῖς, καὶ τοὺς ἰδιώτας τῶν φιλοσόφων σοφωτέρους, καὶ τοὺς ἀγραμμάτους καὶ ἰχθύων ἀφωνοτέρους ῥητόρων καὶ λογογράφων καὶ σοφιστῶν εὐτονωτέρους ἀποφαίνουσαν.

Μὴ τοίνυν αἰσχύνην τις ἡγείσθω τῆς Ἐκκλησίας, ὅτι βαρβάρους εἰς μέσον ἀναστῆναι καὶ εἰπεῖν παρεσκευάσαμεν· τοῦτο γὰρ τῆς Ἐκκλησίας κόσμος, τοῦτο καλλώπισμα, τοῦτο τῆς ἐν τῇ πίστει δυνάμεως ἀπόδειξις· τοῦτο καὶ ὁ προφήτης ἄνωθεν προαναφωνῶν ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τοῦτο καὶ ἕτερος παραδηλῶν πάλιν, ἑτέροις ῥήμασιν ᾐνίττετο λέγων· Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα· οὐ περὶ λεόντων καὶ ἀρνῶν καὶ παρδάλεων καὶ ἐρίφων διηγούμενος, ἀλλὰ προαναφωνῶν ἡμῖν καὶ δεικνὺς, ὅτι δὴ τὸ θηριῶδες τῶν ἀνθρώπων εἰς τοσαύτην ἥξει ἡμερότητα τῇ φιλοσοφίᾳ τοῦ κηρύγματος κερασθὲν, ὥστε μετὰ τῶν ἡμέρων καὶ πραοτάτων ἀνδρῶν συναγελάζεσθαι. Καὶ τοῦτο σήμερον ἑωράκατε, τοὺς πάντων ἀνθρώπων βαρβαρικωτέρους μετὰ τῶν τῆς Ἐκκλησίας προβάτων ἑστῶτας, καὶ κοινὴν οὖσαν τὴν νομὴν καὶ τὸν σηκὸν ἕνα, καὶ μίαν ἅπασι τράπεζαν προκειμένην.

βʹ. Αἰσχυνέσθωσαν Ἰουδαῖοι οἱ τὰ γράμματα ἀναγινώσκοντες, καὶ τὰ νοήματα ἀγνοοῦντες· ἐγκαλυπτέσθωσαν Ἕλληνες, τῆς ἀκτῖνος φανοτέραν ὁρῶντες τὴν ἀλήθειαν λάμπουσαν, οἱ τοῖς λίθοις παρακαθήμενοι καὶ τὸ σκότος διώκοντες· καλλωπιζέσθω ἡ Ἐκκλησία ἡ διὰ πάντων λάμπουσα καὶ πετομένη. Ὥσπερ γὰρ ἥλιος κοινὸς καὶ γῆ κοινὴ καὶ θάλαττα καὶ ἀὴρ, οὕτως πολλῷ μᾶλλον ὁ τοῦ κηρύγματος λόγος ἐγένετο κοινός· διὸ καὶ Παῦλος ἔλεγεν· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτω τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Καὶ τί θαυμάζεις εἰ ἐν τῇ Καινῇ, ὅπου καὶ ἐν τῇ Παλαιᾷ τὸ αὐτὸ τοῦτο γίνεται. Ὁ γὰρ πρῶτος καὶ τῆς Ἐκκλησίας καὶ τῆς Συναγωγῆς πρόγονος γενόμενος, ἐκείνων μὲν κατὰ σάρκα, ἡμῶν δὲ κατὰ πνεῦμα, βάρβαρος ἦν καὶ ἐκ μέσης Περσίδος ἤγετο, ὁ πατριάρχης λέγω Ἀβραὰμ, καὶ οὔτε γραμμάτων ἀκούσας, οὔτε προφητείας μετασχὼν, οὐ τὸν διδάσκοντα ἔχων, οὐχ ἱστορίαν δεξάμενος· οὔπω γὰρ ἦν Μωϋσῆς γενόμενος· οὐ τῶν πρὸ αὐτοῦ τι μαθὼν, οὐ τὰ μετ᾽ αὐτὸν ἐσόμενα διδαχθεὶς, ἀλλ᾽ ἐν μέσῃ τῇ Περσῶν χώρᾳ τεχθεὶς καὶ τραφεὶς, οὕτως ἀθρόον ἐφιλοσόφησεν, ὡς καὶ τῆς Καινῆς πολλὰ προλαβεῖν ἐπιτάγματα, καὶ διὰ τῶν ἔργων ἐπιδείξασθαι.

Καὶ γὰρ κελευόμενος ἐξελθεῖν ἀπὸ τῆς πατρίδος, καὶ ἀφεῖναι οἰκίαν καὶ φίλους καὶ συγγενεῖς, καὶ ἐλθεῖν ἐπὶ τὴν ἀλλοτρίαν, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ συμπαθείᾳ κατεσχέθη, οὐδὲ ἐλογίσατο πρὸς αὑτὸν καὶ εἶπεν· Τὰ φανερὰ καὶ δῆλα ἀφεὶς, ἐπὶ τὰ ἀφανῆ καὶ ἄδηλα ἀπελεύσομαι; ἀλλὰ τὴν πίστιν ὁδηγὸν ἔχων, καὶ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν ἀντὶ βακτηρίας κτησάμενος, τὰ μὲν ἐν χερσὶν ἠφίει, τὰ δὲ ἐν ἐλπίσι προσελάμβανε· καὶ γὰρ καὶ κατὰ τοῦτο τῆς Ἐκκλησίας πρόγονος ἦν.

Καὶ γὰρ καὶ ἡμεῖς κελευόμεθα τῶν μὲν βιωτικῶν ὑπερορᾷν πραγμάτων καὶ τῶν φαινομένων, πρὸς δὲ τὰ ἄδηλα τὴν ἐλπίδα τείνειν, καὶ τὴν πίστιν κρατεῖν, τὴν ἄγκυραν τῆς ἡμετέρας σωτηρίας, καὶ ἐκεῖνα ζητεῖν· διὸ καὶ Παῦλος ἔλεγε· Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· καὶ πάλιν, Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ἐξελθὼν δὲ ἀπὸ τῆς πατρίδος ὁ μακάριος οὗτος Ἀβραὰμ, καὶ ἐν ἀλλοτρίᾳ καλύβην πηξάμενος, ἀποστολικὰ πάλιν παραγγέλματα διὰ τῶν ἔργων ἐπεδείξατο.

Ἐπειδὴ γὰρ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἔστησε, καὶ τὴν παράδοξον νίκην ἤρατο, καὶ τῶν βαρβάρων περιεγένετο, οὐκ ἰσχύϊ σώματος, ἀλλὰ δυνάμει πίστεως, καὶ μισθὸν λαβεῖν τῶν πόνων ἐκείνων καὶ τῆς ταλαιπωρίας παρὰ τῶν σωθέντων ἐκελεύετο· τοῦ γὰρ βαρβάρου πρὸς αὐτὸν λέγοντος, Λάβε σὺ τὸν ἵππον, καὶ δὸς ἡμῖν τοὺς ἄνδρας, τί φησιν; Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, εἰ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος. Εἶδες πῶς ἐκεῖνο τὸ ἐπίταγμα ἐπλήρωσε τὸ εὐαγγελικὸν τὸ λέγον· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε; Καὶ Μωϋσῆς δὲ καὶ ἐν βαρβαρικῇ οἰκίᾳ ἐτράφη τε καὶ ηὐξήθη· ἀλλ᾽ ὅμως οὐδὲν ἐντεῦθεν παρεβλάπτετο, ἀλλὰ καὶ αὐτὸς ἐφιλοσόφει τοῦ πατριάρχου οὐκ ἔλαττον, τῆς μὲν Συβαριτικῆς καταγελῶν τραπέζης, καὶ ὑψηλότερος τῆς ἐκείνων τρυφῆς γινόμενος, καὶ πλοῦτον ἀτιμάζων καὶ βασιλείαν καὶ τὰ σκῆπτρα Αἰγύπτου, πρὸς δὲ τὸν πηλὸν καὶ τὴν πλινθουργίαν αὐτομολῶν. Διὸ δὴ καὶ ὁ Παῦλος θαυμάζων αὐτὸν, ἔλεγε· Μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Εἶτα καὶ δεικνὺς τὸν διδάσκαλον τῶν ἀγαθῶν τούτων, προσετίθει λέγων· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν· ὅπερ πίστεως ἦν μεγίστης.