Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὁμιλία μετὰ τὴν τοῦ Γότθου πρεσβυτέρου ὁμιλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η αυτεξουσιότητα του ανθρώπου και η απόρριψη της ειμαρμένης

Επιχειρήματα υπέρ της ελεύθερης βούλησης ως προϋπόθεσης της αρετής και της θείας κρίσης, ανασκευή της πίστης στο πεπρωμένο και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Διὰ τοῦτο καὶ γέενναν ἠπείλησε, καὶ βασιλείαν ἡτοίμασε· οὐκ ἂν δὲ τοῖς ἀνάγκῃ δεδεμένοις οὔτε στεφάνους ηὐτρέπισεν, οὔτε κόλασιν ἠπείλησε· τῶν γὰρ ἐν τῇ γνώμῃ γινομένων ταῦτα ἑκάτερα· οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις παρῄνεσεν, οὐκ ἂν τοσαῦτα εἰργάσατο, εἰ ἀνάγκῃ τὸ τῶν ἀνθρώπων γένος δεδεμένον ἦν· ἀλλ᾽ ἐπειδὴ ἐλεύθεροι καὶ προαιρέσεώς ἐσμεν κύριοι, ἀπὸ ῥᾳθυμίας γινόμενοι φαῦλοι, ἀπὸ τῆς σπουδῆς χρηστοὶ καὶ ἐπιεικεῖς, τὰ σωτήρια φάρμακα καὶ πρὸς τοῦτο ἄγοντα ἦλθε κατασκευάζων, τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ τοὺς πολλοὺς διορθούμενος, καὶ διὰ τῶν νόμων φιλοσοφεῖν παιδεύων.

Ὅτι γὰρ οὔτε γένεσίς ἐστιν, οὔτε δρόμος ἀστέρων τὰ ἀνθρώπινα διοικῶν, καὶ τῶν Γραφῶν χωρὶς ἀπ᾽ αὐτῶν τῶν πραγμάτων δῆλον. Εἰ γὰρ ὑπὸ γένεσιν τὰ ἀνθρώπινα, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα; τίνος ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήρια ἕλκεις; τίνος ἕνεκεν αἰσχύνῃ τὰ πονηρὰ πράττων; εἰ γὰρ ἀνάγκης ἐστὶ τὸ ἁμάρτημα, τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ᾽ ἄν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ ἀνδροφόνον, ὕβριν τὸ πρᾶγμα καλεῖς; Εἰ γὰρ μὴ τῆς σῆς γνώμης τὰ ἁμαρτήματα, οὐδὲ ἔγκλημα τὸ γιγνόμενον, οὐδὲ ὕβρις τὸ λεγόμενον.

Νῦν δὲ καὶ δι᾽ ὧν ἑτέροις δικάζεις, καὶ δι᾽ ὧν τοῖς ἁμαρτάνουσιν οὐ συγγινώσκεις, καὶ δι᾽ ὧν αὐτὸς αἰσχύνῃ πράττων καὶ λανθάνειν σπουδάζεις, καὶ τοὺς ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, [καὶ] διὰ πάντων ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέτερα, ἀλλὰ ἐλευθερίᾳ τετίμηται· τοῖς γοῦν ἀνάγκῃ κατεχομένοις καὶ συγγινώσκειν ἐπιστάμεθα. Ἂν γοῦν ὑπὸ δαίμονός τις κατεχόμενος ἡμᾶς πλήξῃ, καὶ τὸν χιτῶνα διαῤῥήξῃ, ἢ πληγὰς προστρίψηται, οὐ μόνον αὐτὸν οὐ κολάζομεν, οὐδὲ εἰς δικαστήρια ἕλκομεν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. Τί δήποτε; Ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ᾽ ἡ τοῦ δαίμονος ἀνάγκη ταῦτα εἰργάσατο. Ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν πεπρωμένην ἦν, συνέγνωμεν ἄν· ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπάγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν ὅπως καὶ τὸν οἰκέτην ἀπαλλάξωμεν κακίας καὶ τὸν υἱὸν πονηρίας. Ὅθεν αὐτοῖς καὶ παιδαγωγοὺς καθιστῶμεν, καὶ εἰς διδασκάλους πέμποντες ἀπειλοῦμεν, καὶ πληγὰς ἐντείνομεν.

Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; εἰ γὰρ εἵμαρτο αὐτῷ γενέσθαι φαῦλον, τίς χρεία τῶν βοηθημάτων;

Οὐκοῦν εὔδηλον ὅτι οὐκ ἀνάγκῃ δέδεται, ἀλλ᾽ ἐν τῇ προαιρέσει τὸ πᾶν κεῖται. Διὸ καὶ βοηθήματα προσάγομεν, καὶ τῆς ῥᾳθυμίας ἀπάγομεν, καὶ πρὸς ἀρετὴν χειραγωγοῦμεν. Τίνος δὲ ἕνεκεν τὴν θάλατταν πλέομεν, τὴν γῆν γεωργοῦμεν, καὶ πόλεις οἰκοδομοῦμεν, πολλήν τε σπουδὴν ποιοῦμεν νοσοῦντες, καὶ χρήματα δαπανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα κατασκευάζομεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν κολάζομεν; Εἰ γὰρ, ὡς σὺ φῂς, εἵμαρται ζῆσαι καὶ ἀποθανεῖν, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιτταὶ τῶν ἰατρῶν αἱ εἴσοδοι, περιττὴ τῆς τῶν νοσούντων φιλοσοφίας ἡ ἀκρίβεια. Νῦν δὲ ἐξ ὧν ἅπαντες ποιοῦσι, δηλοῦσιν ὅτι οὐδὲν τούτων περιττόν· ἀλλ᾽ οἴχεται μὲν τὰ τῆς εἱμαρμένης, καὶ οὐδεμιᾷ ἀνάγκῃ τὰ ἡμέτερα ἄγεται, πάντα δὲ ἐλευθερίᾳ προαιρέσεως τετίμηται.

Τίς δὲ χρεία πόνων καὶ ἱδρώτων τῶν ὑπὲρ ἀρετῆς; εἰ γὰρ εἵμαρται γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός· μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστι καλεῖν, τὸν ὑπ᾽ ἀνάγκης τοῦτο γινόμενον.

Τίς χρεία πόνων καὶ ἱδρώτων τοσούτων; εἰ γὰρ εἵμαρτο γενέσθαι κακὸν, κἂν μυρία τις ταλαιπωρηθῇ, ἔσται κακός· μᾶλλον δὲ οὐδὲ τὸν τοιοῦτον ἔσται κακὸν καλεῖν, τὸν ὑπὸ ἀνάγκης ὠθούμενον. Ὥσπερ γὰρ ὁ δαιμονῶν, κἂν λοιδορήσηται (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι), οὐ προσεροῦμεν αὐτὸν ὑβριστὴν, οὐδὲ λογιζόμεθα ὕβριν τὴν λοιδορίαν, ἀλλὰ τῆς ἀνάγκης εἶναι τοῦ δαίμονος· οὕτω καὶ τὸν κακὸν, εἰ ὑπὸ εἱμαρμένης καὶ ἀνάγκης ὠθεῖται, μὴ καλῶμεν αὐτὸν κακὸν, ὥσπερ οὐδὲ τὸν καλὸν, καλόν. Ἂν γὰρ τοῦτο ποιῶμεν, πάντα ἔσται σύγχυσις καὶ ταραχὴ καὶ πραγμάτων διαστροφὴ, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία· οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν. Ὁρᾷς ποῦ τείνει τοῦ διαβόλου τὸ δέλεαρ, καὶ τί τὴν οἰκουμένην ἐργάσασθαι ἐβουλήθη, καὶ πρὸς ποῖον ἀπαντᾷ τέλος; Ταῦτ᾽ οὖν εἰδότες ἅπαντα καὶ τὰ τούτων πλείονα (ἐνῆν γὰρ καὶ τούτων πλείονα εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις καὶ ταῦτα ἀρκεῖ), φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα προηγουμένως μὲν καὶ τὸν Θεὸν ἵλεων ἔχωμεν, ἔπειτα δὲ καὶ γεέννης ἀπαλλαγῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.