Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅρασις Δανιήλ

Ἰωάννης ὁ Χρυσόστομος

Η επιδρομή των Ισμαηλιτών και η εμφάνιση του αφανούς βασιλέως

Η παραχώρηση της επιδρομής του Ισμαήλ ως απόρροια των αμαρτιών των χριστιανών και η νικηφόρος εκστρατεία του θεόσταλτου, άσημου βασιλέως για την επικράτηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἀκούσωμεν γάρ, τί ὁ θεσπέσιος Παῦλος προηγόρευσεν περὶ τῆς ἐσχάτης ἡμέρας καὶ τῆς τῶν χριστιανῶν βασιλείας, φημὶ δήπου ἐν τῇ πρὸς Θεσσαλονίκαις ἐπιστολῇ οὕτως. ἐρωτῶμαι δὲ ὑμᾶς καὶ τὸν λοιπὸν ἕως ἂν ἀποδεικνύωνται αὐτὸν ὅτι ἐστὶν θεός. λοιπὸν οὗτος ὁ μόνος κατέχων ὅτι ἐκ μέσου γένηται καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Τί οὖν ἐστι τὸ ἐκ μέσου εἰ μὴ τῶν χριστιανῶν βασιλεία; πᾶσα γὰρ ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου καταργηθήσεται πλὴν ταύτης. καὶ γὰρ αὐτὴ πολεμεῖται καὶ οὐ χύταται, καὶ πάντα τὰ ἔθνη συγκρούονται μετ᾽ αὐτῆς καὶ ἀναλωθήσονται ὑπ᾽ αὐτῆς καὶ κρατήσονται ἕως οὗ ἐφθάσει ἡ ἐσχάτη ἡμέρα. καὶ αὐτό ἐστιν τὸ προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ κατὰ τὸν ἀπόστολον τὸν λέγοντα. ὅταν κα(τα)ργηθῇ πᾶσα ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου, τότε αὐτὴ παραδώσει τῷ βασιλεῖ τῷ θεῷ καὶ πατρί. Ποίαν βασιλείαν; δηλονότι τῶν χριστιανῶν, οὐδὲ γάρ ἐστι βασιλεία δυνατωτέρα αὐτῆς. Διὰ δὲ τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῶν θυμωθήσεται ὁ θεὸς ἀπ᾽ αὐτῆς καὶ προσκαλέσεται τὸν θηρευτὴν Ἰσμαὴλ καὶ κινήσει ὡς ἡ ἄμμος τῆς θαλάσσης ἡ ἀναρίθμητος καὶ πετασθήσονται ὡς ἱέρακες ἐπὶ τὰ ὄρη τὰ ὑψηλά, οἱ δὲ ἵπποι αὐτῶν ἐξαλλοήνται (=ἐξαλλοήσονται) ὡς ἀετιτόμενοι, καὶ εἰσελεύσονται ἐν τῇ πόλει τῇ ἑπταλόφῳ ἐν ἅρμασι καὶ ἵπποις καὶ ἕνεκαν τούτων πολλῆς αἱματεχυσίας, οὐκ ὀλίγον ποιήσαντες δὲ καὶ σκῦλα. Τί χρὴ λέγειν;

καὶ εἰσῆλθεν Ἰσμαὴλ τῷ ἀγγέλῳ ἕως Ἀτταλῶν. Καὶ εἶπον ἐγὼ Δανιὴλ τῷ ἀγγέλῳ. Κύριέ μου, διὰ τί ἐπεισῆλθον αἱ θλίψεις αὗται τοῖς χριστιανοῖς; καὶ εἶπέν μοι ὁ ἄγγελος. οὐχ ὅτι ἀγαπᾷ Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ διδώσει αὐτῷ τὴν ἐξουσίαν τοῦ κρατῆσαι τῆς γῆς τῶν Ῥωμαίων, ἀλλὰ διὰ τὰς ἁμαρτίας κατοικούντων ἐν αὐτῇ. καὶ ἀρθήσεται ἡ τιμὴ τῶν ἱερέων καὶ ἐκλείψει ἡ θυσία ἀπὸ τῶν ἐκκλησιῶν καὶ πληρωθήσεται ἡ κακία ἐπὶ τοὺς ἀνθρώπους καὶ γενήσονται ὁ λαὸς ὡς ἄγρια θηρία καὶ ἔσονται ἱερεῖς ὡς ὁ κοινὸς λαός. Ἐν τῷ καιρῷ ἐκείνῳ ἤτοι τῷ ἑβδοματικῷ χρόνῳ ἐν ᾧ πληροῦται ὁ ἀριθμὸς τῶν Ἰσμαηλιτῶν καὶ τῆς δυναστείας αὐτῶν, ἧς κατεκράτησαν, καὶ ἠρήμωσαν Ῥωμανίαν τε καὶ Πισιδίαν καὶ τὰς λοιπὰς νήσους εὑρισκομένους πλησίον Ῥώμης, Καλαβρίαν καὶ Σικελίαν τὴν καλουμένην Τυραννίδα πόλιν. τότε βλασφημήσαντες οἱ Ἰσμαηλίται ἐροῦσιν ὅτι οὐκ ἔχουσιν ἀνάῤῥυσιν ἐκ τῶν χειρῶν ἡμῶν οἱ Ῥωμαῖοι. Τότε αἰφνιδίως ἐξέλθωσιν οἱ τῆς πόλεως ἐκείνης τῆς καλουμένης Τυραννίδος καὶ εὑροῦσιν δι᾽ ἀποκαλύψεως θεοῦ μέσον τῆς αὐτῶν πόλεως ἄνθρωπόν τινα οὗτινος τὸ ὄνομα ἦν ἔλαττον ἐν τῷ κόσμῳ. καὶ τοῦτον κρατήσαντες ἀπάξουσιν αὐτὸν μέχρι δίνης κἀκεῖ χρίσουσιν αὐτὸν εἰς βασιλέα, ὃν εἶχον οἱ ἄνθρωποι ὡσεὶ νεκρὸν καὶ οὐδὲν χρησιμεύοντα. ἔστιν δὲ τὸ ὄνομα αὐτοῦ εἰς τὸ τριακοστὸν κεφάλαιον.

Οὗτος ἐξελεύσεται εἰς τοὺς Ἰσμαηλίτας ἐν τόπῳ τινὶ λεγομένῳ Πετρίνῳ καὶ συγκροτήσουσιν πόλεμον ἰσχυρόν. ἐν δὲ τῷ τόπῳ ἐκείνῳ ἐστὶν φρέαρ δίστομον κἀκεῖ συγκόψονται ἀλλήλους ὥστε ἐκ τῶν αἱμάτων τῶν Ῥωμαίων καὶ τῶν Ἰσμαηλιτῶν μεστὸν γενέσθαι τὸ φρέαρ. Καὶ παραδώσει Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ εἰς χεῖρας τοῦ βασιλέως καὶ μετὰ ταῦτα ἀποστελεῖ εἰς τὰς χώρας αὐτῶν καὶ ποιήσει κατασκευὴν πλοίων καὶ ὀρνεύσει αὐτά. καὶ ἄλλους ἀγγέλους αὐτοῦ ἀποστελεῖ εἰς τὰ ἐνδότερα μέρη τῆς Ῥώμης καὶ ἡμερώσει τὰ ξανθὰ ἔθνη καὶ ὁμοῦ διώξουσιν τὸν Ἰσμαήλ. καὶ τότε πληρωθήσεται ἡ προφητεία ἡ λέγουσα ὅτι κύων καὶ σκύμνος διώξουσιν ἀγρόν. Καὶ ἀπερχομένου τοῦ βασιλέως ἐν τῇ Ῥώμῃ εἰσέλθει εἰς τόπον λεγόμενον Λωγγιβαρδίας, καὶ ἀντιτάξονται αὐτὸν οἱ τοῦ τόπου ἐκείνου, καὶ τούτους παρακαλέσας εἰσέλθει ἐν τῇ Ῥώμῃ, καὶ ἐλθὼν ἐν τόπῳ τινὶ οὗ ἦν κεκλεισμένος θησαυρός, κρούει μετὰ τοῦ φραγγελίου αὐτοῦ εἰς τὸ ζόδον, ἔνθα ἐστὶν ὁ θησαυρὸς ἀποκεκλεισμένος. προστάξει δὲ θεοῦ ἀνοιχθήσονται, καὶ ἐξ αὐτοῦ ποιήσει ῥῶγας τῷ λαῷ αὐτοῦ. καὶ ἐξέλθει ἀπὸ Ῥώμης μετὰ πλείστου λαοῦ καὶ ἀπέλθει διὰ τῆς στερεᾶς ἐν τῇ ἑπταλόφῳ πόλει καὶ οὐκ ἔσται ὁ ἀντικείμενος αὐτῷ, ὅτι Κύριος ὁ θεὸς ἦν μετὰ αὐτοῦ.