Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Ὅρασις Δανιήλ
Ο υιός της απωλείας, οι προφήτες και η τελική κρίση
Η έλευση και τα ψευδή σημεία του Αντιχρίστου από τη φυλή του Δαν, το μαρτύριο του Ενώχ και του Ηλία, η επέμβαση του Κυρίου και η έσχατη κρίση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο υιός της απωλείας, οι προφήτες και η τελική κρίση
Η έλευση και τα ψευδή σημεία του Αντιχρίστου από τη φυλή του Δαν, το μαρτύριο του Ενώχ και του Ηλία, η επέμβαση του Κυρίου και η έσχατη κρίση.
καὶ ἀκουσθήσεται ὁ φόβος αὐτοῦ ἐν πάσῃ πόλει καὶ χώρᾳ καὶ ἀκούσας ὁ εἰς διακοσιοστὸν κεφάλαιον τοῦ τριακοστοῦ κεφαλαίου ἀποδράσει ἀπὸ τῆς πόλεως τῆς ἑπταλόφου εἰς τὸ ἐνδότερον μέρος τῆς ἀνατολῆς καὶ ἀπολεῖται κακῶς. Εἶτα ἀναστήσεται νεανίας ἐκ φυλῆς τοῦ Δὰν κατὰ τὴν προφητείαν τοῦ Ἰακὼβ τοῦ πατριάρχου τὴν λέγουσαν. ὄφις ἐφ᾽ ὁδοῦ ἐκαθήμενος δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω τὴν σωτηρίαν ἀναμένων Κυρίου. Ἱππεύς ἐστιν ἡ ἀλήθεια καὶ ἡ εὐσέβεια τῶν ὀρθοδόξων χριστιανῶν, (πτέρνα) δὲ ἡ ἐσχάτη ἡμέρα. Καὶ οὗτοι ἅγιοι ἐν τῷ χρόνῳ δαχθήσονται ὑπὸ τοῦ ὄφεως ἤτοι τοῦ υἱοῦ τῆς ἀπωλείας εἰς τὰς φαντασίας αὐτοῦ καὶ εἰς τὰς ψευδομαντείας αὐτοῦ· ποιήσει γὰρ σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς ἀνδρανὴ (sic) καὶ ἐξίτηλα. τυφλοὶ ἀναβλέψουσιν καὶ χωλοὶ περιπατήσουσιν, κωφοὶ ἀκούσονται καὶ δαιμονιώδαις ἰασθήσονται, μεταστρέψει τὸν ἥλιον εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα καὶ ἐν τούτοις τοῖς αὐτοῦ τοῖς σημείοις καὶ φαντασιώδαις ἐν τέρασιν πλάναις καὶ ἀπατήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς καθὼς γέγραπται. Εἰσελεύσεται γὰρ ὁ υἱὸς τῆς ἀπωλείας εἰς Ἱεροσόλυμα καὶ καθίσει εἰς τὸν ναὸν Κυρίου ἶσα θεῷ, ἄνθρωπος ὑπάρχων σάρκινος, ἐκ σπέρματος ἀνδρὸς καὶ ἐκ μήτρας γυναικός, ἐκ τῆς φυλῆς τυγχάνων τοῦ Δάν. Ἰούδας γὰρ ὁ Ἰσκαριώτης ὁ παραδοὺς (scil. τὸν Κύριον) καὶ αὐτὸς ἐκ φυλῆς (ἦν) τοῦ Δάν.
Πληθυνομένης γὰρ τῆς θλίψεως τῶν ἡμερῶν ἐκείνων ἀπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας οὐ φέρει τὸ θεῖον καθωρᾶν τὴν ἀπώλειαν τοῦ γένους τῶν ἀνθρώπων οὓς ἐξηγόρασεν τῷ ἰδίῳ αὐτοῦ αἵματι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀλλὰ ἀποστέλλει ἐν συντόμως τοὺς ἰδίους αὐτοῦ θεράποντας τόν τε Ἐνὼχ καὶ Ἡλίαν εἰς ἔλεγχον αὐτοῦ τοῦ ἀντικειμένου ἐνώπιον πάντων ἐθνῶν. λέγοντες ὅτι οὗτός ἐστιν ὁ πλάνος ὁ ἀντικείμενος, τὸ δὲ βδέλυγμα τῆς ἐρημώσεως. Ὁρῶντες οὖν αὐτὸν τὰ ἔθνη ὑπὸ τῶν δούλων τοῦ Ἐνὼχ καὶ Ἡλίου ἐλεγχόμενον φεύξονται ἀπ᾽ αὐτοῦ καὶ προσακολουθήσονται τοῖς ἁγίοις. ὁρῶν οὖν ὁ ἐχθρὸς ἑαυτὸν ὑπ᾽ αὐτῶν δεινῶς ἐλεγχόμενον καὶ ὑπὸ πάντων καταφρονούμενον θυμῷ καὶ ὀργῇ ἀνελεῖ τοὺς ἁγίους. Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τῶν ἀνθρώπων μετὰ δόξης οὐρανίου καὶ ἀνελεῖ αὐτὸν ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ κατὰ τοῦ ἀποστόλου φωνήν. Τότε λάμψουσιν οἱ δίκαιοι ὡς φωστῆρες ἐν τῷ κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ δὲ ἀσεβεῖς ἐκδιωχθήσονται καὶ ἀποστραφήσονται εἰς τὸν ἅδην, ἐξ οὗ ῥυσθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.