Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται

Ἰωάννης ὁ Χρυσόστομος

Η πτώση του Αδάμ και η ανόρθωση διά της ταπεινοφροσύνης

Θεολογική αντιπαραβολή της υπερηφάνειας, η οποία οδήγησε τον Αδάμ στην πτώση, με τη σωτηριώδη και ζωοποιό ταπεινοφροσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Φέρε τοίνυν καὶ σήμερον τὸ κεχρεωστημένον ὑμῖν καταβάλωμεν, καὶ εἰς τὸν τῆς ταπεινοφροσύνης ὑμᾶς χειραγωγήσωμεν πλοῦτον. Πρώην ἔλεγεν ὁ προφήτης Ἡλίας· «Ἰδοὺ κύριος μετ’ ἰσχύος ἔρχεται συνταράξαι τοὺς ἐνδόξους τῆς γῆς· καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται.» Εἴπομεν οὖν πρώην ὅτι, ἐπειδὴ δι’ ἀπόνοιαν ἐξέπεσεν ὁ ἄνθρωπος, διὰ τοῦτο παραγενάμενος Χριστὸς ὁ θεὸς ἡμῶν, ἀποκαθίστησι διὰ ταπεινοφροσύνης τὸν ἄνθρωπον εἰς τὴν ἀρχαίαν εὐγένειαν, εἰς ἐκείνην τὴν δόξαν ἣν εἶχεν ὁ Ἀδὰμ πρὸ τοῦ ἐκπεσεῖν αὐτόν. Διὰ γὰρ τῆς ἐκείνου ἀπονοίας θάνατος εἰσῆλθεν εἰς κόσμον· διὰ δὲ τῆς τούτου ταπεινοφροσύνης ζωὴ αἰώνιος τοῖς πιστεύουσι χορηγεῖται. Διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἤκουσεν ὁ Ἀδὰμ τῆς γυναικός, καὶ παρέβη τὴν τοῦ θεοῦ ἐντολήν· ἠνέσχετο τῆς παραβάσεως καὶ τῆς θανατηφόρου συμβουλῆς, καὶ ἐξουδένησε ζωοποιὸν ἐπαγγελίαν. Ἤκουσεν· «Ἔσεσθε ὡς θεοί,» καὶ ἐπήρθη τῷ φρονήματι, ὑψώθη τῇ διανοίᾳ, ἐφυσιώθη τῇ ἀπονοίᾳ, καὶ κατέπεσε τῇ παρανοίᾳ.

Διὰ τοῦτο καὶ ὑμᾶς παρακαλῶ νῦν μὴ ὑψηλοφρονεῖν, ἵνα μὴ καταπέσητε· οὐδὲν γὰρ οὕτω μισεῖ ὁ θεὸς ὡς τὴν ὑπερηφανίαν, καθὼς ἀρτίως ἠκούσατε τῆς γραφῆς λεγούσης· «Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται,» τουτέστι πολεμεῖ. Νῦν οὖν, ἀδελφοί, κἂν πλούσιοι ὦμεν καὶ ἔνδοξοι, κἂν σοφοί, κἂν διδάσκαλοι, κἂν ἐπίσκοποι, κἂν τὴν τῶν ἀγγέλων πολιτείαν μετερχόμεθα, κἂν εἰς τὸν θρόνον τὸν ὑψηλὸν ἀναβῶμεν (καὶ γὰρ ἐμαυτοῦ καθάπτομαι, ἵνα μᾶλλον ὀφελήσω), μὴ ἐπαρθῶμεν, μὴ φυσιωθῶμεν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ τὸ ἑαυτῶν μέγεθος κατασκοπήσωμεν. Τῆς γὰρ ταπεινοφροσύνης οὐδέν ἐστιν ὑψηλότερον.