Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται

Ἰωάννης ὁ Χρυσόστομος

Το υπόδειγμα του Χριστού και η παραβολή του Τελώνη και του Φαρισαίου

Προβολή του ανυπέρβλητου παραδείγματος του Σωτήρος μέσω του νιπτήρος των ποδών και ανάλυση της νίκης της ταπεινοφροσύνης στην παραβολή του Τελώνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Καὶ τί λέγω περὶ ἀνθρώπων δικαίων; Ὁπόταν αὐτὸς ὁ θεὸς καὶ σωτὴρ ἡμῶν Χριστὸς κύριος ἐκ λαγόνων μητρικῶν παρεγένετο, καὶ τοὺς πόδας τῶν μαθητῶν ἔνιψεν· ὁ μονογενὴς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς κατὰ τὴν μαρτυρίαν Ἰωάννου, ὁ σύνθρονος καὶ σύγχρονος τῷ πατρί, ὁ συμβασιλεύων αὐτῷ τὴν ἀτελεύτητον βασιλείαν, παρεγένετο καὶ τὴν τοῦ δούλου μορφὴν ἀνελάβετο· ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, τοὺς πόδας τῶν ἀποστόλων ἔνιψεν· οὐ μόνον ἔνιψεν, ἀλλὰ καὶ λέντιον λαβὼν περιεζώσατο (οὗ φησιν «Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον»), ἵνα σὲ πρὸς ἐκείνην χειραγωγήσῃ τὴν ταπεινοφροσύνην, καὶ δι’ αὐτῆς βραβεύσῃ σοι τὰ παρ’ αὐτῆς χαρίσματα· ταπεινοῖς γὰρ δίδωσι χάριν, ὑπερηφάνοις δὲ ἀντιτάσσεται.

Θέλεις ἰδεῖν ἀπ’ αὐτῶν τῶν πραγμάτων τὴν ταπεινοφροσύνην νικήσασαν τὴν ὑπερηφανίαν; Λάβε, ὡς πλειστάκις εἴπαμεν, τὴν εἰκόνα τοῦ φαρισαίου καὶ τοῦ τελώνου· βλέπε γὰρ τὰ ῥήματα τοῦ φαρισαίου· «Εὐχαριστῶ σοι,» φησίν, «ὁ θεός, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων.» Πόθεν γὰρ οἶδας, ὑπερήφανε, τοὺς ἀνθρώπους; Σὺ τὴν οἰκουμένην κατακρίνεις μεγαλαυχῶν; Καὶ εἰπὲ πάντων τῶν ἀνθρώπων τὰ ὀνόματα, εἰπὲ μόνον τὴν προσηγορίαν ἑκάστου. Ἀλλὰ λέγεις μοι· «Οὐκ οἶδα.» Πῶς οὖν μὴ εἰδὼς τὰς προσηγορίας αὐτῶν κατακρίνεις τὰς καρδίας αὐτῶν; Ὁ δὲ τελώνης ὁ ἁμαρτωλὸς κρούσας ἑαυτοῦ τὸ στῆθος καὶ χαμαὶ κλίνας τὴν ὄψιν ἔλεγε· «Ὁ θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.» Ὁ φαρισαῖος ὁ δίκαιος ἐνήστευεν δὶς τοῦ σαββάτου καὶ τὰς δεκάτας προσέφερε τοῖς ἀρχιερεῦσιν.

Ἀλλ’ εἰσῆλθεν εἰς τὸ τῆς ὑπερηφανίας ναυάγιον, καὶ πάντα ἀθρόον ἀπώλεσεν. Ποία δὲ καὶ ἡ ἀπόφασις ἐπὶ τούτοις ἐξηνέχθη παρὰ τοῦ θεοῦ; «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κατῆλθεν ὁ τελώνης δεδικαιωμένος ὑπὲρ τὸν φαρισαῖον.» Ὢ δρόμος ἀνόμοιος, ὢ ἀποφάσεως δικαίας. Ἅρματα δύο κατὰ τὸ αὐτὸ διέτρεχον ἐν τῷ ἱερῷ, δικαίου καὶ ἁμαρτωλοῦ· καὶ ὁ μὲν ἁμαρτωλὸς τελώνης ἀσθενεῖς ἔχων τοὺς ἵππους τὴν ἐναντίαν τοῦ θεοῦ ὁδὸν διέτρεχεν, ἀλλὰ τὸν ἡνίοχον ἔσχεν εὐγνώμονα καὶ τὸν στέφανον ἔλαβε παρὰ τοῦ βασιλέως, ἵνα πληρωθῇ ἡ γραφὴ ὅτι Ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ· ὁ δὲ δίκαιος φαρισαῖος, ὅτι καὶ τοὺς ἵππους ἔσχεν ἐρρωμένους, τουτέστι τὰς πράξεις (ἐνήστευε γὰρ καὶ τὰς ἀπαρχὰς ἔφερε τοῖς ἀρχιερεῦσι καὶ τὰς ἐντολὰς κατὰ τὸν νόμον ἐφύλαττεν), ἡττήθη δὲ καὶ οὐκ ἐπέτυχε τοῦ στεφάνου. Πῶς οὖν ἀπεστερήθη τοῦ βραβείου; Οὐ διὰ τὴν ἀσθένειαν τῶν ἵππων, ἀλλὰ διὰ τὴν κακίαν τοῦ ἡνιόχου. Πῶς καὶ τίνι τρόπῳ;