Διὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ τὰ μέλλοντα διορθούμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωϋσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι Μωϋσῆς αὐτὸν κατεῖχεν· οὐδὲν γὰρ ἐφθέγξατο πρὸς αὐτὸν, ἀλλὰ σιγῇ παρειστήκει· ἀλλὰ πρόφασιν αὐτῷ δοῦναι βουλόμενος τῆς ὑπὲρ αὐτῶν ἱκετηρίας. Ἐπειδὴ γὰρ ἄξια μὲν κολάσεως ἥμαρτον ἐκεῖνοι, καὶ κολάσεως ἀπαραιτήτου, κολάσαι δὲ αὐτοὺς οὐκ ἐβούλετο, ἀλλὰ φιλανθρωπεύσασθαι, τοῦτο δὲ αὐτοὺς ῥᾳθυμοτέρους ἐποίει, ἀμφότερα κατεσκεύαζεν, ὥστε μήτε τὴν τιμωρίαν ἐπενεχθῆναι, μήτε ἐκείνους ῥᾳθυμοτέρους ἐκ τῆς ἀτιμωρησίας γενέσθαι, μαθόντας ὅτι οὐ παρὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ παρὰ τὴν τοῦ Μωϋσέως προστασίαν τὴν ὀργὴν τοῦ Δεσπότου διέφυγον. Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολάσεως πλημμελήσαντας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ᾽ ἡμῶν πληγὰς διαφυγεῖν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε· καὶ ὅτι ἐστὶν ἀληθὲς, ἀπ᾽ αὐτῶν τῶν ῥημάτων δῆλον· Ἄφες με, φησὶ, καὶ θυμωθείς.