Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὰ τῶν ἀδελφῶν ἁμαρτήματα ἐκπομπεύειν

Ἰωάννης ὁ Χρυσόστομος

Η Εκκλησία ως πνευματικό ιατρείο και η αξία της μυστικής νουθεσίας

Εισαγωγή στη θεραπευτική λειτουργία της Εκκλησίας, την ηθική χρήση των υλικών αγαθών και τη σημασία της διακριτικής, ιδιωτικής διόρθωσης των αμαρτημάτων των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΗΜΟΣΙΕΥΕΙΝ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν. αʹ. Μακαρίζω τῆς σπουδῆς ὑμᾶς, ἀγαπητοὶ, μεθ᾽ ἧς εἰς τὸν πατρῷον οἶκον συντρέχετε. Ἀπὸ γὰρ τῆς σπουδῆς ταύτης καὶ περὶ τῆς ὑγιείας ἡμῶν τῆς κατὰ ψυχὴν ἔχω θαῤῥεῖν· καὶ γὰρ ἰατρεῖον θαυμαστὸν τῆς Ἐκκλησίας τὸ διδασκαλεῖόν ἐστιν· ἰατρεῖον, οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν. Πνευματικὸν γάρ ἐστι, καὶ οὐχὶ τραύματα σαρκὸς, ἀλλ᾽ ἁμαρτήματα διανοίας διορθοῦται· τῶν δὲ ἁμαρτημάτων τούτων καὶ τῶν τραυμάτων τὸ φάρμακον ὁ λόγος ἐστί. Τοῦτο τὸ φάρμακον οὐκ ἐκ βοτανῶν τῶν ἐπὶ γῆς, ἀλλ᾽ ἀπὸ τῶν ῥημάτων τῶν ἐξ οὐρανοῦ σύγκειται· τοῦτο οὐκ ἰατρῶν χεῖρες, ἀλλὰ προφητῶν κατεσκεύασαν γλῶτται.

Διὰ τοῦτο διαρκές ἐστι, καὶ οὔτε πλήθει χρόνων ἀμαυροῦται, οὔτε δυνάμει νοσημάτων ἐλέγχεται. Τὰ μὲν γὰρ τῶν ἰατρῶν φάρμακα ἀμφότερα ταῦτα ἔχει τὰ ἐλαττώματα· νεαρὰ μὲν γὰρ ὄντα τὴν ἰσχὺν ἐπιδείκνυται τὴν ἑαυτῶν ὅταν δὲ χρόνος παρέλθῃ πολὺς, καθάπερ τὰ γεγηρακότα τῶν σωμάτων, ἀσθενέστερα γίνεται· πολλάκις δὲ αὐτὰ καὶ δυσκολία ἀῤῥωστημάτων διήλεγξεν· ἀνθρώπινα γάρ ἐστι· τὸ δὲ θεῖον φάρμακον οὐ τοιοῦτον, ἀλλὰ χρόνου διαγενομένου πολλοῦ, τὴν οἰκείαν ἰσχὺν ἔχει πᾶσαν. Ἐξ ὅτου γοῦν ἐγένετο Μωϋσῆς (ἐξ ἐκείνου γὰρ ἡ ἀρχὴ τῶν Γραφῶν), τοσούτους ἐθεράπευσεν ἀνθρώπους, καὶ τὴν οἰκείαν δύναμιν οὐκ ἀπέβαλεν· ἀλλ᾽ οὐδὲ νόσημα αὐτοῦ περιεγένετο πώποτε.

Τοῦτο τὸ φάρμακον οὐκ ἔστιν ἀργύριον καταβαλόντα λαβεῖν, ἀλλ᾽ ὁ προαίρεσιν καὶ διάθεσιν γνησίαν ἐπιδειξάμενος, ἅπαν ἔχων ἀπῆλθε. Διὰ τοῦτο καὶ πλούσιοι καὶ πένητες ὁμοίως τῆς ἰατρείας ἀπολαύουσι ταύτης. Ἔνθα μὲν γὰρ ἀνάγκη καταθεῖναι χρήματα, ὁ μὲν εὔπορος μετέχει τῆς ὠφελείας· ὁ δὲ πένης πολλάκις ἀπεστερημένος τοῦ κέρδους ἀπέρχεται, οὐκ ἀρκούσης αὐτῷ τῆς προσόδου πρὸς τὴν τοῦ φαρμάκου κατασκευήν. Ἐνταῦθα δὲ, ἐπειδὴ ἀργύριον οὐκ ἔστι καταβαλεῖν, ἀλλὰ πίστιν ἐπιδείξασθαι δεῖ καὶ προαίρεσιν, ὁ ταῦτα καταβαλὼν μετὰ προθυμίας, οὗτος καρποῦται μάλιστα τὴν ὠφέλειαν· ἐπειδὴ καὶ ταῦτα τῆς ἰατρείας ἐστὶν ὁ μισθός. Καὶ ὁ πλούσιος καὶ ὁ πένης τῆς ὠφελείας κοινωνοῦσιν ὁμοίως· μᾶλλον δὲ οὐχ ὁμοίως κοινωνοῦσι τῆς ὠφελείας, ἀλλὰ πολλάκις πλείονος ἀπολαύσας ὁ πένης ἀπέρχεται. Τί δήποτε;

Ὅτι ὁ μὲν πλούσιος πολλαῖς προκατειλημμένος φροντίσιν, ἔχων τὴν ἀπόνοιαν καὶ τὸ φύσημα τὸ τῆς εὐπορίας, ὀλιγωρίᾳ συζῶν καὶ ῥᾳθυμίᾳ, οὐ μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲ μετὰ πολλῆς τῆς σπουδῆς τὸ φάρμακον τῆς ἀκροάσεως τῶν Γραφῶν δέχεται· ὁ δὲ πένης τρυφῆς καὶ ἀδηφαγίας καὶ ῥᾳθυμίας ἀπηλλαγμένος, ἅπαντα τὸν χρόνον ἐν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τοῖς δικαίοις ἀναλίσκων πόνοις, καὶ πολλὴν ἐντεῦθεν ψυχῇ συλλέγων φιλοσοφίαν, προσεκτικώτερός τε καὶ εὐτονώτερος γίνεται, καὶ μετὰ πλείονος προσέσχε ἀκριβείας τοῖς λεγομένοις· ὅθεν καὶ πλείονα καταβαλὼν τὸν μισθὸν, πλείονα τὴν ὠφέλειαν καρπωσάμενος ἄπεισιν.

βʹ. Οὐ τῶν πλουτούντων ἁπλῶς κατηγορῶν ταῦτα εἶπον, οὐδὲ τοὺς πένητας ἁπλῶς ἐπαινῶν· οὔτε γὰρ ὁ πλοῦτος κακὸν, ἀλλὰ τὸ κακῶς κεχρῆσθαι τῷ πλούτῳ· οὔτε ἡ πενία καλὸν, ἀλλὰ τὸ καλῶς κεχρῆσθαι τῇ πενίᾳ. Ἐκολάζετο ὁ πλούσιος ἐκεῖνος ὁ ἐπὶ τοῦ Λαζάρου, οὐκ ἐπειδὴ πλούσιος ἦν, ἀλλ᾽ ἐπειδὴ ὠμὸς ἦν καὶ ἀπάνθρωπος. Ἐπῃνεῖτο ὁ πένης ἐκεῖνος ὁ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, οὐκ ἐπειδὴ πένης ἦν, ἀλλ᾽ ἐπειδὴ μετ᾽ εὐχαριστίας τὴν πενίαν ἤνεγκε. Τῶν γὰρ πραγμάτων (προσέχετε δὲ μετὰ ἀκριβείας τούτῳ τῷ λόγῳ· ἱκανὴν γὰρ ὑμῖν ἐνθεῖναι φιλοσοφίαν δυνήσεται, καὶ πάντα διεφθαρμένον λογισμὸν ἐκβαλεῖν, καὶ ποιῆσαι περὶ τῶν ὄντων ὀρθὴν ἔχειν τὴν κρίσιν), τῶν τοίνυν πραγμάτων τὰ μέν ἐστι φύσει καλὰ, τὰ δὲ τὸ ἐναντίον· τὰ δὲ οὔτε καλὰ, οὔτε κακὰ, ἀλλὰ τὴν μέσην τάξιν ἐπέχει. Καλὸν ἡ εὐσέβεια φύσει, κακὸν ἡ ἀσέβεια· καλὸν ἡ ἀρετὴ, κακὸν ἡ πονηρία· ὁ δὲ πλοῦτος καὶ ἡ πενία καθ᾽ ἑαυτὰ μὲν οὔτε τοῦτό ἐστιν, οὔτε ἐκεῖνο· παρὰ δὲ τὴν προαίρεσιν τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γίνεται. Ἂν μὲν γὰρ πρὸς φιλανθρωπίαν χρήσῃ τῷ πλούτῳ, γέγονέ σοι καλοῦ τὸ πρᾶγμα ὑπόθεσις· ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆσιν, ἀλλ᾽ οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ᾽ ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος.

Οὕτω καὶ περὶ τῆς πενίας ἔστιν εἰπεῖν· ἂν μὲν γὰρ γενναίως αὐτὴν ἐνέγκῃς εὐχαριστῶν τῷ Δεσπότῃ, γέγονέ σοι στεφάνων τὸ πρᾶγμα ἀφορμὴ καὶ ὑπόθεσις· ἂν δὲ βλασφημῇς διὰ τοῦτο τὸν πεποιηκότα, καὶ κατηγορῇς αὐτοῦ τῆς προνοίας, ἐπὶ κακῷ πάλιν ἐχρήσω τῷ πράγματι. Ἀλλ᾽ ὥσπερ ἐκεῖ τῆς πλεονεξίας οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ᾽ ὁ κακῶς τῷ πλούτῳ χρησάμενος· οὕτω καὶ ἐνταῦθα τῆς βλασφημίας οὐ τὴν πενίαν αἰτιασόμεθα, ἀλλὰ τὸν μὴ βουληθέντα σωφρόνως τὸ πρᾶγμα ἐνεγκεῖν. Πανταχοῦ γὰρ καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος τῆς γνώμης τῆς ἡμετέρας καὶ τῆς προαιρέσεώς ἐστιν. Ἀγαθὸς ὁ πλοῦτος, ἀλλ᾽ οὐχ ἁπλῶς, ἀλλ᾽ ᾧ μή ἐστιν ἁμαρτία· καὶ πάλιν, πονηρὰ ἡ πενία, ἀλλ᾽ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν στόματι ἀσεβοῦς, ἐπειδὴ δυσχεραίνει, ἐπειδὴ βλασφημεῖ, ἐπειδὴ ἀγανακτεῖ, ἐπειδὴ κατηγορεῖ τοῦ πεποιηκότος.

γʹ. Μὴ τοίνυν κατηγορῶμεν πλούτου, μηδὲ κακίζωμεν πενίαν ἁπλῶς, ἀλλὰ τοὺς οὐκ ἐθέλοντας τούτοις χρῆσθαι καλῶς· αὐτὰ γὰρ τὰ πράγματα ἐν μέσῳ κεῖται. Ἀλλ᾽ ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν ἐπὶ τὴν προτέραν ὑπόθεσιν), ὅτι καὶ πλούσιος καὶ πένης μετὰ τῆς αὐτῆς ἀδείας καὶ παῤῥησίας τῶν ἐνταῦθα φαρμάκων ἀπολαύουσι· πολλάκις δὲ μετὰ πλείονος σπουδῆς ὁ πένης. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ἐξαίρετον τῶν φαρμάκων, ὅτι ψυχὰς θεραπεύει, ὅτι μήκει χρόνου οὐ διαφθείρεται, ὅτι ὑπὸ νοσήματος οὐχ ἡττᾶται, ὅτι δωρεὰν πρόκειται ἡ ὠφέλεια, ὅτι ἐξ ἴσου καὶ πλουσίοις καὶ πένησι τὸ τῆς θεραπείας· ἀλλ᾽ ἔχει τι καὶ ἕτερον οὐκ ἔλαττον τούτων τῶν ἀγαθῶν. Ποῖον δὴ τοῦτο; Τοὺς ἐρχομένους εἰς τὸ ἰατρεῖον τοῦτο οὐ δημοσιεύομεν ἡμεῖς. Οἱ μὲν γὰρ εἰς τὰ ἰατρεῖα τὸ ἔξωθεν ἀπιόντες, πολλοὺς ἔχουσι τοὺς τὰ τραύματα θεωροῦντας· κἂν μὴ ἀποκαλύψῃ πρότερον ὁ ἰατρὸς τὸ ἕλκος, τὸ φάρμακον οὐκ ἐπιτίθησιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ μυρίους ὁρῶντες κάμνοντας, λανθανόντως ποιούμεθα τὴν θεραπείαν αὐτῶν. Οὐ γὰρ εἰς μέσον ἄγοντες τοὺς ἡμαρτηκότας, οὕτω δημοσιεύομεν αὐτῶν τὰ ἁμαρτήματα· ἀλλὰ κοινὴν ἅπασι προθέντες τὴν διδασκαλίαν, τῷ τῶν ἀκροωμένων συνειδότι καταλιμπάνομεν, ὥστε ἕκαστον τὸ κατάλληλον φάρμακον τῷ οἰκείῳ τραύματι ἐκ τῶν λεγομένων ἐπισπάσασθαι.

Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον· τὸ δὲ πρόσφορον ἑαυτῷ καὶ χρήσιμον λαβεῖν, ἑκάστου τῶν ἀκουόντων ἐστί. Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ᾽ ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις ἐπήγαγεν.

δʹ. Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν δύναμιν, πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομένους, οὐδένα αὐτῶν δημοσιεύσας. Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις· οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν ἀπέθεντο. Ἀλλ᾽ οὔτε τούτους, οὔτε ἐκείνους ἴσμεν· ἡ δὲ ἄγνοια ἀμφοτέροις χρήσιμος αὕτη. Πῶς, ἐγὼ λέγω. Ὁ τῶν ἐγκωμίων ἀκούσας τῆς εὐχῆς, καὶ συνειδὼς ἑαυτῷ σπουδὴν, εἰ πολλοὺς εἶχε μάρτυρας τῶν ἐγκωμίων, πρὸς ἀπόνοιαν ἂν ἐξωλίσθησε· νυνὶ δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται. Πάλιν ὁ συνειδὼς ἑαυτῷ ῥᾳθυμίαν, τῆς κατηγορίας ἀκούσας, ἐγένετο βελτίων ἀπὸ τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων· τοῦτο δὲ αὐτὸν οὐχ ὡς ἔτυχεν ὤνησε. Διὰ γὰρ τὸ πρὸς τὴν τῶν πολλῶν ἐπτοῆσθαι δόξαν, ἕως μὲν ἂν λανθάνειν νομίζωμεν ὄντες κακοὶ, σπουδάζομεν γίνεσθαι βελτίους· ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν ἀπολέσωμεν παραμυθίαν, ἀναισχυντότεροι καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα. Καὶ καθάπερ τὰ ἕλκη γυμνούμενα, καὶ ἀέρι ψυχρῷ συχνῶς ὁμιλοῦντα, χαλεπώτερα γίνονται· οὕτω καὶ ἡ ψυχὴ ἡμαρτηκυῖα, ἂν μεταξὺ πολλῶν ἐλέγχηται ἐφ᾽ οἷς ἐπλημμέλησεν, ἀναισχυντοτέρα γίνεται.

Ἵν᾽ οὖν μὴ τοῦτο γένηται, λανθανόντως ὁ λόγος ὑμᾶς ἐθεράπευσε.

Καὶ ἵνα μάθητε, ὅτι ἡ λανθάνουσα αὕτη ἰατρεία πολὺ τὸ κέρδος ἔχει, ἀκούσατε τί φησιν ὁ Χριστός· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν· καὶ οὐκ εἶπε, μεταξὺ σοῦ καὶ τῆς πόλεως, οὐδὲ μεταξὺ σοῦ καὶ τοῦ δήμου, ἀλλὰ, Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον. Ἀμάρτυρος ἔστω, φησὶν, ἡ κατηγορία, ἵνα εὔκολος γένηται ἡ πρὸς διόρθωσιν μεταβολή.

Μέγα ἄρα ἀγαθὸν, τὸ ποιεῖσθαι τὴν παραίνεσιν μὴ δημοσιευομένην. Ἀρκεῖ τὸ συνειδὸς, ἀρκεῖ ὁ κριτὴς ἐκεῖνος ὁ ἀδέκαστος. Οὐχ οὕτω σὺ ἐπιτιμᾷς τῷ ἡμαρτηκότι, ὡς τὸ συνειδὸς ἑαυτοῦ (πικρότερός ἐστιν ὁ κατήγορος ἐκεῖνος), οὔτε ἀκριβέστερον εἰδὼς τὰ πεπλημμελημένα. Μὴ τοίνυν προσθῇς τραῦμα τραύμασι, δημοσιεύων τὸν ἡμαρτηκότα, ἀλλ᾽ ἀμάρτυρον ποιοῦ τὴν παραίνεσιν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιοῦμεν νῦν, ὅπερ καὶ Παῦλος ἐποίησεν, ἀμάρτυρον κατασκευάζων τοῦ παρὰ Κορινθίοις ἡμαρτηκότος τὴν κατηγορίαν. Καὶ ἄκουε πῶς· Διὰ τοῦτο, φησὶν, ἀδελφοὶ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ μὴν οὐχὶ αὐτὸς, οὐδὲ Ἀπολλὼ ἦσαν οἱ σχίσαντες τὸν δῆμον καὶ τὴν Ἐκκλησίαν διατεμόντες· ἀλλ᾽ ὅμως συνεσκίασε τὴν κατηγορίαν, καὶ καθάπερ προσωπείοις τισὶ, τοῖς αὐτοῦ καὶ Ἀπολλὼ ὀνόμασι τὰς τῶν ὑπευθύνων ἀποκρύψας ὄψεις, ἐξουσίαν αὐτοῖς ἐδίδου μεταβαλέσθαι ἐκ τῆς πονηρίας ἐκείνης. Καὶ πάλιν, Μήπως ἐλθόντα με ὁ Θεὸς ταπεινώσῃ, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Ὅρα πῶς καὶ ἐνταῦθα ἀδιορίστως λέγει τοὺς ἡμαρτηκότας, ἵνα μὴ φανερὰν ποιήσας τὴν κατηγορίαν, ἀναισχυντοτέραν ἐργάσηται τὴν τῶν ἡμαρτηκότων ψυχήν.

Ὥσπερ οὖν ἡμεῖς μετὰ τοσαύτης φειδοῦς τοὺς ἐλέγχους ποιούμεθα, οὕτω, παρακαλῶ, καὶ ὑμεῖς μετὰ πάσης σπουδῆς δέξασθε τὴν διόρθωσιν, καὶ μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχετε.