δʹ. Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν δύναμιν, πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομένους, οὐδένα αὐτῶν δημοσιεύσας. Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις· οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν ἀπέθεντο. Ἀλλ᾽ οὔτε τούτους, οὔτε ἐκείνους ἴσμεν· ἡ δὲ ἄγνοια ἀμφοτέροις χρήσιμος αὕτη. Πῶς, ἐγὼ λέγω. Ὁ τῶν ἐγκωμίων ἀκούσας τῆς εὐχῆς, καὶ συνειδὼς ἑαυτῷ σπουδὴν, εἰ πολλοὺς εἶχε μάρτυρας τῶν ἐγκωμίων, πρὸς ἀπόνοιαν ἂν ἐξωλίσθησε· νυνὶ δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται. Πάλιν ὁ συνειδὼς ἑαυτῷ ῥᾳθυμίαν, τῆς κατηγορίας ἀκούσας, ἐγένετο βελτίων ἀπὸ τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων· τοῦτο δὲ αὐτὸν οὐχ ὡς ἔτυχεν ὤνησε. Διὰ γὰρ τὸ πρὸς τὴν τῶν πολλῶν ἐπτοῆσθαι δόξαν, ἕως μὲν ἂν λανθάνειν νομίζωμεν ὄντες κακοὶ, σπουδάζομεν γίνεσθαι βελτίους· ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν ἀπολέσωμεν παραμυθίαν, ἀναισχυντότεροι καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα. Καὶ καθάπερ τὰ ἕλκη γυμνούμενα, καὶ ἀέρι ψυχρῷ συχνῶς ὁμιλοῦντα, χαλεπώτερα γίνονται· οὕτω καὶ ἡ ψυχὴ ἡμαρτηκυῖα, ἂν μεταξὺ πολλῶν ἐλέγχηται ἐφ᾽ οἷς ἐπλημμέλησεν, ἀναισχυντοτέρα γίνεται.