Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὸν ἀσκητὴν σκώπτειν

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική ιλαρότητα και η τάξη της ψαλμωδίας

Διευκρινίσεις για τη διατήρηση της αδελφικής αγάπης έναντι της μισανθρωπίας, μαζί με προτροπές για συμμετοχή στις θείες ωδές χωρίς επίδειξη, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ μὴ πρόφασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ σκυθρωπὸς καὶ χαλεπὸς εἶναι πρὸς τοὺς ἐρχομένους ἀδελφοὺς, μηδὲ ἀπηνής τις καὶ δυσπρόσιτος καὶ ἀπάνθρωπος ἔσο ἀντὶ χρησίμου καὶ ἀγαπητικοῦ, μηδὲ ἐν ταῖς δεξιώσεσι τῶν προσιόντων ἀδελφῶν σκυθρωπὸς, καὶ περὶ ἀπόκρισιν καὶ λόγον ἀκοινώνητος. Πάντοτε γὰρ χαίρειν πρόσταγμά ἐστιν ἀποστολικὸν, καὶ τὸ, Παρακαλεῖτε ἀλλήλους, καὶ γίνεσθε εἰς ἀλλήλους χρηστοί· καὶ, Ἡ ἀγάπη, φησὶ, χρηστεύεται· καὶ αἱ τῶν ἀποστόλων φιλοφροσύναι τοῖς γράμμασιν αὐτῶν ἔνεισιν, ὡς τέκνα φιλοφρονούμενοι τοὺς ἀκούοντας, ὡς ἀδελφοὺς παρακαλοῦντες τοὺς προσέχοντας· καὶ πολλὰ περὶ τῆς ἱερᾶς κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων Γραφῶν καταμαθεῖν. Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρότητα μετάγειν, μηδὲ γελωτοποιίᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξὺ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχάνοντας, μήτε ἐκλύειν καὶ ῥᾳθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς παρακαλεῖν.

Ὃς φείδεται, φησὶ, ῥῆμα προέσθαι σκληρὸν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται. Καλὸν δὲ καὶ τὸ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυχὴν, κατὰ τὸν Ἀπόστολον· Πληροῦσθε, φησὶ, Πνεύματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδὴν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακήλως διακεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ᾽ ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.