Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ δεῖ τὸν ἀσκητὴν σκώπτειν

Ἰωάννης ὁ Χρυσόστομος

Ο έλεγχος της συγκατοίκησης των ασκητών με γυναίκες

Αυστηρή κριτική της πρακτικής των συνεισάκτων, με έμφαση στους πνευματικούς κινδύνους που ελλοχεύουν από την ελεύθερη συναναστροφή και την οικειότητα με το αντίθετο φύλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἔπαιζεν ὁ πατὴρ Ἰσαὰκ πρὸς τὴν ἑαυτοῦ γυναῖκα· ἀλλὰ σοὶ καὶ τὰ πρὸς γυναῖκα σεμνότερα διατέτακται, ὅτι Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Σὺ δὲ οὐ βούλῃ συστέλλεσθαι, πάντων τῶν πραγμάτων συστελλομένων, ἀλλὰ καὶ ἐνώπιον γυναικῶν ἀδιαφόρως ἐκχέεις δάκρυα, καὶ πληθύνεις παίγνια, καὶ γελοῖα προτείνεις, καὶ διακλᾶσαι αἰσχρολογίας προφέρων· μὴ φέρων γὰρ τὴν ἐν τῷ ἀκολάστῳ σου σώματι πύρωσιν, λοιπὸν ἐκφέρεις τὸν βόρβορον ἔξω, καὶ ἑαυτὸν φανερὸν ποιεῖς· οἷος εἶ διὰ ῥημάτων, τοιοῦτος πάντως ἔσῃ, καὶ πολὺ χείρων ἐν τῷ ἔσω ἀνθρώπῳ. Τί ἀφόβως συναναμίγνυσαι γυναιξί; τί σεαυτῷ εἰς τὴν παγίδα κατατρέχεις; τί εἰς τὸν κίνδυνον ἑαυτὸν ἐμβάλλεις; τί φαιδρύνῃ πρὸς θηλείας, καὶ συνδιάγειν τολμᾷς; Διὰ τοῦτο νηστεῖαι, διὰ τοῦτο προσευχαὶ, διὰ τοῦτο κατὰ ξηροῦ δίαιτα, διὰ τοῦτο πολυτρόπους ἀσκήσεις ἐπινοοῦσιν ἄνθρωποι, διὰ τοῦτο τὰς ἐρήμους μεταδιώκουσιν· ἔνιοι δὲ οὐδὲ ἄρτου, οὐδὲ ὕδατος κορέννυνται, δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τὸ φυγεῖν ἐκεῖνα τὰ σκάνδαλα, διὰ τὸ μὴ ἐμπεσόντας ταῖς θηλείαις πτῶμα γενέσθαι αἰσχρόν.

Σὺ δὲ ταῦτα πάντα παραδραμὼν, καὶ μήτε τὸν κίνδυνον ἐννοήσας μετὰ τὴν παγίδα, δι᾽ ἧς ὁ πρωτόπλαστος ἐκ τῆς τηλικαύτης μακαριότητος ἐξέπεσεν, οὐκ ἐννοεῖς τὸ ὅπλον τοῦ διαβόλου, δι᾽ οὗ ὁ ἀρχαῖος τρωθεὶς καταβέβληται; Καὶ ὁ μὲν Δεσπότης καὶ τὸ ἐμβλέψαι γυναικὶ ἀπηγόρευσε, πορνείαν διαγράφων· σὺ δὲ εἰς τοσοῦτον ἐμάνης, καὶ πλαστὰ ὀνόματα ἐπιθεὶς τῇ προσωνυμίᾳ τῆς ἀγάπης, προφάσει χρηστότητος ἑαυτῷ σύνοικον ἐπεσπάσω, ὡς ἡ Εὔα τὸν ὄφιν. Ἀποδήσας τὸ πῦρ ἐν τῷ κόλπῳ, καὶ λύχνον εἰς χόρτον θήσας, κίνδυνον ἐξ ἀμφοτέρων ἕξεις· ἢ γὰρ εἰς αὐτὸ τὸ πτῶμα τοῦ βαράθρου ἐμπεσὼν περὶ τὴν σωφροσύνην ἐκινδύνευσας· ἢ εἰ μὴ τοῦτο πάθοις, φήμην αἰσχρὰν ἑαυτῷ περιάψεις, ὁ κελευόμενος προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Θεοῦ, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.

Διὸ παραίνεσιν ἔχων ἐκκλησιαστικὴν ὀφείλεις παραφυλάττεσθαι ὅσα σεμνά· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅσα εὔφημα. Μέτρησον τῷ σεμνῷ τὸ χρηστόν· τὸν φόβον ἐπίθες σωφρονιστήν. Τί χραίνεις τὸ καλὸν ὄνομα τοῦ Χριστιανισμοῦ; τί καὶ τὰς ἑτέρων παγιδεύεις ψυχὰς σύνοικον ἐπισπασάμενος; Οὐ μόνον γὰρ τῆς περὶ τῆς σῆς ψυχῆς ἀπολογίας δώσεις λόγον, ἀλλὰ καὶ περὶ ὧν διὰ σὲ ἐσκανδαλίσθησαν.

Ἔκβαλε τὸν ὄφιν ἐκ τοῦ κόλπου σου, ἔκβαλε τὸν κίνδυνον ἀπὸ σεαυτοῦ· εἰ ἐπιποθεῖς ὑπὸ θηλειῶν διακονεῖσθαι, διὰ τί ἀρχαῖον νόμον οὐκ ἐφύλαξας, καὶ γάμῳ νομίμῳ συνήφθης; Ὁ γάμος κόλασιν οὐκ ἔχει, ἡ μοιχεία κόλασιν ἔχει ἀπαραίτητον· μοιχεία γάρ ἐστι καὶ μεγάλη μοιχεία ἡ σὺν γυναιξὶ συνοίκησις. Ἀνερεύνησον τὴν συνείδησίν σου, εἰ οὐδέποτε ἐβλάβης, εἰ οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐδέξω πληγήν. Ἐγὼ δὲ ἀναπτύξω σου τὴν καρδίαν, εἰ καὶ μέλλεις ἄχθεσθαι. Ἀλλ᾽ ἐμοὶ οὐ μέλει· πάνυ γὰρ ἀλγῶ, ὅταν ἴδω ἀσκητὴν συνείσακτον ἐπισπασάμενον· ἐγὼ δέ σοι λέγω ὅτι κατὰ πᾶσαν ὥραν τραυματίζῃ, καὶ κατὰ πᾶσαν ὥραν θηριάλωτος γίνῃ· χαυνοῦσαι γὰρ τοῦ τῆς σωφροσύνης δεσμοῦ, ἐκλύῃ ὁ γενναῖος πολεμιστὴς, αἰχμάλωτος ἀντὶ νικητοῦ ἀναδεικνύῃ. Μὴ γὰρ λίθος εἶ; Ἄνθρωπος εἶ, τοῖς κοινοῖς τῆς φύσεως συμπτώμασιν ὑποκείμενος· πῦρ ἔχεις ἐν τῷ κόλπῳ, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ τότε ἴδε, εἰ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος. Εἰ δὲ ἄρνησαι, ὅτι οὐ καίεται ὁ χόρτος, ἐμοὶ μὴ λέγε, ἀλλὰ τῷ εἰδότι τὰ κρύφια, ὃς ἔρχεται συναγαγεῖν τοὺς λογισμούς· κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ λογισμῶν, καὶ ἐννοίας καρδιῶν συνιεῖ· λέγει γάρ· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Βλέπε μὴ κατὰ πᾶσαν ὥραν μοιχεία ἐν σοὶ εὑρίσκηται.

Πάντως ἐρεῖς· Νηστείαις καὶ ἀσκήσεσι καὶ τῇ κατὰ ξηροῦ διαίτῃ τειχίζω ἐμαυτὸν, ἵνα μὴ τοῦ προκειμένου ἐκπέσω.

Οὐκοῦν δι᾽ οὐδὲν ἕτερόν ἐστιν ἡ ἄσκησίς σου ἀλλ᾽ ἢ διὰ τὴν σύνοικόν σου· οὐκοῦν οὐκ ἔτι θησαυρίζεις δικαιοσύνην· ὑπέσυρε γάρ σου ἐκείνη τὴν ἄσκησιν. Ἔκβαλε τοίνυν ἀπὸ σεαυτοῦ τὴν ζημιοῦσάν σε πολλῶν ἀγαθῶν, μή σε ἐκβάλῃ ἐκ τοῦ παραδείσου, μή σε ποιήσῃ παίγνιον τῷ διαβόλῳ· μὴ στήσῃς αὐτὴν παρὰ σαυτῷ, μήπως καταστρέψασά σε σὺν σοὶ εἰς γέενναν κατενεχθῇ. Φοβήθητι τὸν φοβερὸν δικαστήν· διάθου σεαυτῷ διαθήκην μηδὲ ἀτενίσαι γυναικί· πρεσβυτέρων παρόντων αἰδοῦ πολιὰν, καὶ καθάπερ πατέρας αἰδούμενος φείδου μωρολογίας καὶ παιγνίας καὶ γέλωτος. Νεωτέρῳ μὴ πρόσπαιζε, μηδὲ δείκνυε ῥᾳθυμίας ὁδὸν, κατάρχων ταύτης αὐτὸς, καὶ πολὺ πλείονα τὴν καταφρόνησιν ἐμποιῶν· γυναῖκα δὲ καὶ μέχρι τῆς ἀντιβλέψεως αὐτῆς αἰδοῦ. Ὁ σὸς βίος ἐκείναις γενέσθω τύπος· τοιοῦτον σεαυτὸν ἐπίδειξον, ἵνα σε ἐκεῖναι αἰδῶνται, καὶ τύπος καὶ ἀρχὴ τῆς αἰδοῦς ἐκείναις γένῃ, ὅτι καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικὸς, καὶ μὴ τὴν σὴν εὐχέρειαν προσθῇς εὐχερεστέρᾳ φύσει τῇ γυναικείᾳ. Γυνὴ αἰδείσθω διαφερόντως, ὅσῳ καὶ χαλεπώτερον ὄνειδος ἀναισχυντία γυναικός. Εἰ καὶ παῤῥησιάζεσθαι πρὸς ἄνδρας πολὺ δεινὸν καὶ τολμηρὸν, φόβου προστεθέντος γυναικὶ πρὸς τὸν ἴδιον ἄνδρα μᾶλλον ἢ παῤῥησιάζεσθαι. Ἡ γὰρ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· εἰ οὖν τῇ ἐχούσῃ ἄνδρα τοιοῦτος ὁ νόμος πρόκειται τί λοιπὸν πρὸς σὲ τὴν μὴ ἔχουσαν ἄνδρα;