Ὃς φείδεται, φησὶ, ῥῆμα προέσθαι σκληρὸν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοὶ, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται. Καλὸν δὲ καὶ τὸ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυχὴν, κατὰ τὸν Ἀπόστολον· Πληροῦσθε, φησὶ, Πνεύματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρόπον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδὴν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακήλως διακεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαινεθῇς, ἀλλ᾽ ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μίμησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλλουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.