Ἀρξώμεθα οὖν ὡς ὁ Χριστὸς ἤρξατο πρῶτον, καὶ εἴπωμεν· «Οὐαί σοι, ψυχή· ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήξῃ χώραν διὰ τὴν ῥᾳθυμίαν τὴν σήν; Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ᾽ ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας· ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα. Τίς σε, ἀθλία καὶ ταλαίπωρε, ἐλεῆσαι δυνήσεται λοιπόν; Κἂν γὰρ αὐτὸν ἴδῃς τὸν Νῶε, τὸν ἐν τῷ κοινῷ τῆς οἰκουμένης κλυδωνίῳ τὴν οἰκίαν ὁλόκληρον διασώσαντα, καὶ πρὸς τοσαύτην στάντα ὀργὴν, κἂν τὸν Ἰὼβ, κἂν τὸν Δανιὴλ, κἂν μετ᾽ ἐκείνων τὸν Μωσέα, καὶ τὸν Σαμουὴλ, καὶ τὸν παρτιάρχην Ἀβραάμ, οὐδείς σοι χεῖρα ὀρέξει λοιπόν. Κἂν γένει προσήκουσα ᾖς, κἂν θυγάτηρ, κἂν ἀδελφὴ, κἂν ἱκετηρίαν θῇς, καθάπερ ὁ πλούσιος ἐκεῖνος, πάντα εἰκῆ καὶ μάτην ἐργάσῃ. Πῶς ἐξέπεσες ἐκ τοῦ οὐρανοῦ οὐχ ἑωσφόρος οὖσα, οὐδὲ πρωῒ ἀνατέλλουσα, ἀλλ᾽ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων λάμψαι δυναμένη μᾶλλον;