Εἰ δὲ συμβαίη καὶ ἀρρωστῆσαι ἄφνω τὴν συνοικοῦσαν, οὐδὲ τοίχων ἐνταῦθα ὄφελος λοιπὸν, ἀλλὰ διαναστὰς πρὸ τῶν ἄλλων ἐπεισέρχεται τῇ παρθένῳ κειμένῃ, τὴν ἀρρωστίαν ἔχων ἀπολογίαν, καὶ τῶν θεραπαινίδων πολλάκις ὀκνηρότερον διακειμένων, καὶ παρακάθηται, καὶ τὰ ἄλλα ἐπιμελεῖται, ἃ γυναῖκας πολλάκις μόνον θέμις διακονεῖν, καὶ οὔτε ἐκείνη αἰσχύνεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται, οὔτε οὗτος ἐρυθριᾷ, ἀλλὰ καὶ χαίρει μειζόνως, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τὴν δουλείαν αἰσχροτέραν ἐπιδείκνυται· καὶ ἡ ἀποστολικὴ ῥῆσις ἐκείνη ἡ λέγουσα ὅτι «Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν», διὰ τῶν ἔργων δείκνυται τότε. Ὅταν δὲ καὶ αἱ θεραπαινίδες διαναστῶσι, χείρων ἡ αἰσχύνη· καὶ γὰρ ἀκαλύπτῳ τῇ κεφαλῇ, καὶ μονοχίτωνες, καὶ γυμναῖς ταῖς χερσὶν, ἅτε τεθορυβημέναι καὶ ἐν νυκτὶ διανιστάμεναι, διατρέχουσι παρόντος ἐκείνου, μᾶλλον δὲ μέσον στρεφομένου καὶ συνδιαθέοντος, ἅπαντα ἀναγκάζονται πληροῦν· οὗ τί γένοιτ᾽ ἂν αἰσχρότερον; Εἰ δὲ καὶ μαῖα παραγένοιτο, οὐδὲ οὕτως ἐπαισχύνεται, ἀλλὰ καὶ κορῶν ἀλλοτρίων ἐπεισιουσῶν ἐναβρύνεται. Εἰς ἓν γὰρ ὁρᾷ μόνον, ὅπως ἐπιδείξαιτο τῇ ἀρρωστούσῃ τὴν ἑαυτοῦ διακονίαν, οὐκ εἰδὼς ὅτι ὅσῳ ἂν ἐπιδείξηται, τοσούτῳ μᾶλλον καὶ ἑαυτὸν κἀκείνην κατῄσχυνεν. Καὶ τί θαυμαστὸν εἰ παραγινόμενος μὴ ἐρυθριᾷ;