Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐ χρὴ τὰς παρθένους συνοικεῖν ἀνδράσιν

Ἰωάννης ὁ Χρυσόστομος

Οι κοινωνικές συνέπειες της συνοίκησης και ο θρήνος για τις εκπεσούσες παρθένους

Περιγραφή της κατακραυγής και των ταπεινωτικών ελέγχων, με έμφαση στην ανάγκη πνευματικού πένθους για τις ψυχές που έχασαν την παρθενική τους χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 9

Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐξηνέχθην ταῦτα εἰπεῖν ἑτέρωσε ὁρμῶν· διόπερ ἐπανιτέον ὅθεν ἐξέβην· Ὥσπερ γὰρ οὐκ ἀρκούντων τούτων καταισχῦναι τὸ πᾶν ἔθνος, καὶ ἄλλο τι πλέον ἐπενόησαν. Ἀλλὰ μηδεὶς περὶ πασῶν ταῦτα εἰρῆσθαι νομιζέτω· οὐ γὰρ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς ὁμοῦ πάντα φύρειν καὶ συγχεῖν. Περὶ γὰρ τῶν ὑπευθύνων καὶ ταῦτα εἴρηται, καὶ τὰ μετὰ ταῦτα εἰρήσεται.

Ὥσπερ οὖν οὐκ ἀρκούντων τούτων εἰς βλάβην, ἄνδρας τινὰς οὐδαμόθεν αὐταῖς προσήκοντας λαβοῦσαι συγκατακλείουσι, καὶ τὸν πάντα συνοικίζουσι χρόνον, καθάπερ ἐνδεικνύμεναι καὶ διὰ τούτων καὶ διὰ τῶν εἰρημένων, ὅτι ἄκουσαι ἐπὶ τὴν παρθενίαν εἱλκύσθησαν καὶ βίαν ὑπομείνασαι τὴν ἐσχάτην· καὶ ταύτῃ παραμυθοῦνται τὴν βίαν καὶ τὴν ἀνάγκην. Τί γάρ; οὐχὶ καὶ τούτων χείρω παρὰ πάντων, ὅταν ταῦτα γίνηται, λέγεται καὶ φίλων καὶ οἰκείων; Ταύτας δὲ ζῆν; ἀναπνεῖν δὲ ὅλως; ἀλλὰ μὴ διαπρίζεσθαι μέσας, ἢ κατορύττεσθαι ζώσας μετ᾽ ἐκείνων αὐτῶν; Καὶ γὰρ καὶ ταῦτα καὶ τούτων πολλῷ πλείονα ἅπαντες λέγουσι· καὶ δρόμος λοιπὸν ταῖς μαίαις καθ᾽ ἑκάστην ἡμέραν ἐπὶ τὰς τῶν παρθένων οἰκίας, καθάπερ πρὸς τὰς ὠδινούσας, οὐχ ὥστε λοχεῦσαι τίκτουσαν (γέγονε μὲν γὰρ ἐπί τινων καὶ τοῦτο), ἀλλ᾽ ὥστε διαγνῶναι καθάπερ ἐπὶ τῶν ὠνουμένων θεραπαινίδων, τίς μὲν ἡ διεφθαρμένη, τίς δὲ ἡ ἀνέπαφος· καὶ ἡ μὲν ὑπήκουσε ῥᾳδίως τῇ δοκιμασίᾳ, ἡ δὲ ἀντέσχε, καὶ αὐτῷ τούτῳ καταισχυνθεῖσα ἀπῆλθεν, εἰ καὶ μὴ διέφθαρτο· καὶ ἡ μὲν ἑάλω, ἡ δὲ οὐχ ἑάλω, καὶ αὐτὴ δὲ πάλιν οὐχ ἧττον ἐκείνης αἰσχύνεται, μὴ δυνηθεῖσα ἀξιόπιστος ἀπὸ τοῦ τρόπου φανῆναι, ἀλλὰ μαρτυρίας τῆς ἀπὸ τῆς ἐξετάσεως δεηθεῖσα. Πόσων οὖν οὐκ ἄξια ταῦτα δακρύων; πόσων οὐκ ἄξια θανάτων;

Τίς δὲ οὕτω λίθινος καὶ ἀσυμπαθὴς, ὡς μὴ πυρωθῆναι καὶ τὰ τοῦ Φινεὲς παθεῖν; Ἀλλ᾽ ἐκεῖνος μὲν, εἰ κατὰ τὸν καιρὸν ἐκεῖνον ταύτην εἶδε γινομένην τὴν ἀσχημοσύνην, οὐκ ἂν αὐτῶν ἐφείσατο, ἀλλ᾽ ἐποίησεν ἂν ταὐτὸ, ὅπερ καὶ ἐπὶ τῆς Μαδιανίτιδος τότε εἰργάσατο· ἡμεῖς δέ (οὐ γὰρ ἐφεῖται ἁρπάσαι μάχαιραν, οὐδὲ κεντῆσαι τῷ σειρομάστῃ τοὺς τὰ τοιαῦτα πλημμελοῦντας) πάσχομεν μὲν τὰ αὐτὰ, ἅπερ ἔπαθεν ἐκεῖνος ὁ ἅγιος, οὐ δρῶμεν δὲ τὰ αὐτὰ, ἀλλ᾽ ἑτέρως παραμυθούμεθα τὴν ὀδύνην, δι᾽ ὀδυρμῶν καὶ θρήνων.

Δεῦρο οὖν συναλγήσατέ μοι καὶ συστενάξατε, ὅσαι ταύτης ἐκτός ἐστε τῆς αἰσχύνης· αἱ γὰρ ἄθλιαι καὶ ταλαίπωροι ἐκεῖναι καὶ ἀναλγησίαν ἴσως μετὰ τῶν ἄλλων νοσοῦσι κακῶν. Ἀλλ᾽ ὑμεῖς αἱ τοῦτον ἀναδεξάμεναι τὸν βίον, καὶ τοῦ νυμφῶνος καταξιούμεναι καὶ τοῦ νυμφίου, καὶ φαιδρὰς ἔχουσαι τὰς λαμπάδας, καὶ τῷ τιμίῳ τῆς παρθενίας παντὸς διαδήματος βασιλικοῦ μᾶλλον κοσμούμεναι στεφάνῳ, δακρύσατε σὺν ἡμῖν καὶ πικρὸν ἀνοιμώξατε· οὐ μικρὸν τοῦτό ἐστι φάρμακον καὶ εἰς διόρθωσιν τῶν τὰ ἀνίατα νοσούντων, καὶ εἰς παραμυθίαν τῶν τὰ ἐκείνων ὀδυρομένων· τοῦτο καὶ ὁ νυμφίος ὁ ὑμέτερός ποτε πεποίηκεν. Τὴν γὰρ Ἱερουσαλὴμ πρὸς ἔσχατον ἀπωλείας κατενεχθεῖσαν ἰδὼν, καὶ οὐκέτι δυναμένην ἀνενεγκεῖν ἀπὸ τῆς ἀρρωστίας, ἐδάκρυσε, καὶ ἐπὶ τῆς Βηθσαϊδᾶ συμβουλαῖς μὲν οὐκ ἐχρήσατο λοιπὸν, οὐδὲ σημείοις, ταλανισμῷ δὲ μόνον, τὸ Οὐαὶ συνεχῶς ἐπιλέγων ταῖς πόλεσι, καθάπερ καὶ ἐπὶ τῶν ψυχορραγούντων, ποιοῦμεν ἡμεῖς. Καὶ ὁ μακάριος δὲ Παῦλος, τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, οὐκ ἐπαύσατο πάντα τὸν βίον τοὺς πεσόντας καὶ ἐν τῷ αὐτῷ πτώματι μένοντας καὶ οὐκ ἐθέλοντας ἀναστῆναι λοιπὸν ὀλοφυρόμενος οὕτω πικρῶς, ὡς καὶ μετὰ διορισμοῦ τινος ἰσχυροτέρου τοῖς Ῥωμαίοις αὐτὸ δὴ τοῦτο ἐπιστέλλειν καὶ λέγειν ὅτι «Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα.»

Εἶδες πόσην ἔχει τὰ ῥήματα ἔμφασιν, πόσον πόνον καρδίας παρίστησι; Καὶ τῶν πιστῶν δὲ τοὺς χωλεύοντας καὶ κλυδωνιζομένους οὕτω πενθεῖ, ὡς αὐτὸς ἐν ἐκείνοις τυγχάνων τοῖς κακοῖς. «Τίς γὰρ, φησίν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Καὶ οὐκ εἶπε «Λυποῦμαι», ἀλλὰ «Πυροῦμαι», τὸ ἀφόρητον καὶ ἀνήκεστον τῆς ὀδύνης διὰ τῆς πυρώσεως παραστῆσαι βουλόμενος.

Οὐ μιμησώμεθα τοίνυν καὶ ἡμεῖς καὶ τὸν Δεσπότην τὸν ἡμέτερον καὶ τὸν ὁμόδουλον; Καὶ γὰρ οὐδὲ μικρὸς ἡμῖν κείσεται μισθὸς τῶν ὀδυρμῶν τούτων καὶ τῶν θρήνων, ὥσπερ οὖν οὐδὲ ἡ τυχοῦσα ἕπεται μέμψις παρὰ τοῦ Θεοῦ τοῖς τὰ τῶν οἰκείων μελῶν κακὰ ἀσυμπαθῶς παρατρέχουσιν.

Καὶ τούτων τὸ μὲν ἀπὸ τοῦ καρτερικωτάτου ἀνδρὸς Ἰεζεκιὴλ ἔστιν ἰδεῖν, τὸ δὲ ἀπὸ τοῦ μακαρίου Μιχαίου. Ὁ μὲν γάρ φησιν ὅτι, τῶν Ἰουδαίων εἰς ἔσχατον κακίας ἐληλακότων, καὶ πρὸς τὴν τῶν εἰδώλων θεραπείαν αὐτομολησάντων, προσέταξεν ὁ Θεὸς δοῦναι σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ τοῖς γινομένοις. Οὐδὲ γὰρ ἁπλῶς στένειν χρὴ, ἀλλὰ καὶ κατοδυνᾶσθαι· καίτοι γε οὐδὲν οὔτε εἶπον οὔτε ἔπραξαν ἐκεῖνοι πρὸς τὴν τῶν γινομένων διόρθωσιν, ἀλλ᾽ ἐπειδὴ τὰ παρ᾽ ἑαυτῶν εἰσήνεγκαν μόνον, τοσαύτῃ τετίμηνται τιμῇ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὡς καὶ ἀσφαλείας καὶ δόξης ἀξιωθῆναι πολλῆς. Ὁ δὲ Μιχαίας μετὰ τῶν ἄλλων ἐγκλημάτων, τῆς γαστριμαργίας λέγω καὶ τῆς μέθης καὶ τῆς τῶν μύρων ἀλοιφῆς, καὶ τοῦτο ἐπήγαγε τὸ κατηγόρημα τὸ τῆς ἀσυμπαθείας, οὕτω λέγων· «Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ.» Καὶ τοὺς τὴν Αἰνὰν οἰκοῦντας πόλιν ἐκ τούτου διέβαλε πάλιν εἰπὼν, ὅτι «Οὐκ ἐξῆλθον κόψασθαι οἶκον ἐχόμενον αὐτῆς.» Εἰ δὲ ἔνθα ὁ Θεὸς ὀργίζεται, ὁ μὴ συμπάσχων τοῖς κολαζομένοις ἐγκαλεῖται, ὁ τοῖς εἰς κακίαν καταπίπτουσι μὴ συναλγῶν τίνος ἔσται συγγνώμης ἄξιος; Καὶ μὴ θαυμάσῃς εἰ τοῦ Θεοῦ κολάζοντος ἡμᾶς συναλγεῖν τοῖς κολαζομένοις δεῖ· οὐδὲ γὰρ αὐτὸς ὁ Θεὸς ὁ κολάζων βούλεται τοῦτο ποιεῖν· «Οὐ γὰρ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ,» φησίν.

Εἰ τοίνυν ὁ τιμωρούμενος οὐ βούλεται τιμωρεῖσθαι, πολλῷ μᾶλλον ἡμᾶς συναλγεῖν χρὴ τοῖς κολαζομένοις· ἴσως αὐτοὺς ἐκκαλεσόμεθα τούτῳ τῷ τρόπῳ, ἴσως ἀνακτησόμεθα.

Εἰ γὰρ καὶ ἀπολώλασιν, ἀλλ᾽ ὅμως τὴν λειπομένην παράσχωμεν θεραπείαν καὶ θρηνήσωμεν καὶ ὀλοφυρώμεθα, οὐ χοροὺς περιστήσαντες γυναικῶν, ἀλλ᾽ ἕκαστος ἰδίᾳ καὶ καθ᾽ ἑαυτὸν παρόντων ἐκείνων. Εἰ δὲ βούλεσθε, καὶ ἐγὼ κατάρξομαι τοῦ μέλους ὑμῖν τούτου τοῦ γοεροῦ· οὐδὲ γὰρ αἰσχύνομαι μετὰ Ἰερεμίου τοῦτο ποιῶν καὶ Ἡσαΐου καὶ Παύλου καὶ πρό γε πάντων τούτων τοῦ Δεσπότου.

Ἀρξώμεθα οὖν ὡς ὁ Χριστὸς ἤρξατο πρῶτον, καὶ εἴπωμεν· «Οὐαί σοι, ψυχή· ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήξῃ χώραν διὰ τὴν ῥᾳθυμίαν τὴν σήν; Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ᾽ ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας· ταῦτά σοι πάντα ἡ τοῦ κόσμου φιλία πεποίηκε, καὶ τὸ προτιμῆσαι τοῦ οὐρανοῦ τὴν γῆν, καὶ τὸ μὴ θελῆσαι ἀκοῦσαι τῆς τοῦ νυμφίου φωνῆς συνεχῶς παραινούσης μηδὲν ἡμᾶς κοινὸν πρὸς τὰ παρόντα ἔχειν πράγματα. Τίς σε, ἀθλία καὶ ταλαίπωρε, ἐλεῆσαι δυνήσεται λοιπόν; Κἂν γὰρ αὐτὸν ἴδῃς τὸν Νῶε, τὸν ἐν τῷ κοινῷ τῆς οἰκουμένης κλυδωνίῳ τὴν οἰκίαν ὁλόκληρον διασώσαντα, καὶ πρὸς τοσαύτην στάντα ὀργὴν, κἂν τὸν Ἰὼβ, κἂν τὸν Δανιὴλ, κἂν μετ᾽ ἐκείνων τὸν Μωσέα, καὶ τὸν Σαμουὴλ, καὶ τὸν παρτιάρχην Ἀβραάμ, οὐδείς σοι χεῖρα ὀρέξει λοιπόν. Κἂν γένει προσήκουσα ᾖς, κἂν θυγάτηρ, κἂν ἀδελφὴ, κἂν ἱκετηρίαν θῇς, καθάπερ ὁ πλούσιος ἐκεῖνος, πάντα εἰκῆ καὶ μάτην ἐργάσῃ. Πῶς ἐξέπεσες ἐκ τοῦ οὐρανοῦ οὐχ ἑωσφόρος οὖσα, οὐδὲ πρωῒ ἀνατέλλουσα, ἀλλ᾽ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων λάμψαι δυναμένη μᾶλλον;