Δεῖ τοίνυν αὐτὴν εἰς ἀγορὰν ἐμβάλλουσαν, ὥσπερ ἄγαλμα φιλοσοφίας ἁπάσης φαίνεσθαι, καὶ πάντας ἐκπλήττειν, ὡς ἄγγελον ἐξ οὐρανοῦ καταβάντα νῦν· καὶ ὡς ἂν, εἰ τῶν Χερουβὶμ αὐτῶν ἓν ἐπὶ τῆς γῆς ἐφάνη, πάντας ἀνθρώπους ἐπέστρεφεν, οὕτω καὶ τὴν παρθένον τοὺς ὁρῶντας ἅπαντας εἰς θαῦμα καὶ ἔκπληξιν τῆς ἁγιωσύνης αὐτῆς ἐμβάλλειν δεῖ. Ὅταν γὰρ βαδίζῃ μὲν ὥσπερ δι᾽ ἐρημίας, καθέζηται δὲ ἐν ἐκκλησίᾳ μετὰ σιγῆς βαθυτάτης, τὸ δὲ ὄμμα μηδένα τῶν παρόντων ὁρᾷ, μὴ γυναικῶν, μὴ ἀνδρῶν, ἀλλ᾽ ἢ τὸν νυμφίον μόνον ὡς παρόντα καὶ φαινόμενον, ἀναχωρῇ δὲ οἴκαδε πάλιν τούτῳ διαλεχθεῖσα ἐν εὐχαῖς, καὶ τῆς αὐτοῦ μόνης ἀκούσασα φωνῆς διὰ τῶν Γραφῶν· γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, καὶ ξένη καὶ πάροικος ᾖ καὶ παρεπίδημος, καὶ πάντα οὕτω ποιῇ, ὡς εἰκὸς ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀρρένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκῃ, τίς οὐ θαυμάσεται, τίς οὐκ ἐκστήσεται, ἐν γυναικείᾳ φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν; τίς δὲ ὅλως τολμήσει προσελθεῖν, τίς δὲ ἅψασθαι πεπυρωμένης ψυχῆς ἄνθρωπος ὤν; Διὰ δὴ τοῦτο πάντες μὲν ἀποστήσονται καὶ ἑκόντες καὶ ἄκοντες, πάντες δὲ ἐκπλαγήσονται, ἅτε χρυσίον πεπυρωμένον καὶ ἀποστίλβον ὁρῶντες.