Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ὅτι οὐδεὶς ἀδικεῖται εἰ μὴ ἀφ’ ἑαυτοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η καρτερία απέναντι στις δοκιμασίες και η εσωτερική ασφάλεια

Αναφορά στην υπομονή του φτωχού Λαζάρου και άλλων δικαίων, και σύγκριση της πορείας του Παύλου με τον Ιούδα, αναδεικνύοντας ότι η πνευματική πτώση οφείλεται στη ραθυμία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

Ἀλλ᾽ ἡ πενία, φησί, παρασκευάζει δυσχεραίνειν καὶ πολλάκις καὶ βλάσφημα ῥήματα ἐκβάλλειν καὶ ἀνελεύθερα πράγματα ὑπομένειν. Οὐχ ἡ πενία, ἀλλ᾽ ἡ μικροψυχία. Ἐπεὶ καὶ ὁ Λάζαρος πένης ἦν καὶ σφόδρα γε πένης καὶ τῇ πενίᾳ προσῆν καὶ ἀρρωστία πενίας ἁπάσης πικρότερα, ἡ καὶ τὴν πενίαν ταύτην χαλεπωτέραν ποιοῦσα· καὶ τῇ ἀρρωστίᾳ ἐρημία τῶν προστησομένων καὶ ἀπορία τῶν θεραπευόντων ἥτις καὶ τὴν ἀρρωστίαν καὶ τὴν πενίαν πικροτέραν εἰργάζετο.

Τούτων γὰρ ἕκαστον καὶ καθ᾽ ἑαυτὸ μὲν ὀδυνηρόν, ὅταν δὲ μήδε οἱ θεραπεύοντες ὦσι, μεῖζον γίνεται τὸ δεινόν, χαλεπωτέρα ἡ φλόξ, πικροτέρα ἡ ὀδύνη, ἀγριώτερος ὁ χειμών, σφοδρότερον τὸ κλυδώνιον, φλογωδεστέρα ἡ κάμινος.

Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἕτερον τούτοις τέταρτον προσῆν, ἡ τοῦ πλουτοῦντος ἐκ γειτόνων οἰκοῦντος ἄδεια καὶ τρυφή. Εἰ δὲ βούλει τι καὶ πέμπτον εὑρεῖν ὑπέκκαυμα τῆς φλογός, καὶ τοῦτο ὄψει σαφῶς αὐτῷ περικείμενον. Οὐ γὰρ δὴ μόνον ἐτρύφα ὁ πλούσιος ἐκεῖνος, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, μᾶλλον δὲ καὶ πλεονάκις τῆς ἡμέρας αὐτὸν ὁρῶν— παρὰ γὰρ τὴν εἴσοδον ἔρριπτο, θέατρον χαλεπῆς τραγῳδίας ὢν καὶ τῇ ὄψει μόνῃ καὶ λιθίνην ἵκανος μαλάξαι ψυχήν—καὶ ὅμως οὐδὲ τοῦτο ἐπεσπάσατο τὸν ἀπάνθρωπον ἐκεῖνον εἰς τὴν τῆς πενίας ἐκείνης ἀντίληψιν· ἀλλ᾽ ὁ μὲν συβαριτικὴν παρετίθετο τράπεζαν καὶ κρατῆρας εἶχεν ἐστεμμένους, καὶ ἄκρατον ἁπλῶς ἐκχεόμενον καὶ στρατόπεδα μαγείρων, καὶ παρασίτους καὶ κόλακας καὶ χοροὺς ᾀδόντων, οἰνοχοούντων, γελωτοποιούντων καὶ πᾶν εἶδος ἐπινοῶν ἀσωτίας καὶ μεθύων καὶ κραιπαλῶν καὶ στολῇ καὶ τραπέζῃ καὶ ἑτέροις πλείοσι τρυφῶν ἅπαντα διετέλει τὸν χρόνον.

Τοῦτον δὲ λιμῷ χαλεπῷ καὶ ἀρρωστίᾳ πικροτάτῃ καὶ πολιορκίᾳ τοσούτων ἑλκῶν καὶ ἐρημίᾳ, καὶ τοῖς ἐκ τούτων κακοῖς ὁρῶν καθ᾽ ἑκάστην κατατεινόμενον τὴν ἡμέραν, οὐδὲ εἰς νοῦν ποτε ἐβάλλετο, ἀλλ᾽ οἱ μὲν παράσιτοι καὶ οἱ κόλακες καὶ ὑπὲρ τὴν χρείαν διερρήγνυντο· ὁ δὲ πένης, καὶ οὕτω πένης, καὶ ἐν τοσούτοις κείμενος τοῖς κακοῖς, οὐδὲ ψιχιῶν ἐκ τῆς τραπέζης ἀπήλαυεν ἐκείνης καὶ ταῦτα σφόδρα ἐπιθυμῶν· καὶ ὅμως οὐδὲν αὐτὸν τούτων παρέβλαψεν, οὐ ῥῆμά τι οὐ μικρόν, οὐ μέγα ἐξέβαλε, οὐ βλάσφημον ἐφθέγξατο λόγον· ἀλλ᾽ ὥσπερ χρυσίον τῇ σφοδροτέρᾳ πυρώσει μειζόνως καθαιρόμενον λαμπρότερον γίνεται, οὕτως ὑπὸ τῶν παθημάτων τούτων ἐνοχλούμενος, πάντων ὑψηλότερος ἦν καὶ τῶν παθῶν καὶ τῶν ἐντεῦθεν πολλοῖς τικτομένων θορύβων.

Εἰ γὰρ ἁπλῶς πένητες πλουσίους ὁρῶντες τήκονται τῷ φθόνῳ, καὶ κατατείνοντα τῇ βασκανίᾳ καὶ τὸν βίον ἀβίωτον νομίζουσιν εἶναι καὶ ταῦτα τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς καὶ τοὺς θεραπεύοντας ἔχοντες· ὁ πένης οὗτος ὡς οὐδεὶς ἕτερος πένης ὤν, καὶ οὐχὶ πένης μόνον ἀλλὰ καὶ ἀσθενὴς καὶ μηδένα ἔχων τὸν προστησόμενον καὶ παρακαλέσοντα, ἀλλὰ ἐν μέσῃ τῇ πόλει καθάπερ ἐν ἐσχάτῃ κείμενος ἐρημίᾳ καὶ λιμῷ τηκόμενος πικροτάτῳ καὶ πάντα ὁρῶν ἐκείνῳ καθάπερ ἐκ πηγῶν ἐπιρρέοντα καὶ ἀνθρωπίνης μὲν οὐδεμιᾶς ἀπολαύων παραμυθίας, ταῖς δὲ τῶν κυνῶν γλώσσαις προκείμενος τράπεζα διηνεκής—οὕτω γὰρ ἦν τὸ σῶμα παρειμένος καὶ διαλελυμένος, ὡς μηδὲ ἐκείνους ἀποσοβεῖν δύνασθαι—τί οὐκ ἂν ἔπαθεν εἰ μὴ σφόδρα γενναῖος καὶ φιλόσοφος ἦν; Ὁρᾷς ὅτι ὁ ἑαυτὸν μὴ ἀδικῶν, κἂν παρὰ πάντων ἀδικῆται, οὐδὲν πάσχει δεινόν; πάλιν γὰρ τὸν αὐτὸν ἀναλήψομαι λόγον.

Τί γὰρ ἡ ἀρρωστία; τί δὲ ἡ ἐρημία τῶν προστησομένων; τί δὲ ἡ ἔφοδος τῶν κυνῶν; τί δὲ τὸ γειτόνημα τοῦ πλουσίου τὸ πονηρόν; τί δὲ ἡ πολλὴ χλιδὴ καὶ ὑπερηφανία καὶ ἡ ἀπόνοια ἐκείνου τὸν ἀθλητὴν τοῦτον παρέβλαψεν, ἢ μαλακώτερον πρὸς τὰ ὑπὲρ τῆς ἀρετῆς ἐποίησε σκάμματα; τί δὲ αὐτοῦ τὴν εὐτονίαν ἐλυμήνατο; Οὐδὲν οὐδαμοῦ, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἐπέρρωσε καὶ μυρίων αὐτῷ στεφάνων ὑπόθεσις γέγονε καὶ προσθήκη βραβείων καὶ πλεονασμὸς ἀντιδόσεως καὶ μειζόνων ἀμοιβῶν ὑπόθεσις, τῶν δεινῶν τὸ πλῆθος ἐκεῖνο καὶ ἡ τοῦ πλουτοῦντος ὠμότης. Οὐ γὰρ δὴ διὰ τὴν πενίαν ἐστεφανοῦτο μόνον, οὐδὲ διὰ τὸν λιμόν, οὐδὲ διὰ τὰ ἕλκη, οὐδὲ διὰ τὰς γλώσσας τῶν κυνῶν· ἀλλ᾽ ὅτι τοιοῦτον γείτονα ἔχων καὶ καθ᾽ ἑκάστην ὁρώμενος ὑπ᾽ αὐτοῦ τὴν ἡμέραν καὶ ὑπερορώμενος διηνεκῶς, τοῦτον ἤνεγκεν γενναίως τὸν πειρασμὸν καὶ μετὰ πολλῆς τῆς καρτερίας καὶ τῇ πενίᾳ καὶ τῇ ἀρρωστίᾳ καὶ τῇ ἐρημίᾳ, οὐ μικρὰν ἀλλὰ καὶ σφόδρα εὐτονωτάτην συνεισφέροντα φλόγα.

Τί δὲ ὁ μακάριος Παῦλος, εἰπέ μοι; οὐδὲν γὰρ κωλύει πάλιν ἐπιμνησθῆναι τοῦ ἀνδρός. Οὐχὶ μυρίας ἐδέξατο πειρασμῶν νιφάδας; τί οὖν ἐντεῦθεν ἐβλάβη; οὐκ ἐντεῦθεν μὲν οὖν καὶ μειζόνως ἐστεφανοῦτο; ὅτι ἐλίμωττεν; ὅτι κρυμῷ καὶ γυμνότητι κατετείνετο; ὅτι μάστιξι πολλάκις κατεξαίνετο; ὅτι λίθοις ἐβάλλετο; ὅτι κατεποντίζετο;

Ἀλλ᾽ ἐκεῖνος Παῦλος ἦν, καὶ κλητὸς τοῦ Χριστοῦ. Καίτοι καὶ Ἰούδας εἷς τῶν δώδεκα ἦν καὶ κλητὸς καὶ αὐτὸς τοῦ Χριστοῦ. Ἀλλ᾽ οὔτε τὸ εἶναι τῶν δώδεκα, οὔτε ἡ κλῆσις αὐτὸν ὤνησεν, ἐπειδὴ γνώμην οὐκ εἶχε πρὸς ἀρετὴν παρεσκευασμένην, ἀλλ᾽ ὁ μὲν Παῦλος καὶ λιμῷ παλαίων καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς καὶ τοσαῦτα καθ᾽ ἑκάστην πάσχων τὴν ἡμέραν, μετὰ πολλῆς τῆς προθυμίας τὴν εἰς οὐρανὸν φέρουσαν ἔτρεχεν ὁδόν. Ἐκεῖνος δὲ καὶ πρὸ τούτου κληθεὶς καὶ τῶν αὐτῶν ἀπολαύσας ὧνπερ καὶ αὐτὸς καὶ μυηθεὶς τὴν ἀνωτάτω φιλοσοφίαν καὶ τραπέζης μετασχὼν ἱερᾶς καὶ τῶν φρικωδεστάτων ἐκείνων δείπνων καὶ χάριν λαβὼν τοσαύτην ὡς καὶ νεκροὺς ἐγείρειν καὶ λεπροὺς καθαίρειν καὶ δαίμονας ἐλαύνειν· καὶ τοὺς περὶ ἀκτημοσύνης πολλάκις ἀκούσας λόγους καὶ αὐτῷ τοσοῦτον χρόνον συγγενόμενος τῷ Χριστῷ καὶ τῶν πενήτων τὰ χρήματα πιστευθεὶς ὥστε τοῦ πάθους ἐκεῖθεν ἔχειν παραμυθίαν—καὶ γὰρ κλέπτης ἦν—οὐδὲ οὕτως ἐγένετο βελτίων, καίτοι τοσαύτης συγκαταβάσεως ἀπολαύσας. Ἐπειδὴ γὰρ ᾔδει ὁ Χριστὸς ὅτι φιλάργυρος ἦν καὶ διὰ χρημάτων ἔρωτα ἔμελλεν ἀπόλλυσθαι, οὐ μόνον αὐτὸν οὐκ ἀπῄτησε τούτου δίκας τότε, ἀλλ᾽ ὥστε αὐτοῦ καταλεᾶναι τὸ πάθος καὶ τὰ χρήματα αὐτῷ τῶν πενήτων ἐπίστευσεν, ἵν᾽ ἔχων ὅθεν κορέσῃ τὴν φιλοχρηματίαν, μὴ καταπέσῃ εἰς τὸ φρικῶδες ἐκεῖνο βάραθρον· ἐλάττονι κακῷ τὸ μεῖζον προαναστέλλων.

Οὕτω πανταχοῦ τὸν μὲν ἑαυτὸν μὴ βουλόμενον ἀδικεῖν, οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται· τὸν δὲ οὐκ ἐθέλοντα νήφειν καὶ τὰ παρ᾽ ἑαυτοῦ συνεισφέρειν οἴκοθεν, οὐδεὶς οὐδέποτε ὠφελήσει. Διὰ τοῦτό σοι καὶ ἡ θαυμασία τῶν γραφῶν ἱστορία, καθάπερ ἐν εἰκόνι τινὶ ὑψηλῇ καὶ μεγάλῃ καὶ πολὺ τὸ εὖρος ἐχούσῃ, τῶν παλαιῶν ἀνεγράψετο τοὺς βίους, ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἐκτείνασα τὴν διήγησιν. Καὶ δείκνυσί σοι καὶ τοὺς ὑποσκελιζομένους καὶ τοὺς στεφανουμένους, ἵνα σὲ διὰ πάντων παιδεύσῃ ὅτι τὸν παρ᾽ ἑαυτοῦ μὴ ἀδικούμενον οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται, κἂν πᾶσα ἡ οἰκουμένη πρὸς αὐτὸν χαλεπὸν ἀναρριπίζῃ πόλεμον. Οὔτε γὰρ δυσκολία πραγμάτων, οὔτε καιρῶν μεταβολαί, οὔτε δυναστευόντων ἐπήρειαι, οὔτε ἐπιβουλῶν νιφάδες, οὔτε συμφορῶν ὄχλος, οὔτε πάντων τῶν ἐν ἀνθρώποις κακῶν συλλεγόμενος ὁ φορυτὸς παρασαλεῦσαί τι κἂν μικρὸν δυνήσεται τὸν γενναῖον καὶ νήφοντα καὶ ἐγρηγορότα, ὥσπερ αὖ τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα, καὶ οἴκοθεν προδεδομένον, κἂν μυρίαι προσάγωνται θεραπείαι, οὐδὲν ἀμείνω ποιοῦσι.

Τοῦτό γ᾽ οὖν καὶ ἡ παραβολὴ ἡ περὶ τῶν ἀνθρώπων ἐκείνων παρεδήλωσεν ἡμῖν, ὧν ὁ μὲν ἐπὶ τῆς πέτρας, ὁ δὲ ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν ᾠκοδόμησε τὴν ἑαυτοῦ· οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὐδ᾽ ἵνα οἰκοδομὴν λίθων καὶ ὀρόφων, οὐδ᾽ ἵνα ποταμοὺς καὶ ὑετὸν καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ᾽ ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ. Οὐκοῦν οὔτε ὁ ὑετὸς καίτοι ῥαγδαῖος φερόμενος, οὔτε οἱ ποταμοὶ πολλῷ ῥοθίῳ προσπίπτοντες, οὔτε τὰ πνεύματα τὰ ἄγρια μετὰ σφοδρᾶς τῆς ῥύμης ἐμβάλλοντα παρεσάλευσάν τι τὴν οἰκίαν ἐκείνην· ἀλλ᾽ ἔμενε καὶ ἀχείρωτος καὶ ἀκίνητος, ἵνα μάθῃς ὅτι τὸν ἑαυτὸν οὐ προδιδόντα οὐδεὶς πειρασμὸς παρασαλεῦσαι δύναται. Ἡ δὲ τοῦ ἑτέρου κατεφέρετο ῥᾴδιον, οὐ διὰ τὴν τῶν πειρασμῶν ἐπιβολήν—ἢ γὰρ ἂν καὶ ἡ ἑτέρα τὸ αὐτὸ ἔπαθεν—ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν. Οὐ γὰρ ἐπειδὴ ἄνεμος προσέπνευσεν, διὰ τοῦτο ἔπεσεν, ἀλλ᾽ ἐπειδὴ ἐπὶ τῆς ψάμμου ἦν οἰκοδομηθεῖσα, τοῦτ᾽ ἔστιν ἐπὶ ῥᾳθυμίας καὶ πονηρίας, τοῦτο πέπονθε. Καὶ γὰρ καὶ πρὶν ἢ τὸν χειμῶνα προσβαλεῖν ἐκεῖνον, ἀσθενής τε ἦν καὶ πρὸς τὸ πεσεῖν ἑτοίμη.

Αἱ γὰρ τοιαῦται οἰκοδομαί, καὶ μηδενὸς ἐνοχλοῦντος, αὐτόματοι καταφέρονται ὑποσυρομένης αὐτῆς τῆς κρηπῖδος καὶ διαρρεούσης· καὶ καθάπερ αἱ μὲν ἀράχναι αὐτόματοι διασπῶνται, μηδενὸς αὐταῖς ἐνοχλοῦντος, ὁ δὲ ἀδάμας καὶ παιόμενος ἀδιάλυτος μένει, οὕτω δὴ καὶ οἱ μὴ ἑαυτοὺς ἀδικοῦντες, κἂν ὑπὸ μυρίων παίωνται, ἰσχυρότεροι γίνονται· οἱ δὲ ἑαυτοὺς προδιδόντες, κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, αὐτόματοι φέρονται καὶ διαρρέουσι καὶ ἀπόλλυνται· ὥσπερ καὶ ὁ Ἰούδας οὐ μόνον οὐδενὸς ἐνοχλήσαντος πειρασμοῦ τοιούτου, ἀλλὰ καὶ πολλῆς ἀπολαύσας τῆς θεραπείας.